Homeric text & Koine Greek paraphrase by Theodorus Gaza
| ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ Ἀχαιοὶ | 001 |
| οὕτως οὗτοι μὲν ἐστέναζον καὶ ἐθρήνουν ἐν τῇ πόλει· οἱ Ἕλληνες δὲ | |
| ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο, | 002 |
| ἐπειδὴ παρὰ τὰς ναῦς καὶ τὸν Ἑλλήσποντον ἀφίκοντο, | |
| οἳ μὲν ἄρ' ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος, | 003 |
| οἱ μὲν ἄλλοι διεμερίσθησαν ἕκαστος ἐπὶ τὴν ἑαυτοῦ ναῦν. | |
| Μυρμιδόνας δ' οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς, | 004 |
| τοὺς Μυρμιδόνας δὲ οὐκ ἠφίει ὁ Ἀχιλλεὺς ἀποχωρίζεσθαι· | |
| ἀλλ' ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα· | 005 |
| ἀλλ᾽ οὗτός γε ἐν τοῖς ἑαυτοῦ φίλοις τοῖς πολεμικοῖς καὶ ἀνδρείοις ἔλεγεν· | |
| Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι | 006 |
| ὦ Μυρμιδόνες ταχεῖς ἔχοντες ἵππους· ἐμοὶ δεξιοὶ καὶ εὐάρμοστοι φίλοι, | |
| μὴ δή πω ὑπ' ὄχεσφι λυώμεθα μώνυχας ἵππους, | 007 |
| μήπω δὴ ὑπὸ τοῖς ὀχήμασιν ἀπολύσωμεν τοὺς μονώνυχας ἵππους· | |
| ἀλλ' αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες | 008 |
| ἀλλὰ σὺν τοῖς ἵπποις, καὶ τοῖς ἅρμασι πλησίον· ἐλθόντες | |
| Πάτροκλον κλαίωμεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων. | 009 |
| κλαίωμεν τὸν Πάτροκλον· τοῦτο γὰρ ὑπάρχει τιμὴ τῶν τεθνεώτων. | |
| αὐτὰρ ἐπεί κ' ὀλοοῖο τεταρπώμεσθα γόοιο, | 010 |
| ἐπειδὰν δὲ τοῦ ὀλεθρίου θρήνου ἀπολαύσωμεν, | |
| ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες. | 011 |
| τοὺς ἵππους ἀπολύσαντες δειπνήσομεν ἐνταῦθα πάντες· | |
| ὣς ἔφαθ', οἳ δ' ᾤμωξαν ἀολλέες, ἦρχε δ' Ἀχιλλεύς. | 012 |
| οὕτως εἶπεν· αὐτοὶ δὲ ᾤμωξαν συνηθροισμένοι· ἡγεῖτο δὲ τῆς οἰμωγῆς ὁ Ἀχιλλεύς· | |
| οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους | 013 |
| οὗτοι δὲ τρὶς περὶ τὸν νεκρὸν περιήγαγον τοὺς καλλίτριχας ἵππους | |
| μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε. | 014 |
| κλαίοντες· ἐν αὐτοῖς δὲ θρήνου ἐπιθυμίαν διήγειρεν ἡ Θέτις· | |
| δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν | 015 |
| ἐβρέχετο ἡ ἄμμος, ἐβρέχοντο τὰ ὅπλα τῶν ἀνδρῶν | |
| δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο. | 016 |
| ὑπὸ τῶν δακρύων. τοιοῦτον γὰρ ἐπιστήμονα τοῦ πολέμου ἐπόθουν· | |
| τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο | 017 |
| ἐν τούτοις δὲ ὁ τοῦ Πηλέως ἡγεῖτο θρήνου οἰκτροῦ καὶ ἀθρόου, | |
| χεῖρας ἐπ' ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου· | 018 |
| τὰς ἀνδροκτόνους χεῖρας ἐπιθεὶς ἐν τοῖς στήθεσι τοῦ φίλου. | |
| χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι· | 019 |
| χαῖρέ μοι, ὦ Πάτροκλε, καὶ ἐν τοῖς οἴκοις τοῦ Ἅιδου. | |
| πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην | 020 |
| πάντα γὰρ ἤδη σοι πληρώσω, ἃ πρότερον ὑπεσχόμην, | |
| Ἕκτορα δεῦρ' ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι, | 021 |
| τὸν Ἕκτορα ἐνθάδε ἑλκύσας δώσειν τοῖς κυσὶν ὠμῶς ἀπομερίσασθαι καὶ καταφαγεῖν. | |
| δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν | 022 |
| δώδεκα δὲ ἔμπροσθεν τῆς πυρᾶς ἀποκεφαλίσω | |
| Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς. | 023 |
| λαμπροὺς υἱοὺς τῶν Τρῴων ἕνεκα σοῦ ἀναιρεθέντος ὀργισθείς. | |
| ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα | 024 |
| εἶπε δή, καὶ τὸν ἐνδοξότατον Ἕκτορα εἰργάζετο ἔργα ἀπρεπῆ, | |
| πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας | 025 |
| κατὰ πρόσωπον παρὰ τῇ στρωμνῇ τοῦ υἱοῦ τοῦ Μενοιτίου ἐκτείνας | |
| ἐν κονίῃς· οἳ δ' ἔντε' ἀφωπλίζοντο ἕκαστος | 026 |
| ἐν τοῖς χώμασιν. οὗτοι δὲ ἅπαντες τὰ ὅπλα ἀπεδύοντο | |
| χάλκεα μαρμαίροντα, λύον δ' ὑψηχέας ἵππους, | 027 |
| τὰ τῷ σιδήρῳ περιλάμποντα· ἔλυον δὲ τοὺς ὑψαύχενας ἵππους. | |
| κὰδ δ' ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο | 028 |
| ἐκάθιζον δὲ παρὰ τῇ νηὶ τοῦ ταχύποδος Ἀχιλλέως | |
| μυρίοι· αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ. | 029 |
| πλεῖστοι· οὗτος δὲ αὐτοῖς τὸ ἐπιτάφιον δεῖπνον παρεσκεύαζε. | |
| πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ | 030 |
| πολλοὶ μὲν οὖν βόες εἰλίποδες (λευκοί, πίονες) ἐμυκῶντο περὶ τὸν σίδηρον | |
| σφαζόμενοι, πολλοὶ δ' ὄϊες καὶ μηκάδες αἶγες· | 031 |
| ἀναιρούμενοι· πολλὰ δὲ πρόβατα καὶ αἶγες τοκάδες. | |
| πολλοὶ δ' ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ | 032 |
| πολλοὶ δὲ λευκόδοντες χοῖροι θάλλοντες λίπει | |
| εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο· | 033 |
| ἀποκαιόμενον τὰς τρίχας ἐξετείνοντο διὰ τῆς φλογὸς τοῦ πυρός· | |
| πάντῃ δ' ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα. | 034 |
| πανταχοῦ δὲ περὶ τὸν νεκρὸν αἷμα ἔρρει τοσοῦτον ὥστε κοτύλῃ ἀρύσασθαι. | |
| αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα | 035 |
| τὸν δέ γε ταχύποδα υἱὸν τοῦ Πηλέως τὸν βασιλέα, | |
| εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν | 036 |
| πρὸς τὸν Ἀγαμέμνονα τὸν ἔνδοξον ἦγον οἱ βασιλεῖς τῶν Ἑλλήνων | |
| σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ. | 037 |
| μετὰ σπουδῆς, παρηγοροῦντες καὶ πείθοντες τὴν ψυχὴν αὐτοῦ, ὀργιζομένην ἕνεκα τοῦ φίλου. | |
| οἳ δ' ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες, | 038 |
| οὗτοι δὲ ἐπειδὴ πορευόμενοι ἀφίκοντο εἰς τὴν σκηνὴν τοῦ Ἀγαμέμνονος, | |
| αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν | 039 |
| παραχρῆμα τοῖς ὀξυφώνοις κήρυξιν ἐπέταξαν | |
| ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν | 040 |
| στῆσαι ἐν τῷ πυρὶ λέβητα μέγαν, εἰ καταπείσειεν | |
| Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα. | 041 |
| τὸν τοῦ Πηλέως λούσασθαι καὶ ἀπονίξαι τὸν ἐκ τοῦ αἵματος λύθρον. | |
| αὐτὰρ ὅ γ' ἠρνεῖτο στερεῶς, ἐπὶ δ' ὅρκον ὄμοσσεν· | 042 |
| οὗτος δὲ ἐξηρνεῖτο ὁλοσχερῶς, καὶ ὅρκον ἐπώμοσεν· | |
| οὐ μὰ Ζῆν', ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος, | 043 |
| οὐ μὰ τὸν Δία, ὅστις ἐστὶ τιμιώτατος καὶ ἰσχυρότατος τῶν Θεῶν, | |
| οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι | 044 |
| οὐχ ὅσιόν ἐστι λουτρὰ παραγενέσθαι πλησίον τῆς κεφαλῆς, | |
| πρίν γ' ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι | 045 |
| πρὶν θεῖναι τὸν Πάτρακλον ἐν τῷ πυρὶ καὶ μνῆμα ἐπιχέαι | |
| κείρασθαί τε κόμην, ἐπεὶ οὔ μ' ἔτι δεύτερον ὧδε | 046 |
| καὶ ἀποκόψαι τὴν κόμην· ἐπειδὴ οὐκέτι μου αὖθις οὕτω | |
| ἵξετ' ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω. | 047 |
| λύπη καταλήψεται τὴν καρδίαν, ἕως ἂν ἐν τοῖς ζῶσιν ὑπάρχω. | |
| ἀλλ' ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί· | 048 |
| ἀλλὰ νυνὶ μὲν τῇ μισητῇ πεισθῶμεν εὐωχίᾳ. | |
| ἠῶθεν δ' ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον | 049 |
| ἕωθεν δὲ πρότρεψον, ὦ βασιλεῦ τοῦ στρατοῦ Ἀγάμεμνον, | |
| ὕλην τ' ἀξέμεναι παρά τε σχεῖν ὅσσ' ἐπιεικὲς | 050 |
| ξύλα τε ἄξειν καὶ παρασχεῖν ὡς ἔστιν εἰκὸς | |
| νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα, | 051 |
| ἔχοντα τὸν νεκρὸν πορεύεσθαι ἐπὶ τὸν ζόφον τὸν σκοτεινόν, | |
| ὄφρ' ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ | 052 |
| ὅπως τοῦτον μὲν κατακαύσῃ τὸ ἀκαταπόνητον πῦρ καὶ ποιήσῃ | |
| θᾶσσον ἀπ' ὀφθαλμῶν, λαοὶ δ' ἐπὶ ἔργα τράπωνται. | 053 |
| τάχιον ἀπὸ τῆς ὄψεως ἡμῶν, ὁ στρατὸς δὲ χωρήσῃ ἐπὶ τὰ ἔργα. | |
| ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο. | 054 |
| οὕτως εἶπεν· οὗτοι δὲ πάνυ δὴ ἤκουον αὐτοῦ καὶ ἐπείθοντο· | |
| ἐσσυμένως δ' ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι | 055 |
| σπουδαίως δ᾽ οὖν τὸ δεῖπνον παρασκευάσαντες ἅπαντες | |
| δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. | 056 |
| εὐωχοῦντο· οὐδέτινος ψυχὴ ἐνδεὴς ἦν εὐωχίας κοινῇ προκειμένης ἅπασιν. | |
| αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, | 057 |
| ἐπειδὴ δὲ τῆς πόσεως καὶ τῆς τροφῆς τὸν ἔρωτα ἐξεπλήρωσαν, | |
| οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος, | 058 |
| οὗτοι μὲν ἐπὶ τὰς σκηνὰς ἐπορεύθησαν ἅπαντες ὑπνώσοντες· | |
| Πηλεΐδης δ' ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης | 059 |
| ὁ υἱὸς δὲ τοῦ Πηλέως ἐπὶ τῷ αἰγιαλῷ τῆς πολυταράχου θαλάσσης | |
| κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν | 060 |
| ἔκειτο βαρέως στενάζων, ἐν τοῖς πολλοῖς Μυρμιδόσιν | |
| ἐν καθαρῷ, ὅθι κύματ' ἐπ' ἠϊόνος κλύζεσκον· | 061 |
| ἐν τόπῳ καθαρῷ, ὅπου τὰ κύματα παρὰ τὸν αἰγιαλὸν προσέκλυζον, καὶ προσέβαλλον. | |
| εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ | 062 |
| ὁπηνίκα δ' αὐτὸν ὁ ὕπνος κατέλαβε λύων τὰς φροντίδας τῆς ψυχῆς, | |
| νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα | 063 |
| δυσέκδυτος περιχυθείς· πάνυ γὰρ ἐκοπίασε τὰ λαμπρὰ μέλη, | |
| Ἕκτορ' ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν· | 064 |
| τὸν Ἕκτορα διώκων πρὸς τὴν ὑψηλὴν Ἴλιον· | |
| ἦλθε δ' ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο | 065 |
| ἐπῆλθε δὲ ἡ ψυχὴ τοῦ ἀθλίου Πατρόκλου παρομοία | |
| πάντ' αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ' ἐϊκυῖα | 066 |
| αὐτῷ καὶ κατὰ τὸ μέγεθος καὶ κατὰ τὸ περικαλλὲς πρόσωπον | |
| καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο· | 067 |
| καὶ τὴν φωνήν, καὶ τοιαῦτα περὶ τὸ σῶμα ἱμάτια ἦν ἐνδεδυμένη· | |
| στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν· | 068 |
| ἔστη δὲ ἄνωθεν ἐκ τῆς κεφαλῆς καὶ εἶπε πρὸς αὐτὸν λόγον. | |
| εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ. | 069 |
| ὑπνώττεις; ἐμοῦ δὲ ἐπιλελησμένος ὑπάρχεις, ὦ Ἀχιλλεῦ; | |
| οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος· | 070 |
| οὐ μὴν ἐμοῦ ζῶντος ἠφροντίστεις καὶ ἠμέλεις, ἀλλ᾽ ἀποθανόντος. | |
| θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω. | 071 |
| θάψον με ὅτι τάχος, ὅπως περάσω τὰς πύλας τοῦ ᾅδου· | |
| τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων, | 072 |
| πόρρω γάρ με ἀπείργουσι καὶ κωλύουσι διελθεῖν αἱ ψυχαὶ τὰ εἴδωλα τῶν ἀποθανόντων, | |
| οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν, | 073 |
| οὐδέ με συμμίξαι πω ἀφιᾶσιν πέραν τοῦ ποταμοῦ. | |
| ἀλλ' αὔτως ἀλάλημαι ἀν' εὐρυπυλὲς Ἄϊδος δῶ. | 074 |
| ἀλλ᾽ οὕτω πλανῶμαι κατὰ τὸν οἶκον τοῦ Ἅιδου τὸν τὰς πλατείας ἔχοντα πύλας· | |
| καί μοι δὸς τὴν χεῖρ'· ὀλοφύρομαι, οὐ γὰρ ἔτ' αὖτις | 075 |
| καί μοι δὸς τὴν χεῖρα ἵνα ἀνακλαύσωμαι· οὐκέτι γὰρ αὖθις | |
| νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε. | 076 |
| ἐπανέλθω ἐκ τοῦ ᾅδου ἐπειδάν μοι πυρὸς μεταδῶτε· | |
| οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων | 077 |
| οὐ γάρ τοι ζῶντες πόρρωθεν τῶν ἀγαπητῶν φίλων | |
| βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλ' ἐμὲ μὲν κὴρ | 078 |
| καθεζόμενοι βουλὰς βουλευσόμεθα. ἀλλ᾿ ἐμὲ μὲν | |
| ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ· | 079 |
| ἡ θανατηφόρος μοῖρα κατέπιεν ἡ μισητή, ἥτις με ἔλαχε γεννώμενόν γε· | |
| καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ, | 080 |
| καὶ δὴ καὶ σοὶ αὐτῷ εἵμαρτο, ὦ Θεοῖς ὅμοιε Ἀχιλλεῦ, | |
| τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι. | 081 |
| ὑπὸ τῷ τείχει τῶν εὐγενῶν Τρῴων ἀναιρεθῆναι. | |
| ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι· | 082 |
| ἄλλο δέ σοι λέξω καὶ παραγγελῶ ἐάν μοι πείθῃ· | |
| μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ' Ἀχιλλεῦ, | 083 |
| μὴ καταθεῖναι τὰ ἐμὰ ὀστέα πόρρω τῶν σῶν Ἀχιλλεῦ, | |
| ἀλλ' ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν, | 084 |
| ἀλλ' ὁμοῦ ὥσπερ ἀνετράφημεν ἐν τοῖς ὑμετέροις οἴκοις, | |
| εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος | 085 |
| ὅτε με μικρὸν ὄντα ὁ Μενοίτιος ἐκ τοῦ Ὀποῦντος | |
| ἤγαγεν ὑμέτερόνδ' ἀνδροκτασίης ὕπο λυγρῆς, | 086 |
| ἤγαγεν εἰς τὸν ὑμέτερον οἶκον ὑπὸ τῆς χαλεπῆς παιδοφονίας | |
| ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος | 087 |
| τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτε ἀνεῖλον τὸν παῖδα τοῦ Ἰφιδάμαντος, | |
| νήπιος οὐκ ἐθέλων ἀμφ' ἀστραγάλοισι χολωθείς· | 088 |
| ὁ ἀνόητος, ἄκων καὶ μὴ βουλόμενος, ὀργισθεὶς ἕνεκα τῶν ἀστραγάλων· | |
| ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς | 089 |
| ὅπου δεξάμενός με ἐν τοῖς οἴκοις ὁ ἱππικὸς Πηλεύς, | |
| ἔτραφέ τ' ἐνδυκέως καὶ σὸν θεράποντ' ὀνόμηνεν· | 090 |
| ἀνέτρεφεν ἐπιμελῶς, καὶ σὸν θεράποντα ὠνόμασεν· | |
| ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι | 091 |
| οὕτω δὴ καὶ τὰ ὀστᾶ ἡμῶν ἡ αὐτὴ σορὸς περικαλύπτοι | |
| χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ. | 092 |
| ὁ χρυσοῦς ἀμφιφορεύς, ὅν σοι ἔδωκεν ἡ σεβαστὴ μήτηρ. | |
| τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 093 |
| πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ ταχύπους Ἀχιλλεύς. | |
| τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρ' εἰλήλουθας | 094 |
| τί δήποτέ μοι, ὦ αἰδεσιμωτάτη κεφαλή, ἐνθάδε ἀφίκου, | |
| καί μοι ταῦτα ἕκαστ' ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι | 095 |
| καί μοι ταῦτα πάντα ἐντέλλῃ καὶ ἐπιτάττεις. ἐγὼ δέ σοι | |
| πάντα μάλ' ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις. | 096 |
| πάντα πάνυ πληρώσω καὶ ὑπακούσομαι, καθάπερ σὺ ἐπιτάττεις. | |
| ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε | 097 |
| ἀλλά μοι πλησίον γενοῦ, ἵνα καίπερ ἐπ' ὀλίγον, περιβαλόντες | |
| ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο. | 098 |
| ἀλλήλους ὀλεθρίου ἀπολαύσωμεν θρήνου· | |
| ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν | 099 |
| οὕτω δὴ εἰπὼν ἐξέτεινε τὰς ἀγαπητὰς χεῖρας, | |
| οὐδ' ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς | 100 |
| οὐκ ἔλαβε δέ. ἡ γάρ τοι ψυχὴ ὑπὸ τὴν γῆν καθάπερ καπνὸς | |
| ᾤχετο τετριγυῖα· ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεὺς | 101 |
| ἀπῆλθεν, ἐλεεινῶς βοῶσα. ἐκπλαγεὶς ἀνώρμησεν ὁ Ἀχιλλεύς, | |
| χερσί τε συμπλατάγησεν, ἔπος δ' ὀλοφυδνὸν ἔειπεν· | 102 |
| καὶ ταῖς χερσὶ συνεκρότησε καὶ κτύπον ἀπετέλεσε, λόγον δὲ θρηνητικὸν εἶπε. | |
| ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι | 103 |
| φεῦ φεῦ. ὄντως δή τις ἔστι καὶ ἐν τοῖς οἴκοις τοῦ Ἅιδου | |
| ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν· | 104 |
| ψυχὴ καὶ εἴδωλον, σῶμα δὲ οὐδόλως ἔχει· | |
| παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο | 105 |
| δι᾽ ὅλης γὰρ τῆς νυκτός μοι ἡ τοῦ ἀθλίου Πατρόκλου | |
| ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε, | 106 |
| ψυχὴ παρίστατο θρηνοῦσα τε καὶ ὀδυρομένη, | |
| καί μοι ἕκαστ' ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ. | 107 |
| καί μοι πάντα ἐπέταττεν· ὁμοία δὲ ἦν αὐτῷ πρὸς ὑπερβολήν. | |
| ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο· | 108 |
| οὕτως εἶπε· τούτοις δὲ ἅπασι διήγειρεν ἐπιθυμίαν θρήνου· | |
| μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς | 109 |
| κλαίουσι δὲ τούτοις ἐφάνη ἡ ῥοδόχρους καὶ περικαλλὴς ἡμέρα | |
| ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων | 110 |
| περὶ τὸν ἄθλιον καὶ οἰκτρὸν νεκρόν· ὁ βασιλεὺς δὲ Ἀγαμέμνων | |
| οὐρῆάς τ' ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην | 111 |
| τοὺς οὐρέας παρώξυνε καὶ τοὺς ἄνδρας ἄξειν ξύλα, | |
| πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δ' ἀνὴρ ἐσθλὸς ὀρώρει | 112 |
| πανταχόθεν ἐκ τῶν σκηνῶν· ἀνὴρ δὲ γενναῖος διανέστη | |
| Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος. | 113 |
| ὁ Μηριόνης ὁ θεράπων τοῦ ἀνδρείου Ἰδομενέως· | |
| οἳ δ' ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες | 114 |
| οὗτοι δὲ ἐπορεύοντο ἔχοντες ἐν ταῖς χερσὶ τοὺς δενδροτόμους πελέκεις, | |
| σειράς τ' εὐπλέκτους· πρὸ δ' ἄρ' οὐρῆες κίον αὐτῶν. | 115 |
| καὶ τὰς καλῶς πεπλεγμένας σχοίνους. ἔμπροσθεν δὲ αὐτῶν ἐπορεύοντο οἱ οὐρεῖς, | |
| πολλὰ δ' ἄναντα κάταντα πάραντά τε δόχμιά τ' ἦλθον· | 116 |
| πολλὰ δὲ ἀνάντη κατάντη καὶ ὁμαλὰ καὶ πλάγια διῆλθον· | |
| ἀλλ' ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης, | 117 |
| ἀλλ᾿ ὁπηνίκα ἔφθασαν εἰς τὰς τῶν ὁρῶν προβάσεις τῆς πολλὰς πηγὰς ἐχούσης Ἴδης, | |
| αὐτίκ' ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ | 118 |
| παραχρῆμα δὴ δρῦς ὑψηλὰς σιδήρῳ ὀξεῖ καὶ ἠκονημένῳ | |
| τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι | 119 |
| ἔκοπτον ἐπειγόμενοι· αὗται δὲ μεγάλως κτυποῦσαι | |
| πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ | 120 |
| κατέπιπτον· ταύτας μὲν οὖν διασχίζοντες οἱ Ἕλληνες | |
| ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο | 121 |
| ἐξῆπτον τῶν ἡμιόνων· αὗται δὲ τοῖς ποσὶν ἐμερίζοντο τὴν γῆν καὶ ἐπορεύοντο | |
| ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά. | 122 |
| ἐπιθυμοῦσαι τοῦ πεδίου καὶ τῶν συνεχῶν φριγάνων | |
| πάντες δ' ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει | 123 |
| πάντες δὲ οἱ τὰ δένδρα κόπτοντες κορμούς ἔφερον· οὕτω γὰρ προσέταξε | |
| Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος. | 124 |
| Μηριόνης ὁ θεράπων τοῦ ἀνδρείου Ἰδομενέως, | |
| κὰδ δ' ἄρ' ἐπ' ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθ' ἄρ' Ἀχιλλεὺς | 125 |
| κατἔβαλον δὲ ἐπὶ τοῦ αἰγιαλοῦ ἐφεξῆς κατὰ τάξιν, ὅπου δὴ ὁ Ἀχιλλεὺς | |
| φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ. | 126 |
| διενοήσατο γενέσθαι μέγα μνημεῖον τῷ τε Πατρόκλῳ καὶ ἑαυτῷ. | |
| αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην | 127 |
| ἐπεὶ δὲ πανταχοῦ κατέβαλον τὰ πλεῖστα ξύλα, | |
| ἥατ' ἄρ' αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς | 128 |
| ἐκάθηντο δὴ αὐτόθι παραμένοντες ἠθροισμένοι· ὁ Ἀχιλλεὺς δὲ | |
| αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε | 129 |
| παραχρῆμα τοῖς πολεμικοῖς καὶ ἀνδρείοις Μυρμιδόσιν ἐπέταξε | |
| χαλκὸν ζώννυσθαι, ζεῦξαι δ' ὑπ' ὄχεσφιν ἕκαστον | 130 |
| ζώννυσθαι τὸν σίδηρον καὶ ὁπλίζεσθαι, καὶ συνδυάσαι ὑπὸ τοῖς ὀχήμασιν ἕκαστον | |
| ἵππους· οἳ δ' ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον, | 131 |
| τοὺς ἵππους· οὗτοι δὲ διανίσταντο καὶ ἐνεδύοντο τὰ ὅπλα | |
| ἂν δ' ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε, | 132 |
| ἀνέβησαν δὲ εἰς τοὺς δίφρους οἵ τε ἐπὶ τῶν ἁρμάτων πολεμοῦντες καὶ οἱ τὰς ἡνίας κατέχοντες. | |
| πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν | 133 |
| ἔμπροσθεν μὲν οὖν οἱ ἱππεῖς μετ᾿ αὐτοὺς δὲ ἠκολούθει τὸ πλῆθος τῶν πεζῶν | |
| μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι. | 134 |
| πλεῖστοι· ἐν τῷ μέσῳ δὲ ἔφερον τὸν Πάτροκλον οἱ φίλοι, | |
| θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον | 135 |
| ταῖς θριξὶ δὲ πάντα τὸν νεκρὸν κατεκάλυπτον, ἃς κατέβαλλον ἐπ᾿ αὐτῷ | |
| κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς | 136 |
| τέμνοντες αὐτάς, ὄπισθεν δὲ ἀνεῖχε τὴν κεφαλὴν ὁ ἐνδοξότατος Ἀχιλλεὺς | |
| ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπ' Ἄϊδος δέ. | 137 |
| λυπούμενος· τὸν γὰρ ἀμώμητον φίλον ἔπεμπεν εἰς Ἅιδου· | |
| οἳ δ' ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδ' Ἀχιλλεὺς | 138 |
| οὗτοι δέ, ὁπηνίκα ἀφίκοντο παρὰ τὸν τόπον, ὅπου αὐτοῖς διετάξατο ὁ Ἀχιλλεύς, | |
| κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην. | 139 |
| κατέθηκαν. ταχέως δὲ αὐτῷ τὴν πρέπουσαν ὕλην ἐσόρευον. | |
| ἔνθ' αὖτ' ἄλλ' ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· | 140 |
| τότε δὲ ἄλλα διενοήθη πράττειν ὁ ἐνδοξότατος ταχύπους Ἀχιλλεύς· | |
| στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην, | 141 |
| στὰς πόρρωθεν τοῦ πυρὸς ἀπέτεμε τὴν ξανθὴν κόμην, | |
| τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν· | 142 |
| ἣν δὴ ἔτρεφε περικαλλῆ καὶ ἀκμαίαν Σπερχειῷ τῷ ποταμῷ. | |
| ὀχθήσας δ' ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον· | 143 |
| στενάξας δὲ εἶπε θεασάμενος ἐπὶ τὸν μελανόχρουν πόντον. | |
| Σπερχεί' ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς | 144 |
| ὦ Σπερχειέ, εἰκῆ καὶ μάτην ηὔξατο σοί γε ὁ Πηλεύς. | |
| κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν | 145 |
| ἐκεῖσέ με ὑποστρέψαντα εἰς τὴν ἀγαπητὴν γῆν τὴν πατρίδα· | |
| σοί τε κόμην κερέειν ῥέξειν θ' ἱερὴν ἑκατόμβην, | 146 |
| σοί τε τὰς τῆς κεφαλῆς τρίχας ἀποκόψειν, καὶ θυσίαν ἁγίαν ποιήσειν | |
| πεντήκοντα δ' ἔνορχα παρ' αὐτόθι μῆλ' ἱερεύσειν | 147 |
| πεντήκοντα δὲ ὄρχεις ἔχοντα πρόβατα αὐτόθι θύσειν | |
| ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις. | 148 |
| παρὰ τὰς πηγάς· ὅπου σοι ὁ ἀνατεθειμένος τόπος, καὶ ὁ εὐώδης ναός· | |
| ὣς ἠρᾶθ' ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας. | 149 |
| οὕτως εὔχετο ὁ γέρων· σὺ δὲ αὐτῷ τὴν βούλησιν οὐκ ἐτελείωσας· | |
| νῦν δ' ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν | 150 |
| νυνὶ δὲ ἐπειδὴ οὐκ ἐπανέρχομαι εἰς τὴν ἀγαπητὴν γῆν τὴν πατρίδα, | |
| Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι. | 151 |
| τῷ ἥρωι Πατρόκλῳ τὰς τρίχας παρέχω. | |
| ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο | 152 |
| οὕτως εἰπών, ἐν ταῖς χερσὶ τοῦ ἀγαπητοῦ φίλου τὰς τρίχας | |
| θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο. | 153 |
| ἔθηκε· τούτοις δὲ ἅπασι διήγειρε θρήνου ἐπιθυμίαν· | |
| καί νύ κ' ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο | 154 |
| καὶ δὴ ἂν ὀλοφυρομένοις κατέδυ τὸ φῶς τοῦ ἡλίου, | |
| εἰ μὴ Ἀχιλλεὺς αἶψ' Ἀγαμέμνονι εἶπε παραστάς· | 155 |
| εἰ μὴ ταχέως παραγενόμενος ὁ Ἀχιλλεὺς εἶπε τῷ Ἀγαμέμνονι· | |
| Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν | 156 |
| ὦ υἱὲ τοῦ Ἀτρέως, σοὶ μὲν μᾶλλον τῶν ἄλλων ὁ τῶν Ἑλλήνων στρατὸς | |
| πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι, | 157 |
| πεισθήσονται λόγοις, τοῦ μὲν θρήνου δυνατόν ἐστιν ἐμπλησθῆναι καὶ ὕστερον· | |
| νῦν δ' ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι | 158 |
| νῦν δὲ διαμέρισον αὐτοὺς ἀπὸ τῆς πυρᾶς καὶ δεῖπνον κέλευσον | |
| ὅπλεσθαι· τάδε δ' ἀμφὶ πονησόμεθ' οἷσι μάλιστα | 159 |
| εὐτρεπίσαι· ταῦτα δὲ διαπραξόμεθα, οἷς μάλιστα | |
| κήδεός ἐστι νέκυς· παρὰ δ' οἵ τ' ἀγοὶ ἄμμι μενόντων. | 160 |
| ταφῆς ἐστιν ἄξιος ὁ νεκρός· παραμενέτωσαν δὲ ἡμῖν οἱ ἡγεμόνες. | |
| αὐτὰρ ἐπεὶ τό γ' ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, | 161 |
| ἐπεὶ δὲ τοῦτο ἤκουσεν ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων | |
| αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας, | 162 |
| παραχρῆμα δὲ τὸν λαὸν ὃν μὲν διεμέρισεν ἐπὶ τὰς ἴσας ναῦς· | |
| κηδεμόνες δὲ παρ' αὖθι μένον καὶ νήεον ὕλην, | 163 |
| οἱ στρατηγοί δὲ αὐτόθι παρέμενον καὶ ἐσόρευον τὰ ξύλα· | |
| ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα, | 164 |
| ἐποίησαν δὲ πυρκαϊὰν ποδῶν ἑκατὸν τῇδε κἀκεῖσε· | |
| ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ. | 165 |
| ἐν δὲ τῷ ἀνωτάτω, αὐτῆς μέρει, κατέθηκαν τὸν νεκρὸν λυπούμενοι κατὰ ψυχήν· | |
| πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς | 166 |
| πολλὰ δὲ πιόνα πρόβατα, καὶ βοῦς συστρέφοντας ἐν τῷ πορεύεσθαι τοὺς πόδας, καὶ περικεκαμμένα τα κέρατα ἔχοντας, | |
| πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δ' ἄρα πάντων | 167 |
| ἔμπροσθεν τῆς πυρκαϊᾶς ἐξέδερόν τε καὶ ἐμέλιζον· ἐκ πάντων δὲ | |
| δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς | 168 |
| τὸ λίπος λαβὼν περιεκάλυψε τὸν νεκρὸν ὁ μεγαλόψυχος Ἀχιλλεύς, | |
| ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει. | 169 |
| ἐκ τῆς κεφαλῆς μέχρι τῶν ποδῶν· περὶ αὐτὸν καὶ σώματα ἐκδεδαρμένα ἐσόρευσεν. | |
| ἐν δ' ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας | 170 |
| ἐνέθηκε δὲ μέλιτος καὶ πιμελῆς πίθους | |
| πρὸς λέχεα κλίνων· πίσυρας δ' ἐριαύχενας ἵππους | 171 |
| πρὸς τὴν στρωμνὴν παρακλίνων. τέσσαρας δὲ μεγαλαύχενας ἵππους | |
| ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων. | 172 |
| ἐσπευσμένως ἐνέβαλεν εἰς τὸ πῦρ, μεγάλως στενάζων. | |
| ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν, | 173 |
| ἐννέα τῷ βασιλεῖ Ἀχιλλεῖ κύνες παρεστῶτες τῇ τραπέζῃ ὑπῆρχον· | |
| καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας, | 174 |
| καὶ δὴ καὶ τούτων δύο ἀποκεφαλίσας ἐνέβαλεν εἰς τὸ πῦρ. | |
| δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς | 175 |
| δώδεκα δὲ γενναίους υἱοὺς τῶν μεγαλοψύχων Τρῴων | |
| χαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα· | 176 |
| σιδήρῳ ἀποκτείνων ἐνέβαλε. κακὰ δὲ διενοεῖτο ποιεῖν κατὰ διάνοιαν. | |
| ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο. | 177 |
| ἐνέβαλε δὲ τὴν τοῦ πυρὸς ἰσχυροτάτην δύναμιν, ὅπως ἅπαντα καταφάγοι· | |
| ᾤμωξέν τ' ἄρ' ἔπειτα, φίλον δ' ὀνόμηνεν ἑταῖρον· | 178 |
| ἐστέναξε δὲ μετέπειτα καὶ τὸν ἀγαπητὸν ὠνόμασε φίλον· | |
| χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι· | 179 |
| χαῖρέ μοι, ὦ Πάτροκλε, καὶ ἐν τοῖς οἴκοις τοῦ Ἅιδου. | |
| πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην, | 180 |
| πάντα γὰρ ἤδη σοι τελῶ, ἅπερ τὸ πρὶν ὑπεσχόμην· | |
| δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς | 181 |
| δώδεκα μὲν γενναίους υἱοὺς τῶν μεγαλοψύχων Τρῴων, | |
| τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· Ἕκτορα δ' οὔ τι | 182 |
| τούτους σὺν σοὶ ἅπαντας καταναλίσκει τὸ πῦρ. Ἕκτορα δὲ οὐδαμῶς | |
| δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν. | 183 |
| παραδώσω τὸν τοῦ Πριάμου τῷ πυρὶ κατεσθίειν, ἀλλὰ τοῖς κυσίν. | |
| ὣς φάτ' ἀπειλήσας· τὸν δ' οὐ κύνες ἀμφεπένοντο, | 184 |
| οὕτως εἶπε διατεινάμενος· τοῦτον οὐ κύνες ἐσπάρασσον, | |
| ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη | 185 |
| ἀλλὰ τοὺς μὲν κύνας ἀπεσόβει ἡ τοῦ Διὸς θυγάτηρ Ἀφροδίτη | |
| ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ | 186 |
| νύκτωρ καὶ μεθημέραν· ἔχριε δὲ ἐλαίῳ εὐώδει | |
| ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων. | 187 |
| θείῳ· ὅπως μὴ αὐτὸν καταγέοι ἕλκων καὶ ἐπισύρων· | |
| τῷ δ' ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων | 188 |
| μέλαν δὲ νέφος ἐπήγαγεν αὐτῷ ὁ λαμπρότατος Ἀπόλλων | |
| οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα | 189 |
| ἐκ τοῦ οὐρανοῦ εἰς τὸ πεδίον, περιεκάλυψε δὲ τὸν τόπον ἅπαντα, | |
| ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο | 190 |
| ὅσον περιεῖχεν ὁ νεκρός· μὴ πρότερον ἡ τοῦ ἡλίου δύναμις | |
| σκήλει' ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν. | 191 |
| σκελετῶδες καὶ καταξηρὸν ποιήσειεν τὸ σῶμα, νεύροις τε καὶ μέλεσιν. | |
| οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος· | 192 |
| οὐδὲ ἡ πυρκαϊὰ ἐκαίετο τοῦ ἀποθανόντος Πατρόκλου. | |
| ἔνθ' αὖτ' ἀλλ' ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· | 193 |
| τότε τοίνυν ἄλλα διενοήθη ὁ ἐνδοξότατος ταχύπους Ἀχιλλεὺς | |
| στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτ' ἀνέμοισι | 194 |
| στὰς πόρρωθεν τῆς πυρκαϊᾶς εὔχετο τοῖς δυσὶν ἀνέμοις, | |
| Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά· | 195 |
| τῷ Βορέᾳ καὶ τῷ Ζεφύρῳ. καὶ ὑπέσχετο θυσίας καλάς· | |
| πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν | 196 |
| πάνυ δὲ καὶ λείβων διὰ τοῦ χρυσοῦ ποτηρίου παρεκάλει αὐτοὺς | |
| ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί, | 197 |
| ἀφικέσθαι, ὅπως ὡς τάχος τῇ πυρκαϊᾷ κατακαύσειαν τὸν νεκρόν, | |
| ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις | 198 |
| καὶ ξύλα ἐπειχθεῖεν καῆναι. ἡ ταχεῖα δὲ Ἶρις | |
| ἀράων ἀΐουσα μετάγγελος ἦλθ' ἀνέμοισιν. | 199 |
| ἀκούουσα τῶν εὐχῶν ἐπῆλθεν ἄγγελος τοῖς ἀνέμοις· | |
| οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον | 200 |
| οὗτοι μὲν οὖν ἠθροισμένοι ἐν τῇ οἰκίᾳ τοῦ χαλεπῶς πνέοντος Ζεφύρου | |
| εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστη | 201 |
| πανδαισίαν εὐωχοῦντο· τρέχουσα δὲ ἡ Ἶρις παρέστη | |
| βηλῷ ἔπι λιθέῳ· τοὶ δ' ὡς ἴδον ὀφθαλμοῖσι | 202 |
| ἐν τῷ λιθίνῳ οὐδῷ· οὗτοι δὲ ὅτε ἐθεάσαντο τοῖς ὀφθαλμοῖς, | |
| πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος· | 203 |
| ἅπαντες ὑπανέστησαν· καὶ ἕκαστος ἐκάλει αὐτὴν πρὸς ἑαυτόν· | |
| ἣ δ' αὖθ' ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον· | 204 |
| αὕτη δὲ καθέζεσθαι μὲν οὐκ ἠθέλησεν. εἶπε δὲ λόγον οὕτως· | |
| οὐχ ἕδος· εἶμι γὰρ αὖτις ἐπ' Ὠκεανοῖο ῥέεθρα | 205 |
| οὐκ ἔστι καιρὸς καθίσεως. ἐπάνειμι γὰρ ἐπὶ τὰ ῥεύματα τοῦ Ὠκεανοῦ | |
| Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσ' ἑκατόμβας | 206 |
| εἰς τὴν γῆν τῶν Αἰθιόπων, ὅπου ποιοῦσι θυσίας | |
| ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν. | 207 |
| τοῖς ἀθανάτοις θεοῖς, ὅπως δὴ καὶ αὐτὴ ἐνευωχηθῶ καὶ μετάσχω τῶν θυσιῶν. | |
| ἀλλ' Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν | 208 |
| ἀλλὰ ὁ Ἀχιλλεὺς Βορέαν καὶ Ζέφυρον τὸν πολύηχον | |
| ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά, | 209 |
| ἀφικέσθαι εὔχεται, καὶ ὑπόσχεται θυσίας καλὰς καὶ προσηκούσας, | |
| ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται | 210 |
| ὅπως τὴν πυρκαϊὰν παρορμήσητε καῆναι, ἐν ᾗ κεῖται | |
| Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί. | 211 |
| Πάτροκλος, ὅν ἅπαντες ἀναστενάζουσι καὶ ὀδύρονται οἱ Ἕλληνες. | |
| ἣ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπεβήσετο, τοὶ δ' ὀρέοντο | 212 |
| αὕτη μὲν οὖν οὕτως εἰποῦσα ἀπῆλθεν. οὗτοι δὲ διανέστησαν | |
| ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν. | 213 |
| σὺν βοῇ μεγίστῃ καὶ θείᾳ τὰ νέφη κλονοῦντες καὶ ταράσσοντες πρότερον· | |
| αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα | 214 |
| ταχέως δὲ ἐπὶ τὴν θάλασσαν ἀφίκοντο πνέειν. διηγέρθη δὲ τὸ κῦμα | |
| πνοιῇ ὕπο λιγυρῇ· Τροίην δ' ἐρίβωλον ἱκέσθην, | 215 |
| ὑπὸ τῆς ὀξείας πνοῆς. ἔφθασαν δὲ εἰς τὴν μεγαλόβωλον καὶ εὔγειον Τροίαν. | |
| ἐν δὲ πυρῇ πεσέτην, μέγα δ' ἴαχε θεσπιδαὲς πῦρ. | 216 |
| ἐνέπεσον δὲ καὶ ἐπέπνευσαν τῇ πυρκαϊᾷ. μεγάλως δὲ ἤχησε τὸ θεσπεσίως καιόμενον πῦρ· | |
| παννύχιοι δ' ἄρα τοί γε πυρῆς ἄμυδις φλόγ' ἔβαλλον | 217 |
| δι ὅλης τοιγαροῦν τῆς νυκτὸς ἔπνεον ὁμοῦ τὴν τῆς πυρκαϊᾶς φλόγα, | |
| φυσῶντες λιγέως· ὃ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς | 218 |
| φυσῶντες ὀξέως· ὁ ταχύπους δὲ Ἀχιλλεὺς δι' ὅλης τῆς νυκτὸς | |
| χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον | 219 |
| ἐκ κρατῆρος χρυσοῦ λαβὼν ποτήριον περιφερὲς | |
| οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν | 220 |
| οἶνον ἀντλῶν εἰς γῆν κατέχεε, ἔβρεχε δὲ τὴν γῆν, | |
| ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο. | 221 |
| τὴν ψυχὴν καλῶν τοῦ ἀθλίου Πατρόκλου. | |
| ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων | 222 |
| ὥσπερ δὲ πατὴρ ὀλοφύρεται καὶ θρηνεῖ καίων τὰ ὀστᾶ τοῦ ἑαυτοῦ παιδὸς | |
| νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας, | 223 |
| τοῦ νυμφίου, ὃς ἀποθανὼν τὰ μάλιστ᾽ ἐλύπησε τοὺς ἀθλίους γονέας, | |
| ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων, | 224 |
| οὕτως ὁ Ἀχιλλεὺς ὠλοφύρετο καὶ ἐθρήνει καίων τὰ ὀστᾶ του φίλου, | |
| ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων. | 225 |
| προσερχόμενος τῇ πυρᾷ, πυκνῶς ἀναστενάζων. | |
| ἦμος δ' ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν, | 226 |
| ἡνίκα δὲ ὁ κατὰ τὴν ἡμέραν ἐπιτέλλων ἀστὴρ ἔρχεται λέξων τὸ φῶς ἐπὶ τὴν γῆν, | |
| ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς, | 227 |
| ὃν ἡ κροκόχρους καὶ περικαλλὴς ἡμέρα διαχεῖται ὑπὲρ τῆς θαλάσσης, | |
| τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ. | 228 |
| τηνικαῦτα τὸ πῦρ ἐσβέννυτο καὶ ἡ φλόξ ἔληξεν. | |
| οἳ δ' ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι | 229 |
| οἱ ἄνεμοι δὲ ἐπανῆλθον εἰς τὸν οἶκον πορεύεσθαι | |
| Θρηΐκιον κατὰ πόντον· ὃ δ' ἔστενεν οἴδματι θύων. | 230 |
| διὰ τοῦ Θρᾳκικοῦ πόντου· οὗτος δὲ ἤχει ῥεύμασι σφοδρῶς κινούμενος. | |
| Πηλεΐδης δ' ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς | 231 |
| ὁ τοῦ Πηλέως δὲ ἀπὸ τῆς πυρᾶς ἐπ᾿ ἄλλο μέρος ἀποχωρισθείς, | |
| κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν· | 232 |
| πάνυ κοπιάσας κατεκλίθη· τάχιστα δ᾽ ἐπῆλθεν ὕπνος γλυκύς. | |
| οἳ δ' ἀμφ' Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο· | 233 |
| οἱ δὲ περὶ τὸν υἱὸν τοῦ Ἀτρέως ὁμοῦ πάντες ἠθροίζοντο. | |
| τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν, | 234 |
| τούτων προσιόντων, ἡ βοὴ καὶ ὁ κτύπος ἀφύπνιζεν αὐτόν. | |
| ἕζετο δ' ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν· | 235 |
| ἐκάθισε δὲ ἀνορθωθείς. καὶ λόγον εἶπε πρὸς αὐτούς· | |
| Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν, | 236 |
| ὦ υἱοὶ τοῦ Ἀτρέως καὶ ἄλλοι πάντες ἀριστεῖς τῶν Ἑλλήνων, | |
| πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατ' αἴθοπι οἴνῳ | 237 |
| πρῶτον μὲν κατασβέσατε τὸ πῦρ οἴνῳ καυστικῷ | |
| πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα | 238 |
| ἅπαν, καθ᾽ ὅσον περιέσχεν ἡ τοῦ πυρὸς δύναμις· μετὰ ταῦτα δὲ | |
| ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν | 239 |
| συλλέγωμεν τὰ ὀστᾶ Πατρόκλου τοῦ υἱοῦ τοῦ Μενοιτίου, | |
| εὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται· | 240 |
| καλῶς ἐπιγινώσκοντες· αὐτὰ διάδηλα γὰρ ὑπάρχουσιν· | |
| ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δ' ἄλλοι ἄνευθεν | 241 |
| ἐν τῷ μέσῳ γὰρ ἔκειτο τῆς πυρκαϊᾶς· οὗτοι ἄλλοι δὲ πόρρωθεν | |
| ἐσχατιῇ καίοντ' ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες. | 242 |
| ἐν τῷ κατωτάτῷ μέρει ἐκαίοντο ὁμοῦ οἵ τε ἵπποι καὶ οἱ ἄνδρες. | |
| καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ | 243 |
| καὶ ταῦτα μὲν ἐν χρυσῇ φιάλῃ καὶ πιμελῇ διπτύχῳ | |
| θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι. | 244 |
| θῶμεν· ἕως ἂν αὐτὸς ἐγὼ ἐναποκρυφθῶ εἰς τὸν ᾅδην. | |
| τύμβον δ' οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα, | 245 |
| τάφον δὲ οὐ πάνυ πολλῶν ποιεῖν ἐγὼ κελεύω. | |
| ἀλλ' ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ | 246 |
| ἀλλὰ σύμμετρον οὕτω· μετὰ ταῦτα δὲ καὶ τοῦτον Ἕλληνες | |
| εὐρύν θ' ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖο | 247 |
| πλατύν τε καὶ ὑψηλὸν ποιείτωσαν· οἳ ἂν ἐμοῦ | |
| δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε. | 248 |
| ὕστερον ἐν ταῖς πολυκαθέδροις ναυσὶν ὑπολείπησθε. | |
| ὣς ἔφαθ', οἳ δ' ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι. | 249 |
| οὕτως εἶπεν· οὗτοι δὲ ὑπήκουσαν τῷ ταχύποδι υἱῷ τοῦ Πηλέως. | |
| πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ | 250 |
| πρῶτον μὲν τὴν πυρὰν κατέσβεσαν οἴνῳ θερμῷ, | |
| ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη· | 251 |
| ὅσον ἐπέσχεν ἡ φλόξ. πλείστη δὲ κατέπεσε τέφρη· | |
| κλαίοντες δ' ἑτάροιο ἐνηέος ὀστέα λευκὰ | 252 |
| κλαίοντες δὲ τὰ λευκὰ ὀστᾶ τοῦ ἐπιεικοῦς καὶ προσηνοῦς φίλου | |
| ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν, | 253 |
| συνέλεγον εἰς τὸ λεβητοειδὲς ἀγγεῖον καὶ τὴν δίπτυχον πιμελήν. | |
| ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν· | 254 |
| καταθέντες δ᾽ ἐν τῇ σκηνῇ περιεκάλυψαν αὐτὰ λεπτῷ ὑφάσματι. | |
| τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο | 255 |
| προδιεγράψαντο δὲ κυκλοτερῶς τὸ μνημεῖον. καὶ τὰ θεμέλια κατεβάλοντο | |
| ἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν, | 256 |
| ἔμπροσθεν περὶ τὴν πυρκαϊάν. εὐθέως δὲ χωστὴν γῆν ἐπέχεαν· | |
| χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺς | 257 |
| χέαντες δὲ τὸ μνημεῖον ὑπέστρεψαν. ὁ Ἀχιλλεὺς δὲ | |
| αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα, | 258 |
| αὐτόθι τὸν στρατὸν κατέσχε καὶ ἐκάθισεν αὐτοὺς εἰς τόν, ἐν ᾧ ἀγωνίζονται εὐρύχωρον τόπον· | |
| νηῶν δ' ἔκφερ' ἄεθλα λέβητάς τε τρίποδάς τε | 259 |
| ἐξήνεγκε δὲ τῶν νεῶν ἆθλα· λέβητας καὶ τρίποδας | |
| ἵππους θ' ἡμιόνους τε βοῶν τ' ἴφθιμα κάρηνα, | 260 |
| καὶ ἵππους καὶ ἡμιόνους, καὶ βοῶν ἰσχυρὰς κεφαλάς, | |
| ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον. | 261 |
| καὶ γυναῖκας καλλιζώνους καὶ εὐειματούσας, καὶ σίδηρον λευκόν. | |
| ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλά' ἄεθλα | 262 |
| τοῖς ἱππεῦσι μὲν οὖν πρῶτον τοῖς ταχύποσι λαμπρὰ ἔπαθλα | |
| θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν | 263 |
| ἔθηκε· γυναῖκα λαβεῖν, ἀμώμητα ἔργα ἐπισταμένην, ἤγουν τεχνῆτιν, | |
| καὶ τρίποδ' ὠτώεντα δυωκαιεικοσίμετρον | 264 |
| καὶ τρίποδα ὦτα ἔχοντα, δύο καὶ εἴκοσι χωροῦντα | |
| τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν | 265 |
| τῷ πρώτῳ νικητῇ. τῷ δευτέρῳ δὲ ἵππον ἔθηκεν | |
| ἑξέτε' ἀδμήτην βρέφος ἡμίονον κυέουσαν· | 266 |
| ἐτῶν ἐξ· μήπω δεδαμασμένην· ἔμβριον ἡμίονον ἐντὸς ἔχουσαν· | |
| αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα | 267 |
| τῷ τρίτῳ δὲ κατέθηκε λέβητα μήπω εἰς τὸ πῦρ βεβλημένον | |
| καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτ' αὔτως· | 268 |
| περικαλλῆ, τέσσαρα μέτρα χωροῦντα, λευκὸν ἔτι καὶ καθαρὸν οὕτω. | |
| τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα, | 269 |
| τῷ τετάρτῳ δὲ ἔθηκε δύο τάλαν τὰ χρυσοῦ· | |
| πέμπτῳ δ' ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε. | 270 |
| τῷ πέμπτῳ δὲ κατέθηκε φιάλην ἀμφοτέρωθεν θέσιν ἔχουσαν, μήπω εἰς πῦρ βεβλημένην. | |
| στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· | 271 |
| ἔστη δὲ ὀρθὸς καὶ λόγον ἐν τοῖς Ἕλλησιν εἶπεν. | |
| Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ | 272 |
| ὦ υἱοὶ τοῦ Ἀτρέως καὶ ἄλλοι ἀριστεῖς τῶν πάντων Ἑλλήνων, | |
| ἱππῆας τάδ' ἄεθλα δεδεγμένα κεῖτ' ἐν ἀγῶνι. | 273 |
| τάδε τὰ ἔπαθλα κεῖνται ἐν τῷ ἀγῶνι προσδεχόμενα ἱππέας· | |
| εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ | 274 |
| εἰ μὲν οὖν ἐπ' ἄλλῳ ἀγωνιζοίμεθα οἱ Ἕλληνες, | |
| ἦ τ' ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην. | 275 |
| ὄντως ἂν αὐτὸς τὰ πρῶτα εἰληφὼς ἤνεγκα ἐπὶ τὴν σκηνήν· | |
| ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι· | 276 |
| οἴδατε γὰρ ὁπόσον ὑπερβάλλουσιν ἀρετῇ οἱ ἐμοὶ ἵπποι· | |
| ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρ' αὐτοὺς | 277 |
| ἀθάνατοι γὰρ ὑπάρχουσιν, ὁ Ποσειδῶν δὲ παρέσχετο αὐτοὺς | |
| πατρὶ ἐμῷ Πηλῆϊ, ὃ δ' αὖτ' ἐμοὶ ἐγγυάλιξεν. | 278 |
| Πηλεῖ τῷ ἐμῷ πατρί, οὗτος δ᾽ ἐμοὶ ἐδωρήσατο. | |
| ἀλλ' ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι· | 279 |
| ἀλλ' ἐγὼ μὲν παραμενῶ καὶ οἱ μονώνυχες ἵπποι· | |
| τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο | 280 |
| τοιούτου γὰρ ἀγαθοῦ καὶ γενναίου ἡνιόχου δύναμιν ἀπέβαλον | |
| ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον | 281 |
| ἐπιεικοῦς καὶ πρᾴου, ὅς αὐτοῖς πάνυ πολλάκις ἔλαιον ὑγρὸν | |
| χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ. | 282 |
| κατέχεε τῶν χαιτῶν, καὶ ἔχρισεν αὐτούς, λούσας ὕδατι λευκῷ· | |
| τὸν τώ γ' ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι | 283 |
| τοῦτον οὗτοι ἑστῶτες πενθοῦσι, τῷ ἐδάφει δ᾽ αὐτῶν | |
| χαῖται ἐρηρέδαται, τὼ δ' ἕστατον ἀχνυμένω κῆρ. | 284 |
| αἱ χαῖται ἐπίκεινται· οὗτοι δὲ μένουσι λυπούμενοι κατὰ ψυχήν. | |
| ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν | 285 |
| οἱ ἄλλοι δὲ πορεύεσθε, ὅστις ἐν τῷ στρατῷ τῶν Ἑλλήνων | |
| ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν. | 286 |
| τοῖς τε ἵπποις θαρρεῖ καὶ τοῖς κεκολλημένοις ἅρμασιν· | |
| ὣς φάτο Πηλεΐδης, ταχέες δ' ἱππῆες ἄγερθεν. | 287 |
| οὕτως εἶπεν ὁ τοῦ Πηλέως· οἱ ταχεῖς δὲ ἱππεῖς ἠθροίσθησαν. | |
| ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος | 288 |
| ἠγέρθη μὲν οὖν πολλῷ πρῶτος ὁ βασιλεὺς τῶν ἀνδρῶν Εὔμηλος | |
| Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο· | 289 |
| ὁ ἀγαπητὸς υἱὸς τοῦ Ἀδμήτου, ὃς ἱππικῇ ἐκεκόσμητο· | |
| τῷ δ' ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, | 290 |
| ἐπὶ τούτῳ δὲ ἀνέστη ὁ τοῦ Τυδέως υἱὸς ἰσχυρὸς Διομήδης· | |
| ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτ' ἀπηύρα | 291 |
| τοὺς Τρωικοὺς δὲ ἵππους ὑπῆγεν εἰς τὸν ζυγόν, οὕς ποτε ἀφείλετο | |
| Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων. | 292 |
| τὸν Αἰνείαν, αὐτὸν δὲ ἐρρύσατο καὶ ἔσωσεν ὁ Ἀπόλλων. | |
| τῷ δ' ἄρ' ἐπ' Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος | 293 |
| ἐπὶ τούτῳ δὲ ἀνέστη ὁ τοῦ 'Ἀτρέως υἱὸς ὁ πυρόχρους Μενέλαος | |
| διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους | 294 |
| ὁ ἐνδοξότατος· ἤγαγε δὲ ὑπὸ τὸν ζυγὸν τοὺς ταχεῖς ἵππους, | |
| Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον· | 295 |
| Αἴθην τὴν τοῦ Ἀγαμέμνονος καὶ τὸν ἑαυτοῦ Πόδαργον, | |
| τὴν Ἀγαμέμνονι δῶκ' Ἀγχισιάδης Ἐχέπωλος | 296 |
| ἣν ἔδωκε τῷ Ἀγαμέμνονι Ἐχέπωλος | |
| δῶρ', ἵνα μή οἱ ἕποιθ' ὑπὸ Ἴλιον ἠνεμόεσσαν, | 297 |
| δῶρον, ἵνα μὴ ἀκολουθοίη αὐτῷ ἐπὶ τὴν ὑψηλὴν Ἴλιον, | |
| ἀλλ' αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε | 298 |
| ἀλλ' αὐτόθι καθήμενος ἀγάλλοιτο· μέγαν γὰρ αὐτῷ ἐδωρήσατο | |
| Ζεὺς ἄφενος, ναῖεν δ' ὅ γ' ἐν εὐρυχόρῳ Σικυῶνι· | 299 |
| ὁ Ζεὺς πλοῦτον, κατῴκει δ᾽ οὗτος ἐν τῇ μεγάλῃ Σικυῶνι· | |
| τὴν ὅ γ' ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν. | 300 |
| ταύτην οὗτος ἤγαγεν ὑπὸ τὸν ζυγόν, μεγάλως τοῦ δρόμου ἐπιθυμοῦσαν. | |
| Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθ' ἵππους, | 301 |
| ὁ 'Ἀντίλοχος δὲ τέταρτος ἡτοίμασε τοὺς καλλίτριχας ἵππους | |
| Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος | 302 |
| ὁ τοῦ Νέστορος λαμπρότατος υἱὸς τοῦ μεγαλοψύχου βασιλέως, | |
| τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι | 303 |
| τοῦ υἱοῦ τοῦ Νηλέως, οἳ ἐν τῇ Πύλῳ δὲ ἐτύγχανον γεννηθέντες ἵπποι αὐτοῦ | |
| ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς | 304 |
| ταχύποδες εἷλκον τὸ ἅρμα. ὁ πατὴρ δὲ πλησίον αὐτοῦ παραγενόμενος, | |
| μυθεῖτ' εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ· | 305 |
| παρεκελεύετο εἰς τὸ ἀγαθὸν φρενοῦν αὐτὸν (ἀγαθὰ καὶ ὠφέλιμα λογιζόμενος), καὶ ἐμβιβάζων ἐπιστάμενον καὶ αὐτόν (νοοῦντι καὶ αὐτῷ). | |
| Ἀντίλοχ' ἤτοι μέν σε νέον περ ἐόντ' ἐφίλησαν | 306 |
| ὦ Ἀντίλοχε, φιλοῦσι μέν σε καὶ νέον ὄντα | |
| Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν | 307 |
| ὅ τε Ζεὺς καὶ ὁ Ποσειδῶν, καὶ ἱππικὴν ἐδίδαξαν | |
| παντοίας· τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ· | 308 |
| παντοίαν· δι' ὃ καὶ διδάσκειν σε, οὐ πάνυ γε χρεία· | |
| οἶσθα γὰρ εὖ περὶ τέρμαθ' ἑλισσέμεν· ἀλλά τοι ἵπποι | 309 |
| οἶδας γὰρ καλῶς περὶ τὰ τέρματα συστρέφειν· ἀλλά σοι οἱ ἵπποι | |
| βάρδιστοι θείειν· τώ τ' οἴω λοίγι' ἔσεσθαι. | 310 |
| βραδεῖς εἰσι τρέχειν, δι ὃ δὴ ὑπολαμβάνω δεινὰ καὶ χαλεπὰ ἔσεσθαι. | |
| τῶν δ' ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ | 311 |
| τούτων δὲ οἱ ἵπποι μέν εἰσι ταχύτεροι· οὐ μὴν δ᾽ αὐτοὶ | |
| πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι. | 312 |
| πλείονα ἐπίστανται σοῦ αὐτοῦ βουλεύσασθαι· | |
| ἀλλ' ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ | 313 |
| ἀλλ᾽ ἄγε δὴ σύ, ὦ φίλε, ἔμβαλε εἰς τὴν ψυχὴν βουλὴν | |
| παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα. | 314 |
| παντοίαν, ἵνα μή σε διαφύγωσι τὰ ἔπαθλα· | |
| μήτι τοι δρυτόμος μέγ' ἀμείνων ἠὲ βίηφι· | 315 |
| βουλῇ μέντοι ὁ τὰ δένδρα κόπτων πολλῷ κρείσσων ἢ ἰσχύϊ, | |
| μήτι δ' αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ | 316 |
| βουλῇ δὲ ὁ κυβερνήτης ἐν τῷ μέλανι πόντῳ | |
| νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι· | 317 |
| τὴν ταχεῖαν ναῦν εὐθύνει καὶ ἄγει ἐρεθιζομένην ὑπὸ τῶν ἀνέμων. | |
| μήτι δ' ἡνίοχος περιγίγνεται ἡνιόχοιο. | 318 |
| βουλῇ δὲ καὶ ὁ ἡνίοχος νικᾷ τὸν ἡνίοχον. | |
| ἀλλ' ὃς μέν θ' ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς | 319 |
| ἀλλ᾽ ὅστις μὲν τοῖς ἑαυτοῦ ἵπποις καὶ τοῖς ἅρμασι θαρρῶν | |
| ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα, | 320 |
| ἀπερισκέπτως ἐπὶ πολὺ συστρέφεται τῇδε κἀκεῖσε, | |
| ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει· | 321 |
| οἱ ἵπποι δὲ πλανῶνται κατὰ τὸν δρόμον, οὐδὲ κατέχει ἀυτούς. | |
| ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους, | 322 |
| ὃς δ᾽ ἂν τέχνας εἰδῇ, ἐλαύνων χείρονας ἵππους, | |
| αἰεὶ τέρμ' ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει | 323 |
| ἀεὶ τὸ τέλος ὁρῶν ἐκ τοῦ σύνεγγυς στρέφει τοὺς ἵππους, οὐδὲ λανθάνει αὐτὸν | |
| ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν, | 324 |
| ὅπως τὸ πρῶτον ἐπίσχῃ τοῖς ἐκ βοῶν λώροις· | |
| ἀλλ' ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει. | 325 |
| ἀλλ᾽ ἐλαύνει ἀσφαλῶς καὶ τὸν ἔμπροσθεν τρέχοντα ἐπιτηρεῖ· | |
| σῆμα δέ τοι ἐρέω μάλ' ἀριφραδές, οὐδέ σε λήσει. | 326 |
| σημεῖον δέ σοι λέξω πάνυ διάδηλον, οὐδὲ λαθεῖν σε δυνήσεται· | |
| ἕστηκε ξύλον αὖον ὅσον τ' ὄργυι' ὑπὲρ αἴης | 327 |
| ξύλον ἵσταται ξηρόν, ὅσον ὀργυιὰ ὑπεράνω τῆς γῆς, | |
| ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ, | 328 |
| ἢ δρυὸς ἢ πεύκης· τοῦτο γὰρ οὐ σήπεται ὑπὸ τοῦ ὄμβρου· | |
| λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ | 329 |
| λίθοι δὲ δύο λευκοὶ πρόσκεινται ἑκατέρωθεν αὐτοῦ | |
| ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δ' ἱππόδρομος ἀμφὶς | 330 |
| ἐν ταῖς συμπτώσεσι καὶ τοῖς στενώμασι τῆς ὁδοῦ, ὁμαλὸς δὲ ἱππόδρομος χωρὶς καὶ ἐκτὸς τῆς κενώσεως, | |
| ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος, | 331 |
| ἤτινος μνημεῖον ἀνθρώπου πάλαι ἀποθανόντος, | |
| ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων, | 332 |
| ἢ τοῦτό γε καμπτὴρ ἦν καὶ ἐπὶ τῶν προγενεστέρων ἀνθρώπων· | |
| καὶ νῦν τέρματ' ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς. | 333 |
| καὶ νῦν τὸ τέλος ἐποίησε δρόμου ὁ ἐνδοξότατος ταχύπους Ἀχιλλεύς· | |
| τῷ σὺ μάλ' ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους, | 334 |
| τούτῳ σὺ πάνυ πλησιάσας, ἔλαυνε ἐγγύθεν τοὺς ἵππους καὶ τὸ ἅρμα, | |
| αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ | 335 |
| σὺ δὲ συγκάμφθητι ἐν τῷ καλῶς συνηρμοσμένῳ δίφρῳ | |
| ἦκ' ἐπ' ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον | 336 |
| ἡσύχως ἐπὶ τὰ ἀριστερὰ τούτων· τὸν δὲ δεξιὸν ἵππον | |
| κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν. | 337 |
| κέντρισον βοήσας· χάλασον δὲ αὐτῷ τὰς ἡνίας ταῖς χερσί, | |
| ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω, | 338 |
| πρὸς τὸν καμπτῆρα δέ σοι ὁ ἀριστερὸς ἵππος πλησιασάτω οὕτως, | |
| ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι | 339 |
| ὥστέ σοι τὴν ἔξωθεν περιφάνειαν τοῦ τροχοῦ δόξαι ψαύειν τῆς χοινικίδος | |
| κύκλου ποιητοῖο· λίθου δ' ἀλέασθαι ἐπαυρεῖν, | 340 |
| τοῦ πεποιημένου κύκλου· τῷ λίθῳ δὲ προσεγγύσαι φυλάττου, | |
| μή πως ἵππους τε τρώσῃς κατά θ' ἅρματα ἄξῃς· | 341 |
| μήπως καὶ τοὺς ἵππους τρώσῃς, καὶ τὸ ἅρμα συντρίψῃς· | |
| χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ | 342 |
| χαρὰ δὲ καὶ εὐφροσύνη τοῖς ἄλλοις, ὄνειδος δὲ καὶ κατήφεια σοὶ αὐτῷ | |
| ἔσσεται· ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι. | 343 |
| γένηται· ἀλλ᾽, ὦ φίλε, φρονῶν εὖ, ἔσο πεφυλαγμένος· | |
| εἰ γάρ κ' ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων, | 344 |
| εἰ γὰρ ἐν τῷ καμπτῆρι παρέλθῃς ἐλαύνων καὶ τρέχων, | |
| οὐκ ἔσθ' ὅς κέ σ' ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ, | 345 |
| οὐκ ἔστιν ὃς ἂν καταλάβῃ ἐπιπηδήσας, οὐδὲ ὑπερβῆ· | |
| οὐδ' εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι | 346 |
| οὐδ᾽ ἐὰν ὄπισθεν ἐλαύνῃ Ἀρείονα τὸν ἔνδοξον | |
| Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν, | 347 |
| τοῦ Ἀδράστου ταχὺν ἵππον, ὃς ἐκ θεῶν εἷλκε τὸ γένος, | |
| ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γ' ἔτραφεν ἐσθλοί. | 348 |
| ἢ τοὺς ἵππους τοῦ Λαομέδοντος, οἳ ἐνταῦθα ἀνετράφησαν γενναῖοι. | |
| ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ | 349 |
| ὣς εἰπὼν ὁ τοῦ Νηλέως Νέστωρ ὀπίσω κατὰ χώραν | |
| ἕζετ', ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατ' ἔειπε. | 350 |
| ἐκάθισεν, ἐπειδὴ τῷ ἑαυτοῦ υἱῷ ἑκάστου τέλος ἐδήλωσεν, ἤγουν τὰ ἀπὸ τῆς ἐμπειρίας ἀποβησόμενον. | |
| Μηριόνης δ' ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθ' ἵππους. | 351 |
| Μηριόνης δὲ πέμπτος εὐτρέπισε τοὺς ὡραιότριχας ἵππους. | |
| ἂν δ' ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο· | 352 |
| Ἀνέβησαν δὲ εἰς τοὺς δίφρους, ἐνέβαλον δὲ κλήρους, | |
| πάλλ' Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο | 353 |
| ἐκίνει δὲ ὁ Ἀχιλλεύς, ἐξεπήδησε δὲ ὁ κλῆρος τοῦ υἱοῦ τοῦ Νέστορος, | |
| Ἀντιλόχου· μετὰ τὸν δ' ἔλαχε κρείων Εὔμηλος· | 354 |
| τοῦ Ἀντιλόχου· μετ᾿ αὐτὸν δὲ ἔτυχεν ὁ βασιλεὺς Εὔμηλος· | |
| τῷ δ' ἄρ' ἐπ' Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος, | 355 |
| ἐπ᾿ αὐτῷ δὲ ὁ τοῦ Ἀτρέως κατὰ πόλεμον ἔνδοξος Μενέλαος. | |
| τῷ δ' ἐπὶ Μηριόνης λάχ' ἐλαυνέμεν· ὕστατος αὖτε | 356 |
| ἐπ᾿ αὐτῷ δὲ Μηριόνης ἔτυχεν ἐλαύνειν τοὺς ἵππους. τελευταῖος δὲ | |
| Τυδεΐδης ὄχ' ἄριστος ἐὼν λάχ' ἐλαυνέμεν ἵππους. | 357 |
| ὁ τοῦ Τυδέως ἐξόχως κράτιστος ὢν, ἔτυχεν ἐλαύνειν τοὺς ἵππους. | |
| στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματ' Ἀχιλλεὺς | 358 |
| ἔστησαν δὲ κατὰ τάξιν. ἐδήλωσε δὲ τὰ τέλη τοῦ δρόμου ὁ Ἀχιλλεὺς | |
| τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν | 359 |
| πόρρωθεν ἐν ὁμαλῇ πεδιάδι. ἐπίσκοπον δὲ καὶ ἐπόπτην ἐκάθισε | |
| ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο, | 360 |
| τὸν ἰσόθεον Φοίνικα τὸν θεράποντα τοῦ ἑαυτοῦ πατρός· | |
| ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι. | 361 |
| ὅπως ἐπισκοποίη καὶ μεμνημονεύοι τοῦ δρόμου καὶ τὴν ἀλήθειαν δηλοποιήσαι. | |
| οἳ δ' ἅμα πάντες ἐφ' ἵπποιιν μάστιγας ἄειραν, | 362 |
| οὗτοι δὲ πάντες ἐπὶ τῶν ἵππων τὰς μάστιγας ἀνέσχον, | |
| πέπληγόν θ' ἱμᾶσιν, ὁμόκλησάν τ' ἐπέεσσιν | 363 |
| καὶ ἔπληξαν τοῖς λώροις, καὶ ἠπείλησαν λόγοις | |
| ἐσσυμένως· οἳ δ' ὦκα διέπρησσον πεδίοιο | 364 |
| ἐσπευσμένως· ταχέως δὲ αὐτοὶ διέτρεχον διὰ τοῦ πεδίου | |
| νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη | 365 |
| πόρρω τῶν νέων συντόμως· ἐκ τῶν πτερνῶν δὲ κονιορτὸς | |
| ἵστατ' ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα, | 366 |
| ἠγείρετο αἰρόμενος καθάπερ νέφος ἢ συστροφὴ μεγάλη ἀνέμου· | |
| χαῖται δ' ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο. | 367 |
| αἱ χαῖται δὲ διεκινοῦντο ἐν ταῖς πνοαῖς τοῦ ἀνέμου. | |
| ἅρματα δ' ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ, | 368 |
| τὰ ἅρματα δὲ, ποτὲ μὲν προσήγγυζον τῇ πολλὰ τρεφούσῃ γῇ· | |
| ἄλλοτε δ' ἀΐξασκε μετήορα· τοὶ δ' ἐλατῆρες | 369 |
| ποτὲ δὲ ἄνω ᾔροντο μετέωρα. οἱ ἀναβάται δὲ | |
| ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου | 370 |
| ἵσταντο ἐν τοῖς δίφροις· ἔσφυζε δὲ καὶ ὑπεκινεῖτο ἡ ψυχὴ ἑκάστου | |
| νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος | 371 |
| τῆς νίκης ἐπιθυμούντων· παρεκελεύοντο δὲ τοῖς ἑαυτῶν ἵπποις ἅπαντες· | |
| ἵπποις, οἳ δ' ἐπέτοντο κονίοντες πεδίοιο. | 372 |
| οὗτοι δὲ ἀνύοντες ἔτρεχον διὰ τῆς πεδιάδος· | |
| ἀλλ' ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι | 373 |
| ἀλλ᾽ ὁπηνίκα δὴ τὸ ἔσχατον τοῦ δρόμου ἐτέλουν οἱ ταχεῖς ἵπποι | |
| ἂψ ἐφ' ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου | 374 |
| εἰς τοὐπίσω ἀπὸ τῆς λευκῆς θαλάσσης, τηνικαῦτα δὴ ἑκάστου τέχνη καὶ ἀρετὴ | |
| φαίνετ', ἄφαρ δ' ἵπποισι τάθη δρόμος· ὦκα δ' ἔπειτα | 375 |
| διεφαίνετο· ὀξὺς δὲ τοῖς ἵπποις ἐξετάθη δρόμος· ταχέως δὲ μετὰ ταῦτα | |
| αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι. | 376 |
| ἐξέφερον καὶ παρήρχοντο αἱ ταχύποδες ἵπποι τοῦ υἱοῦ τοῦ Αἰφηρητίου. | |
| τὰς δὲ μετ' ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι | 377 |
| μετὰ ταύτας δὴ προέτρεχον οἱ τοῦ Διομήδους ἄρσενες ἵπποι | |
| Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθ' ἔσαν, ἀλλὰ μάλ' ἐγγύς· | 378 |
| οἱ Τρωικοί, οὐδέ τι πολλῷ πόρρωθεν ἦσαν, ἀλλὰ πάνυ πλησίον· | |
| αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην, | 379 |
| ἀεὶ γὰρ ἐοίκεσαν ἐπιβησομένοις τοὺς ὀχήματος· | |
| πνοιῇ δ' Εὐμήλοιο μετάφρενον εὐρέε τ' ὤμω | 380 |
| ὑπὸ τῆς πνοῆς δὲ τὰ τοῦ Εὐμήλου μετάφρενα, καὶ τοὺς πλατεῖς ὤμους | |
| θέρμετ'· ἐπ' αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην. | 381 |
| ἐθερμαίνοντο. ἐπ᾿ αὐτῷ γὰρ καταθέντες τὰς κεφαλὰς ἔτρεχον. | |
| καί νύ κεν ἢ παρέλασσ' ἢ ἀμφήριστον ἔθηκεν, | 382 |
| καὶ δὴ ἢ παρῆλθεν ἄν, ἢ ἀμφισβητήσιμον ἐποίησεν, | |
| εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων, | 383 |
| εἰ μὴ εἰ τῷ υἱῷ τοῦ Τυδέως ὠργίσθη Ἀπόλλων ὁ καθαρός, | |
| ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν. | 384 |
| ὃς δὴ ἐξέβαλεν ἐκ τῶν χειρῶν αὐτοῦ τὴν λαμπρὰν μάστιγα· | |
| τοῖο δ' ἀπ' ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο, | 385 |
| τούτου δ᾽ ἀπὸ τῶν ὀφθαλμῶν ἐχέοντο δάκρυα ὀργιζομένου καὶ λυπουμένου· | |
| οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας, | 386 |
| διότι τὰς μὲν ἑώρα ἔτι πολλῷ μᾶλλον προϊούσας· | |
| οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες. | 387 |
| οὗτοι δὲ χείρονες γεγόνασιν ἄνευ κέντρου καὶ μάστιγος τρέχοντες, | |
| οὐδ' ἄρ' Ἀθηναίην ἐλεφηράμενος λάθ' Ἀπόλλων | 388 |
| οὐδὲ ἔλαθε τὴν Ἀθηνᾶν ὁ Ἀπόλλων βλάψας ἀδίκως | |
| Τυδεΐδην, μάλα δ' ὦκα μετέσσυτο ποιμένα λαῶν, | 389 |
| τὸν τοῦ Τυδέως· ταχέως δὲ πᾶν ἐφώρμησεν ἐπὶ τὸν βασιλέα τοῦ στρατοῦ, | |
| δῶκε δέ οἱ μάστιγα, μένος δ' ἵπποισιν ἐνῆκεν· | 390 |
| ἔδωκε δὲ αὐτῷ τὴν μάστιγα, προθυμίαν δὲ τοῖς ἵπποις ἐνέβαλεν· | |
| ἣ δὲ μετ' Ἀδμήτου υἱὸν κοτέουσ' ἐβεβήκει, | 391 |
| αὕτη δὲ ἐπὶ τὸν υἱὸν τοῦ Ἀδμήτου ἐπορεύθη μνησικακοῦσα, | |
| ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι | 392 |
| συνέτριψε δὲ αὐτοῦ τὸν τῶν ἵππων ζυγὸν ἡ θεά, αἱ ἵπποι δ᾽ αὐτῷ | |
| ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δ' ἐπὶ γαῖαν ἐλύσθη. | 393 |
| ἔξω τῆς προκειμένης ὁδοῦ ἔδραμον, τὸ ξύλον δὲ τὸ ἀπὸ τοῦ δίφρου μέχρι τοῦ ζυγοῦ διῆκον ἐπὶ τὴν γῆν κατέπεσεν, | |
| αὐτὸς δ' ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη, | 394 |
| αὐτὸς δὲ ἐκ τοῦ ὀχήματος ἐπὶ τὸν τροχὸν κατηνέχθε | |
| ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε, | 395 |
| καὶ τοὺς ἀγκῶνας κατεξέσθη, καὶ τὸ στόμα, καὶ τὰς ῥῖνας, | |
| θρυλίχθη δὲ μέτωπον ἐπ' ὀφρύσι· τὼ δέ οἱ ὄσσε | 396 |
| ἐθραύσθη δὲ τὸ μέτωπον ἐπὶ ταῖς ὀφρύσιν, οἱ ὀφθαλμοὶ δὲ αὐτοῦ | |
| δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. | 397 |
| δακρύων ἐπλήσθησαν, ἡ σύντονος δὲ καὶ μεγάλη αὐτοῦ φωνὴ κατεσχέθη· | |
| Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους, | 398 |
| ὁ τοῦ Τυδέως δὲ παρακλίνας ἤλαυνε τοὺς μονώνυχας ἵππους, | |
| πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη | 399 |
| πολλῷ τῶν ἄλλων προτρέχων· ἡ γὰρ Ἀθηνᾶ | |
| ἵπποις ἧκε μένος καὶ ἐπ' αὐτῷ κῦδος ἔθηκε. | 400 |
| ἐνέβαλε προθυμίαν τοῖς ἵπποις· καὶ δόξαν ἐπέθηκεν αὐτῷ· | |
| τῷ δ' ἄρ' ἐπ' Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος. | 401 |
| ἐπὶ τούτῳ δὲ ἤλαυνεν ὁ τοῦ Ἀτρέως ξανθός Μενέλαος· | |
| Ἀντίλοχος δ' ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο· | 402 |
| ὁ Ἀντίλοχος δὲ τοῖς ἵπποις παρεκελεύσατο τοῦ ἑαυτοῦ πατρός. | |
| ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα. | 403 |
| προχωρεῖτε καὶ ὑμᾶς αὐτοὺς ἐκτείνεται πάνυ ταχύτητα. | |
| ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω | 404 |
| ἐκείνοις μὲν ἁμιλλᾶσθαι οὐδαμῶς ἐπιτάττω, | |
| Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη | 405 |
| τοῖς ἵπποις τοῦ συνετοῦ υἱοῦ τοῦ Τυδέως· οἷστισιν ἡ Ἀθηνᾶ | |
| νῦν ὤρεξε τάχος καὶ ἐπ' αὐτῷ κῦδος ἔθηκεν· | 406 |
| νῦν παρέσχετο ταχυτῆτα, καὶ ἐπέθηκεν αὐτῷ δόξαν. | |
| ἵππους δ' Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον, | 407 |
| τοὺς ἵππους δὲ τοῦ υἱοῦ τοῦ Ἀτρέως καταλάβετε, μηδὲ ἀπολειφθῆτε· | |
| καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ | 408 |
| ταχέως, μήποθ' ὑμῖν ὄνειδος καὶ μέμψιν καταχέῃ | |
| Αἴθη θῆλυς ἐοῦσα· τί ἢ λείπεσθε φέριστοι; | 409 |
| ἡ Αἴθη θῆλυς καὶ φορβὰς οὖσα· τὶ δὴ ὑστερίζετε, ὦ βέλτιστοι; | |
| ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· | 410 |
| οὕτω γὰρ λέξω, καὶ τετελεσμένον δήπουθεν ἔσται· | |
| οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν | 411 |
| οὐχ ὑμῖν ἐπιμέλεια καὶ φροντὶς παρὰ Νέστορι τῷ βασιλεῖ τῶν λαῶν | |
| ἔσσεται, αὐτίκα δ' ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ, | 412 |
| ἔσται· παραχρῆμα γὰρ ὑμᾶς ἀποκτενεῖ σιδήρῳ ὀξεῖ καὶ τμητικῷ, | |
| αἴ κ' ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον. | 413 |
| ἐὰν ἀφροντιστήσαντες λάβωμεν φαῦλον καὶ εὐτελὲς ἔπαθλον. | |
| ἀλλ' ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα· | 414 |
| ἀλλ᾽ ἐπιδιώκετε, καὶ ἐπειγόμενοι τρέχετε πάνυ ταχέως· | |
| ταῦτα δ' ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω | 415 |
| ταῦτα δὲ ἐγὼ αὐτὸς μηχανήσομαι, καὶ ἐπινοήσω, | |
| στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει. | 416 |
| παρεισδῦναι εἰς τὸ στένωμα τῆς ὁδοῦ, οὐδὲ λαθεῖν με δυνήσεται. | |
| ὣς ἔφαθ', οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν | 417 |
| οὕτως εἶπεν· οὗτοι δὲ φοβηθέντες τὴν τοῦ βασιλέως ἀπειλήν, | |
| μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δ' ἔπειτα | 418 |
| μᾶλλον ἐπέδραμον ἐν ὀλίγῳ χρόνῳ. ταχέως δὲ μετὰ ταῦτα | |
| στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης. | 419 |
| τὸ στένωμα τῆς κοίλης ὁδοῦ ἐθεάσατο ὁ ἀνδρεῖος καὶ καρτερικὸς ἐν τῇ μάχῃ Ἀντίλοχος. | |
| ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ | 420 |
| ῥύαξ καὶ σχίσμα ἦν γῆς, ἐν ᾧ χειμῶνος ὕδωρ ἀθροισθὲν | |
| ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα· | 421 |
| διέκοψε καὶ κατέσπασε τὴν ὁδόν, ἐβάθυνε δὲ πάντα τὸν τόπον. | |
| τῇ ῥ' εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων. | 422 |
| ἐκεῖσε δὴ ἤλαυνεν ὁ Μενέλαος φυλαττόμενος τὸ τρέχειν ἅμα· | |
| Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους | 423 |
| ὁ Ἀντίλοχος δὲ παρακλίνας ἤλαυνεν τοὺς μονώνυχας ἵππους | |
| ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν. | 424 |
| ἔξω τῆ ὁδοῦ· ὀλίγον δὲ παρατρέψας ἔτρεχεν, | |
| Ἀτρεΐδης δ' ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει· | 425 |
| ὁ τοῦ Ἀτρέως δὲ ἐφοβήθη, καὶ τῷ Ἀντιλόχῳ ἐφώνει | |
| Ἀντίλοχ' ἀφραδέως ἱππάζεαι, ἀλλ' ἄνεχ' ἵππους· | 426 |
| ὦ Ἀντίλοχε ἀπερισκέπτως (ἀπείρως) ἱππάζῃ καὶ τρέχεις· ἀλλ᾽ ἄνω ἔχε τοὺς ἵππους | |
| στεινωπὸς γὰρ ὁδός, τάχα δ' εὐρυτέρη παρελάσσαι· | 427 |
| καὶ μὴ ἐπίκεισο· στενὴ γὰρ ἡ ὁδός, ταχέως δὲ ἐν τῇ πλατυτέρᾳ παρελεύσῃ· | |
| μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας. | 428 |
| μήπως ἀμφοτέρους βλάψῃς τῷ ἅρματι προσκρούσας καὶ συρράξας συμπεσών· | |
| ὣς ἔφατ', Ἀντίλοχος δ' ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε | 429 |
| οὕτως εἶπεν. Ἀντίλοχος δ' ἔτι πολλῷ μᾶλλον ἤλαυνε, | |
| κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς. | 430 |
| τῇ μάστιγι ἐπιταχύνων, ὥσπερ ὅμοιος μηδὲν ἀκούοντι· | |
| ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται, | 431 |
| ὅσα δέ εἰσι τὰ τοῦ δίσκου ὁρμήματα, ὃν ἀφιᾶσιν ἄνωθεν ἐκ τῶν ὤμων, | |
| ὅν τ' αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης, | 432 |
| ὃν ἔρριψεν ἀνὴρ νέος πεῖραν λαμβάνων τῆς ἑαυτοῦ ἐφηβίας, | |
| τόσσον ἐπιδραμέτην· αἳ δ' ἠρώησαν ὀπίσσω | 433 |
| τοσοῦτον ἐπέδραμον· αἱ ἵπποι δὲ ὑπεχώρησαν εἰς τοὐπίσω καὶ ἀπελείφθησαν, | |
| Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν | 434 |
| τοῦ υἱοῦ τοῦ Ἀτρέως· αὐτὸς γὰρ ἐθελουσίως μεθῆκε τὸ συντόνως τρέχειν, | |
| μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι, | 435 |
| μήπως συμπέσειεν καὶ προσκρούσειεν ἐν τῇ ὁδῷ οἱ μονώνυχες ἵπποι, | |
| δίφρους τ' ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δ' αὐτοὶ | 436 |
| καὶ τὰ ὀχήματα καταρρίψειεν τὰ καλῶς ἡρμοσμένα, καὶ αὐτοὶ | |
| ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης. | 437 |
| καταπέσειεν ἐν τῇ κόνει, σπεύδοντες ἕνεκα νίκης. | |
| τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος· | 438 |
| πρὸς τοῦτον δὲ καὶ λοιδορῶν εἶπεν ὁ πυρόχρους Μενέλαος· | |
| Ἀντίλοχ' οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος· | 439 |
| ὦ Ἀντίλοχε, οὐδεὶς ἄλλος τῶν ἀνθρώπων ἐστὶν ὀλεθρίου αἰτιώτερος σοῦ· | |
| ἔρρ', ἐπεὶ οὔ σ' ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί. | 440 |
| ἄπιθι μετὰ φθορᾶς, ἐπειδὴ οὐκ ἀληθῶς σε οἰόμεθα οἱ Ἕλληνες φρόνιμον εἶναι· | |
| ἀλλ' οὐ μὰν οὐδ' ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον. | 441 |
| οὐ μὴν ἀλλὰ μὴν οὕτως ἄνευ ὅρκου λήψῃ τὸ ἔπαθλον· | |
| ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε· | 442 |
| οὕτως εἰπὼν τοῖς ἵπποις παρεκελεύσατο καὶ εἶπε· | |
| μή μοι ἐρύκεσθον μὴ δ' ἕστατον ἀχνυμένω κῆρ. | 443 |
| μή μοι κωλύεσθε, μηδὲ ἵστασθε λυπούμενοι κατὰ ψυχήν· | |
| φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα | 444 |
| φθάσουσιν ἀσθενήσαντες οἱ πόδες καὶ τὰ γόνατα τούτοις | |
| ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος. | 445 |
| ἢ ὑμῖν, ἀμφότεροι γὰρ στέρονται νεότητος. | |
| ὣς ἔφαθ', οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν | 446 |
| οὕτως εἶπεν· οὗτοι δὲ τὴν τοῦ βασιλέως φοβηθέντες ἀπειλήν, | |
| μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο. | 447 |
| μᾶλλον ἐπέδραμον, ταχέως δὲ πλησίον αὐτῶν ἐγένοντο· | |
| Ἀργεῖοι δ' ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο | 448 |
| οἱ Ἕλληνες δὲ ἐν τῷ τοῦ ἀγῶνος τόπῳ καθήμενοι ἐθεῶντο | |
| ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο. | 449 |
| τοὺς ἵππους· οὗτοι δὲ ἔτρεχον σπεύδοντες διὰ τῆς πεδιάδος. | |
| πρῶτος δ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθ' ἵππους· | 450 |
| πρῶτος δὲ ὁ Ἰδομενεὺς ὁ στρατηγὸς τῶν Κρητῶν ἐνόησε τοὺς ἵππους· | |
| ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ· | 451 |
| ἐκάθητο γὰρ ἐκτὸς τῶν ἄλλων ἄνωθι ἐν ὑψηλῷ τόπῳ. | |
| τοῖο δ' ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας | 452 |
| τούτου δὲ πόρρωθεν ὄντος τοῦ ἀπειλοῦντος καὶ παρακελευομένου ἀκούσας | |
| ἔγνω, φράσσατο δ' ἵππον ἀριπρεπέα προὔχοντα, | 453 |
| ἐνόησεν, ἐθεάσατο δὲ τὸν διάδηλον, καὶ ἐπίσημον ἵππον προβαίνοντα, | |
| ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ | 454 |
| ὃς τὸ μὲν ἄλλο σῶμα πυρρὸς τῷ χρώματι ἦν, ἐν τῷ μετώπῳ δὲ | |
| λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη. | 455 |
| σημεῖον λευκὸν ἦν περιφερὲς ὥσπερ σελήνη. | |
| στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· | 456 |
| ἔστη δὲ ὀρθός, καὶ λόγον ἐν τοῖς Ἕλλησιν εἶπεν· | |
| ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες | 457 |
| ὦ φίλοι ἡγεμόνες τῶν Ἑλλήνων καὶ βασιλεῖς, | |
| οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς; | 458 |
| μόνος ἐγὼ τοὺς ἵππους ὁρῶ, ἢ καὶ ὑμεῖς; | |
| ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι, | 459 |
| ἄλλοι μοι δοκοῦσι πρότεροι εἶναι ἵπποι, | |
| ἄλλος δ' ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ | 460 |
| ἄλλος δὲ ἀναβάτης ἔοικεν· αὗται δέ που | |
| ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν· | 461 |
| ἐβλάβησαν ἐν τῷ πεδίῳ, αἵτινες κρείσσονες ἦσαν ἐκεῖσε· | |
| ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας, | 462 |
| ταύτας μὲν γὰρ τὸ πρῶτον ἐθεασάμην παρὰ τὸν καμπτῆρα ἐλθούσας, | |
| νῦν δ' οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε | 463 |
| νῦν δὲ οὐδαμοῦ δύναμαι ἰδεῖν. πανταχόσε δέ μοι οἱ ὀφθαλμοὶ | |
| Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι· | 464 |
| κατὰ τὸ Τρωικὸν πεδίον περιβλέπουσι θεωμένῳ. | |
| ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη | 465 |
| ἢ τὸν ἡνίοχον ἔφυγον αἱ ἡνίαι, οὐδὲ ἠδυνήθη | |
| εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας· | 466 |
| καλῶς κατασχεῖν παρὰ τὸν καμπτῆρα, καὶ ἀπέτυχε τοῦ ἑλίξαι καὶ συστρέψαι τοὺς ἵππους· | |
| ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θ' ἅρματα ἆξαι, | 467 |
| ἐκεῖ αὐτὸν ἐκπεσεῖν ὑπολαμβάνω, καὶ τὰ ἅρματα συντρίψαι. | |
| αἳ δ' ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν. | 468 |
| αὗται δὲ ἔξω τοῦ δρόμου ὥρμησαν, ἐπειδὴ προθυμία ἐπεγένετο τῇ ψυχῇ· | |
| ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε | 469 |
| ἀλλὰ θεάσασθε καὶ ὑμεῖς ἀναστάντες, οὐ γὰρ ἐγὼ | |
| εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ | 470 |
| καλῶς διακρίνω. δοκεῖ δέ μοι εἶναι ἀνὴρ | |
| Αἰτωλὸς γενεήν, μετὰ δ' Ἀργείοισιν ἀνάσσει | 471 |
| τὸ γένος Αἰτωλὸς βασιλεὺς δὲ ἐν τοῖς Ἕλλησιν, | |
| Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης. | 472 |
| ὁ υἱὸς τοῦ ἱππικοῦ καὶ πολεμικοῦ Τυδέως ὁ ὀχυρὸς καὶ ἀνδρεῖος Διομήδης. | |
| τὸν δ' αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας· | 473 |
| τοῦτον δὲ αἰσχρῶς καὶ ἀναιδῶς ἐλοιδόρησεν ὁ τοῦ Ὀϊλέως ταχύπους Αἴας. | |
| Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τ' ἄνευθεν | 474 |
| ὦ Ἰδομενεῦ, τί πρὸ καιροῦ λάβρως καὶ ἀπερισκέπτως λαλεῖς· αὗται γὰρ πόρρωθεν | |
| ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται. | 475 |
| αἱ ἵπποι αἱ ταχύποδες διὰ τοῦ μεγάλου πεδίου τρέχουσιν· | |
| οὔτε νεώτατός ἐσσι μετ' Ἀργείοισι τοσοῦτον, | 476 |
| οὔτε νέος ὑπάρχεις ἐν τοῖς Ἕλλησι τοσοῦτον, ὥστε τὰ πολλῷ πόρρω ὁρᾷν, | |
| οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε· | 477 |
| οὔτε σοι ὀξύτατα καὶ τμητικώτατα ἐκ τῆς κεφαλῆς βλέπουσιν οἱ ὀφθαλμοί. | |
| ἀλλ' αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ | 478 |
| ἀλλ' ἀεὶ λόγοις ἀχρήστως λαλεῖς· οὐδαμῶς δέ σε δεῖ | |
| λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι. | 479 |
| ἀπαίδευτον ἐν τῷ λέγειν εἶναι· πάρεισι γὰρ καὶ ἄλλοι βελτίονες, | |
| ἵπποι δ' αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ, | 480 |
| αἱ ἵπποι δέ εἰσιν ἔμπροσθεν, αἱ καὶ πρότερον ἦσαν | |
| Εὐμήλου, ἐν δ' αὐτὸς ἔχων εὔληρα βέβηκε. | 481 |
| τοῦ Εὐμήλου. αὐτὸς δὲ ἐμβέβηκε κατέχων τὰς ἡνίας. | |
| τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα· | 482 |
| πρὸς τοῦτον δὲ ὀργισθεὶς ὁ στρατηγὸς τῶν Κρητῶν ἐξεναντίας ἔλεγεν· | |
| Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα | 483 |
| ὦ Αἶαν, ἐν τῷ φιλονεικεῖν κράτιστε, κακῶς ἐπιλογιζόμενε, καὶ κατὰ πάντα τ᾿ ἄλλα | |
| δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής. | 484 |
| τυγχάνεις ἡττώμενος τῶν Ἑλλήνων, καθότι σοι νοῦς ὑπάρχει ὠμὸς καὶ μωρός· | |
| δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος, | 485 |
| ἄγε νῦν συνθώμεθα ἢ περὶ τρίποδος ἢ λέβητος, | |
| ἴστορα δ' Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω, | 486 |
| μάρτυρα δὲ ποιησώμεθα ἀμφότεροι Ἀγαμέμνονα τὸν υἱὸν τοῦ Ἀτρέως, | |
| ὁππότεραι πρόσθ' ἵπποι, ἵνα γνώῃς ἀποτίνων. | 487 |
| ὁπότεραι (ὁποῖαι) ἵπποι εἰσὶν ἔμπροσθεν, ἵνα γνῷς ἀποδιδοὺς καὶ ζημιούμενος. | |
| ὣς ἔφατ', ὄρνυτο δ' αὐτίκ' Ὀϊλῆος ταχὺς Αἴας | 488 |
| οὕτως εἶπε· διανέστη δὲ παραχρῆμα ὁ ταχύπους Αἴας τοῦ Ὀϊλέως | |
| χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι· | 489 |
| πάνυ ὀργιζόμενος δεινοῖς χαλεποῖς λόγοις ἀποκρίνασθαι· | |
| καί νύ κε δὴ προτέρω ἔτ' ἔρις γένετ' ἀμφοτέροισιν, | 490 |
| καὶ δὴ προσωτέρω ἐχώρησεν ἂν ἀμφοτέροις ἡ φιλονεικία, | |
| εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον· | 491 |
| εἰ μὴ αὐτὸς ὁ Ἀχιλλεὺς ἀνέστη καὶ εἶπε λόγον. | |
| μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν | 492 |
| μηκέτι νῦν ἀποκρίνεσθε λόγοις χαλεποῖς καὶ δεινοῖς, | |
| Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε. | 493 |
| ὦ Αἶαν, καὶ Ἰδομενεῦ, ἐπαχθέσι καὶ βλαβεροῖς, οὐ γὰρ προσήκει· | |
| καὶ δ' ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι. | 494 |
| καὶ δὴ καὶ ἄλλῳ μέμφεσθε, ὅστις τοιαῦτά γε πράττοι, | |
| ἀλλ' ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε | 495 |
| ἀλλ᾽ ὑμεῖς ἐν τῷ ἀγῶνι καθήμενοι θεᾶσθε | |
| ἵππους· οἳ δὲ τάχ' αὐτοὶ ἐπειγόμενοι περὶ νίκης | 496 |
| τοὺς ἵππους, οὗτοι δὲ ταχέως αὐτοὶ σπεύδοντες ἕνεκα νίκης | |
| ἐνθάδ' ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος | 497 |
| δεῦρο ἀφίξονται· τότε δὲ γνώσεσθε πάντες | |
| ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν. | 498 |
| τοὺς ἵππους τῶν Ἑλλήνων τίνες δεύτεροι, καὶ τίνες πρότεροι. | |
| ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων, | 499 |
| οὕτως εἶπεν· ὁ τοῦ Τυδέως δὲ πάνυ πλησίον ἀφίκετο τρέχων, | |
| μάστι δ' αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι | 500 |
| μάστιγι δὲ ἀεὶ ἐδίωκε κατὰ τῶν ὤμων αὐτὴν ἐπαίρων, οἱ ἵπποι δὲ αὐτοῦ | |
| ὑψόσ' ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον. | 501 |
| εἰς ὕψος ᾔροντο ῥᾳδίως ἀνύοντες τὴν ὁδόν, | |
| αἰεὶ δ' ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον, | 502 |
| ἀεὶ δὲ τὸν ἀναβάτην ἔβαλλον ῥανίδες κόνεως αἰρομένης, | |
| ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε | 503 |
| τὸ ἅρμα δὲ χρυσῷ καὶ κασσιτέρῳ κεκαλυμμένον τὰ πέριξ ἄκρα, | |
| ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ | 504 |
| τοῖς ταχύποσιν ἵπποις ἐπέτρεχεν, οὐδέ τι μεγάλη | |
| γίγνετ' ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν | 505 |
| ἐγίνετο ὄπισθεν ἡ τῶν ἐπικειμένων τοῖς τροχοῖς στομωμάτων ἐγχάραξις | |
| ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην. | 506 |
| ἐν τῇ λεπτῇ κόνει· οὗτοι δὲ ἐπειγόμενοι ἔτρεχον, | |
| στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δ' ἀνεκήκιεν ἱδρὼς | 507 |
| ἔστη δὲ ἐν τῷ μέσῳ τοῦ ἀγῶνος. πολὺς δὲ ἱδρὼς ἀνεφέρετο | |
| ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε. | 508 |
| ἔκ τε τῶν κορυφῶν τῶν ἵππων καὶ ἀπὸ τῶν στέρνων ἐπὶ τὴν γῆν. | |
| αὐτὸς δ' ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος, | 509 |
| αὐτὸς δὲ ἐκ τοῦ ὀχήματος τοῦ λαμπροτάτου κατεπήδησε χαμαί, | |
| κλῖνε δ' ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν | 510 |
| ἔκλινε δὲ καὶ ἐπέθηκε τὴν μάστιγα πρὸς τὸν ζυγόν· οὐδὲ ὑστέρησεν | |
| ἴφθιμος Σθένελος, ἀλλ' ἐσσυμένως λάβ' ἄεθλον, | 511 |
| ὁ ἰσχυρὸς καὶ γενναῖος Σθένελος· ἀλλ' ἐσπευσμένως ἔλαβε τὸ ἔπαθλον, | |
| δῶκε δ' ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα | 512 |
| καὶ ἔδωκε τοῖς μεγαλοψύχοις φίλοις ἄγειν γυναῖκα, | |
| καὶ τρίποδ' ὠτώεντα φέρειν· ὃ δ' ἔλυεν ὑφ' ἵππους. | 513 |
| καὶ τρίποδα φέρειν ὦτα ἔχοντα· αὐτὸς δὲ ἀπέλυσε τοὺς ἵππους· | |
| τῷ δ' ἄρ' ἐπ' Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους | 514 |
| ἐπὶ τούτῳ δὲ Ἀντίλοχος ὁ τοῦ Νηλέως ἀπόγονος ἐπήγαγε τοὺς ἵππους | |
| κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον· | 515 |
| τέχνῃ καὶ δόλῳ, οὐδαμῶς τάχει παρελθὼν τὸν Μενέλαον· | |
| ἀλλὰ καὶ ὧς Μενέλαος ἔχ' ἐγγύθεν ὠκέας ἵππους. | 516 |
| ἀλλὰ καὶ οὕτως ὁ Μενέλαος ó ἤλαυνεν ἐκ τοῦ σύνεγγυς τοὺς ταχεῖς ἵππους. | |
| ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα | 517 |
| ὅσον δὲ ἀφίσταται τοῦ τροχοῦ ὁ ἵππος, ὃς δὴ τὸν κύριον | |
| ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι· | 518 |
| εἵλκυσε διὰ τῆς πεδιάδος ἐπεκτεινόμενος καὶ τρέχων σὺν τοῖς ὀχήμασι· | |
| τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι | 519 |
| τῆς γὰρ περιφερείας τοῦ τροχοῦ ψαύουσιν αἱ τελευταῖαι τρίχες | |
| οὐραῖαι· ὃ δέ τ' ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ | 520 |
| τῆς οὐρᾶς, οὗτος δὲ πάνυ πλησίον τρέχει, οὐδέ τι πολλὴ | |
| χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος· | 521 |
| διάστασις μεταξὺ διὰ τοῦ μεγάλου πεδίου τρέχοντος· | |
| τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο | 522 |
| τοσοῦτον δὴ ὁ Μενέλαος τοῦ ἀμωμήτου καὶ βελτίστου Ἀντιλόχου | |
| λείπετ'· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο, | 523 |
| ἀφίστατο. τὸ πρῶτον δὲ καὶ εἰς δίσκου βολήν ἀπελείπετο· | |
| ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ | 524 |
| ἀλλὰ ταχέως αὐτὸν κατελάμβανεν· ηὐξάνετο γὰρ ἡ καλὴ προθυμία | |
| ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης· | 525 |
| τῆς τοῦ Ἀγαμέμνονος Αἴθης τῆς ὡραιότριχος ἵππου. | |
| εἰ δέ κ' ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι, | 526 |
| εἰ δ᾽ ἔτι προσωτέρω ἐγένετο δρόμος ἀμφοτέροις, | |
| τώ κέν μιν παρέλασσ' οὐδ' ἀμφήριστον ἔθηκεν. | 527 |
| ταύτῃ παρῆλθεν ἂν αὐτόν, οὐδὲ ἀμφισβητήσιμον ἐποίησε. | |
| αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος | 528 |
| Μηριόνης δὲ ὁ χρηστὸς θεράπων τοῦ Ἰδομενέως | |
| λείπετ' ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν· | 529 |
| ἀφίστατο τοῦ ὑπερενδόξου Μενελάου δόρατος βολήν. | |
| βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι, | 530 |
| βραδεῖς μὲν γὰρ ἦσαν αὐτοῦ ἵπποι ὡραιότριχες· | |
| ἤκιστος δ' ἦν αὐτὸς ἐλαυνέμεν ἅρμ' ἐν ἀγῶνι. | 531 |
| ἐλάσσων δὲ ἦν αὐτὸς ἐλαύνειν ἅρμα ἐν τοῖς ἀγῶσιν. | |
| υἱὸς δ' Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων | 532 |
| ὁ υἱὸς δὲ τοῦ Ἀδμήτου ὕστατος πάντων τῶν ἄλλων ἀφίκετο | |
| ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους. | 533 |
| ἐπισύρων τὸ περικαλλὲς ἅρμα, ἐλαύνων εἰς τὸ πρόσω τοὺς ἵππους· | |
| τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς, | 534 |
| τοῦτον δὲ θεασάμενος ἠλέησεν ὁ ἐνδοξότατος ταχύπους Ἀχιλλεύς. | |
| στὰς δ' ἄρ' ἐν Ἀργείοις ἔπεα πτερόεντ' ἀγόρευε· | 535 |
| στὰς δὲ ἐν τοῖς Ἕλλησι λόγους ταχεῖς ἔλεγεν· | |
| λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους· | 536 |
| ὁ ἄριστος ἀνὴρ ἔσχατος πάντων ἐλαύνει τοὺς μονώνυχας ἵππους· | |
| ἀλλ' ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς | 537 |
| ἀλλ᾿ ἄγε δὴ δῶμεν αὐτῷ ἔπαθλον ὡς τὸ εἰκὸς | |
| δεύτερ'· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός. | 538 |
| τὰ δεύτερα, τὰ πρῶτα δὲ ἐχέτω ὁ τοῦ Τυδέως υἱός. | |
| ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε. | 539 |
| οὕτως εἶπεν, οὗτοι δὲ πάντες συνῄνουν καθάπερ ἔλεγε. | |
| καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί, | 540 |
| καὶ δὴ παρέσχεν ἂν αὐτῷ τὸν ἵππον, συνῄνεσαν γὰρ οἱ Ἕλληνες· | |
| εἰ μὴ ἄρ' Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς | 541 |
| εἰ μὴ Ἀντίλοχος ὁ τοῦ μεγαλοψύχου Νέστορος υἱὸς | |
| Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατ' ἀναστάς· | 542 |
| πρὸς τὸν τοῦ Πηλέως Ἀχιλλέα ἐνδίκως ἀπεκρίνατο ἀναστάς· | |
| ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς | 543 |
| ὦ Ἀχιλλεῦ, πάνυ σοι ὀργισθήσομαι ἐὰν τελειώσῃς | |
| τοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον | 544 |
| τόνδε τὸν λόγον, μέλλεις γὰρ ἀποστερήσειν ἔπαθλον· | |
| τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέ' ἵππω | 545 |
| ταῦτα διανούμενος, ὅτι ἐβλάβησαν αὐτῷ τὰ ἅρματα καὶ οἱ ταχεῖς ἵπποι, | |
| αὐτός τ' ἐσθλὸς ἐών· ἀλλ' ὤφελεν ἀθανάτοισιν | 546 |
| αὐτὸς γε γενναῖος ὑπάρχων. ἀλλ᾽ ἐχρεώστει τοῖς ἀθανάτοις θεοῖς | |
| εὔχεσθαι· τό κεν οὔ τι πανύστατος ἦλθε διώκων. | 547 |
| εὐχὰς ποιεῖσθαι· οὕτω γὰρ οὐκ ἂν ἀφίκετο τρέχων ὕστατος πάντων. | |
| εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ | 548 |
| εἰ δὲ ἐλεεῖς αὐτὸν καί σοι ἀγαπητὸς ὑπάρχει ἐν τῇ ψυχῇ· | |
| ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς | 549 |
| ἔστι σοι ἐν τῇ σκηνῇ πολὺς χρυσός, ἔστι δέ σοι χαλκός, | |
| καὶ πρόβατ', εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι· | 550 |
| καὶ πρόβατα, εἰσὶ δὲ δοῦλαι καὶ ἵπποι μονώνυχες. | |
| τῶν οἱ ἔπειτ' ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον | 551 |
| τούτων τι μετὰ ταῦτα καὶ μεῖζον ἔπαθλον ἀναλαβών δώρησαι αὐτῷ, | |
| ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σ' αἰνήσωσιν Ἀχαιοί. | 552 |
| ἢ καὶ νυνὶ παραχρῆμα, ὅπως σε ἐπαινέσωσιν οἱ Ἕλληνες· | |
| τὴν δ' ἐγὼ οὐ δώσω· περὶ δ' αὐτῆς πειρηθήτω | 553 |
| ταύτην δὲ ἐγὼ οὐκ ἐπιδώσω· περὶ αὐτῆς δὲ πειραθείτω, | |
| ἀνδρῶν ὅς κ' ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι. | 554 |
| ὃς ἂν βούληται τῶν ἀνδρῶν χερσὶ μάχεσθαί μοι. | |
| ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς | 555 |
| οὕτως εἶπεν· ἐγέλασε δὲ ὁ ἐνδοξότατος ταχύπους Ἀχιλλεὺς | |
| χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος· | 556 |
| εὐφραινόμενος ἐπὶ τῷ Ἀντιλόχῳ· διότι φίλος ἦν αὐτῷ ἀγαπητός, | |
| καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα· | 557 |
| καὶ ἀποκρινόμενος ἔλεγε πρὸς αὐτὸν λόγους ταχεῖς· | |
| Ἀντίλοχ', εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο | 558 |
| ὦ Ἀντίλοχε, ἐπειδή με κελεύεις οἴκοθεν ἄλλο | |
| Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω. | 559 |
| ἔπαθλον δωρήσασθαι τῷ Εὐμήλῳ, ἔγωγε καὶ τοῦτ᾽ ἂν ποιήσω· | |
| δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων | 560 |
| δώσω αὐτῷ θώρακα, ὃν τὸν Ἀστεροπαῖον ἀφειλόμην, | |
| χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο | 561 |
| τὸν χαλκοῦν· ᾧτινι χύμα λαμπροῦ κασσιτέρου | |
| ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιος ἔσται. | 562 |
| περικέχυται καὶ πέπηκται, πολλοῦ δὲ ἄξιος ὑπάρχει. | |
| ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ | 563 |
| εἶπε δή, καὶ Αὐτομέδοντι τῷ φίλῳ ἑταίρῳ ἐκέλευσε | |
| οἰσέμεναι κλισίηθεν· ὃ δ' ᾤχετο καί οἱ ἔνεικεν, | 564 |
| κομίσειν ἐκ τῆς σκηνῆς· οὗτος δὲ ἀπῆλθε καὶ ἤνεγκεν αὐτῷ· | |
| Εὐμήλῳ δ' ἐν χερσὶ τίθει· ὃ δὲ δέξατο χαίρων. | 565 |
| ἔθηκε δὲ ἐν ταῖς χερσὶ τοῦ Εὐμήλου, αὐτὸς δὲ εὐφραινόμενος ἐδέξατο αὐτόν. | |
| τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων | 566 |
| ἐν τούτοις δὲ καὶ Μενέλαος ἀνέστη λυπούμενος κατά ψυχὴν | |
| Ἀντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δ' ἄρα κῆρυξ | 567 |
| τῷ Ἀντιλόχῳ καθ᾽ ὑπερβολὴν ὀργισθείς. ὁ κῆρυξ δὲ | |
| χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσεν | 568 |
| ἐνέβαλεν εἰς τὰς χεῖρας αὐτοῦ τὴν βασιλικὴν ῥάβδον, καὶ σιγῆσαι ἐπέταξε | |
| Ἀργείους· ὃ δ' ἔπειτα μετηύδα ἰσόθεος φώς· | 569 |
| τοῖς Ἕλλησιν· οὗτος δὲ μετὰ ταῦτα ἔλεγεν ὁ ἶσος τοῖς θεοῖς ἀνήρ· | |
| Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας. | 570 |
| ὦ Ἀντίλοχε, τὸ πρότερον συνετὲ καὶ φρόνιμε, τί ἐποίησας; | |
| ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους | 571 |
| κατῄσχυνας μὲν τὴν ἐμὴν ἀρετήν, ἔβλαψας δέ μοι τοὺς ἵππους, | |
| τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν. | 572 |
| τοὺς σοὺς ἔμπροσθεν ἀγαγών, οἵ σοι πολλῷ ἥττονες εἰσίν· | |
| ἀλλ' ἄγετ' Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες | 573 |
| ἀλλ' ἄγετε, ὦ ἡγεμόνες τῶν Ἑλλήνων καὶ βασιλεῖς, | |
| ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δ' ἐπ' ἀρωγῇ, | 574 |
| εἰς τὸ μέσον ἀμφοτέροις κρίνατε, μηδὲ ἐπὶ βοηθείᾳ καὶ κατὰ χάριν· | |
| μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων· | 575 |
| μήποτέ τις εἴπῃ τῶν σιδηροθωράκων Ἑλλήνων | |
| Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος | 576 |
| τὸν Ἀντίλοχον ψεύσμασι βιασάμενος ὁ Μενέλαος | |
| οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν | 577 |
| ἀπῆλθεν ἔχων τὸν ἵππον, διότι αὐτῷ πολλῷ ἥττονές εἰσιν | |
| ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε. | 578 |
| ἵπποι, αὐτὸς δὲ κρείττων ἀρετῇ καὶ δυνάμει· | |
| εἰ δ' ἄγ' ἐγὼν αὐτὸς δικάσω, καί μ' οὔ τινά φημι | 579 |
| εἰ δὲ μή, ἄγε ἐγὼ αὐτὸς κρινῶ, καί με οὐδένα οἴομαι | |
| ἄλλον ἐπιπλήξειν Δαναῶν· ἰθεῖα γὰρ ἔσται. | 580 |
| ἄλλον τῶν Ἑλλήνων ἐλέγξειν. εὐθεῖα γὰρ καὶ δικαία ἔσται ἡ κρίσις μου. | |
| Ἀντίλοχ' εἰ δ' ἄγε δεῦρο διοτρεφές, ἣ θέμις ἐστί, | 581 |
| ὦ Ἀντίλοχε, ἄγε δὴ ἐνθάδε, ἐνδοξοτάτως τεθραμμένε, καθάπερ ἐστὶν ὅσιον καὶ δίκαιον. | |
| στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην | 582 |
| στὰς ἔμπροσθεν τῶν ἵππων καὶ τοῦ ἅρματος, τὴν μάστιγα δὲ | |
| χερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες, | 583 |
| ἐν ταῖς χερσὶν ἔχε τὴν λεπτὴν καὶ ἐπιμήκη, δι' ἧς τὸ πρότερον ἐδίωκας | |
| ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον | 584 |
| ἁψάμενος τῶν ἵππων, τὸν συνέχοντα τὴν γῆν καὶ σείοντα Ποσειδῶνα | |
| ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι. | 585 |
| ὄμνυ, ἦ μὴν οὐκ ἐθελουσίως ἐπιβουλῇ τὸ ἐμὸν ἅρμα παρελθεῖν. | |
| τὸν δ' αὖτ' Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα· | 586 |
| πρὸς τοῦτον δὲ Ἀντίλοχος ὁ συνετὸς καὶ φρόνιμος ἐναντίον ἔλεγεν· | |
| ἄνσχεο νῦν· πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι | 587 |
| Ἀνάσχου καὶ ὑπόμεινον νῦν· πολλῷ γὰρ ἐγὼ νεώτερος ὑπάρχω | |
| σεῖο ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων. | 588 |
| σοῦ, βασιλεῦ Μενέλαε, σὺ δὲ πρεσβύτερος καὶ κρείσσων, | |
| οἶσθ' οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι· | 589 |
| οἶδας ὁποῖαι ὑπάρχουσιν αἱ τοῦ νέου ἀνδρὸς παραβάσεις τοῦ δέοντος, | |
| κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις. | 590 |
| ταχύτερος μὲν γὰρ καὶ εὐκινητότερός ἐστιν ὁ νοῦς, μικρὰ δὲ καὶ ἀφελὴς ἡ βουλή· | |
| τώ τοι ἐπιτλήτω κραδίη· ἵππον δέ τοι αὐτὸς | 591 |
| δι ὅ σοι ὑπομεινάτω ἡ καρδία, ἵππον δέ σοι | |
| δώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλο | 592 |
| ἐγὼ δώσω, ἣν ἔλαβον· εἰ δὲ καὶ οἴκοθεν ἄλλο τι | |
| μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι | 593 |
| μεῖζον ἀπαιτήσαις, εὐθέως ἄν σοι καὶ παραχρῆμα δοῦναι | |
| βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα | 594 |
| ἐθέλοιμι μᾶλλον, ἤ σοί γε, ἐνδόξως τεθραμμένε, πάντα τὸν χρόνον | |
| ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός. | 595 |
| ἐκπεσεῖν τῆς ψυχῆς (φιλίας) καὶ ἀποθύμιος καὶ μισητὸς εἶναι, καὶ τοῖς θεοῖς ἄδικος καὶ ἁμαρτωλὸς ὑπάρχειν. | |
| ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς | 596 |
| εἶπε δή· καὶ τὴν ἵππον ἄγων ὁ τοῦ μεγαλοψύχου Νέστορος υἱὸς | |
| ἐν χείρεσσι τίθει Μενελάου· τοῖο δὲ θυμὸς | 597 |
| ἐνέβαλεν εἰς τὰς χεῖρας τοῦ Μενελάου, τούτου δὲ ἡ ψυχὴ | |
| ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση | 598 |
| εὐφράνθη, οἷον εἰ ἐν τοῖς ἀστάχυσι δρόσος | |
| ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι· | 599 |
| τοῦ ληίου αὐξανομένου περιεχύθη, ἡνίκα ξηρότερά εἰσι τὰ χωρία. | |
| ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη. | 600 |
| οὕτω δὴ σοι, ὦ Μενέλαε, ἐν τῇ διανοίᾳ ἡ ψυχὴ διεχύθη καὶ ἐχάρη, | |
| καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 601 |
| καὶ φωνήσας πρὸς αὐτὸν ἔλεγε λόγους ταχεῖς· | |
| Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς | 602 |
| ὦ Ἀντίλοχε, νῦν μέν σοι ἐγὼ αὐτὸς ὑπείξω καὶ συγχωρήσω | |
| χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδ' ἀεσίφρων | 603 |
| ὀργιζόμενος, ἐπειδὴ οὐδαμῶς ἄφρων, οὐδὲ δολιόφρων | |
| ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη. | 604 |
| ὑπῆρχες τὸ πρίν, νῦν δὲ τὸν νοῦν ἐνίκησεν ἡ νεότης· | |
| δεύτερον αὖτ' ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν. | 605 |
| αὖθις δὲ ἐξαπατᾷν τοὺς κρείσσονας φυλάττου· | |
| οὐ γάρ κέν με τάχ' ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν. | 606 |
| οὐ γὰρ ἂν με ταχέως ἄλλος τις ἀνὴρ τῶν Ἑλλήνων κατέπεισεν, | |
| ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας | 607 |
| ἀλλὰ σὺ δὲ πολλὰ ἔπαθες καὶ πολλὰ ἐκακοπάθησας καὶ ἐπόνησας, | |
| σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκ' ἐμεῖο· | 608 |
| καὶ ὁ σὸς ἀγαθὸς πατὴρ καὶ ὁ ἀδελφός, ἕνεκα ἐμοῦ· | |
| τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον | 609 |
| δι᾽ ὅ σοι παρακαλοῦντι ὑπακούσομαι καὶ τὴν ἵππον | |
| δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε | 610 |
| δώσω, καίπερ οὖσαν ἐμήν· ἵνα γνῶσι καὶ οὗτοι, | |
| ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής. | 611 |
| ὅτι ἡ ἐμὴ ψυχὴ οὐδέποτε ὑπάρχει ὑπερήφανος καὶ σκληρά· | |
| ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ | 612 |
| εἶπε δή, καὶ τῷ νουνεχεῖ φίλῳ τοῦ Ἀντιλόχου ἔδωκε | |
| ἵππον ἄγειν· ὃ δ' ἔπειτα λέβηθ' ἕλε παμφανόωντα. | 613 |
| τὴν ἵππον ἄγειν· αὐτὸς δὲ μετὰ ταῦτα ἔλαβε τὸν λαμπρότατον λέβητα, | |
| Μηριόνης δ' ἀνάειρε δύω χρυσοῖο τάλαντα | 614 |
| ὁ Μηριόνης δὲ ἀνέλαβε τὰ δύο τάλαντα τοῦ χρυσοῦ, | |
| τέτρατος, ὡς ἔλασεν. πέμπτον δ' ὑπελείπετ' ἄεθλον, | 615 |
| ἐπειδὴ τέταρτος ἀφίκετο. τὸ πέμπτον δὲ ἔπαθλον ὑπελείπετο ἡ θέσιν | |
| ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς | 616 |
| ἀμφοτέρωθεν ἔχουσα φιάλη· ἣν ἔδωκε τῷ Νέστορι ὁ Ἀχιλλεύς, | |
| Ἀργείων ἀν' ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς· | 617 |
| φέρων κατὰ τὸ ἄθροισμα τῶν Ἑλλήνων· καὶ εἶπε παραστάς· | |
| τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω | 618 |
| Λάβε νῦν (δή), καί σοι τοῦτο, ὦ γέρον, κτῆμα ἐναποκείμενον ἔστω, | |
| Πατρόκλοιο τάφου μνῆμ' ἔμμεναι· οὐ γὰρ ἔτ' αὐτὸν | 619 |
| ὥστ᾽ εἶναι μνῆμα τοῦ ἐνταφιασμοῦ καὶ τῆς κηδείας τοῦ Πατρόκλου· οὐκέτι γὰρ αὐτὸν | |
| ὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδ' ἄεθλον | 620 |
| θεάσῃ ἐν τοῖς Ἕλλησι· δίδωμι δέ σοι τοῦτο τὸ ἔπαθλον οὕτως | |
| αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις, | 621 |
| ἐπ᾽ οὐδενί· οὐ γὰρ πυγμῇ μαχήσῃ, οὐδὲ παλαίσεις, | |
| οὐδ' ἔτ' ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι | 622 |
| οὐδὲ εἰς ἀκοντισμὸν καὶ ἄφεσιν ἀκοντίων εἰσελεύσῃ, οὐδὲ ποσὶ | |
| θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει. | 623 |
| δραμῇ· ἤδη γὰρ γῆρας χαλεπόν σε κατεπείγει. | |
| ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὃ δ' ἐδέξατο χαίρων, | 624 |
| οὕτως εἰπὼν ἔθηκεν εἰς τὰς χεῖρας· οὗτος δὲ ἐδέξατο αὐτὴν εὐφραινόμενος | |
| καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 625 |
| καὶ φωνήσας πρὸς αὐτὸν ἔλεγε λόγους ταχεῖς· | |
| ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες· | 626 |
| ναὶ δὴ ταῦτά γε πάντα, ὦ τέκνον, κατὰ τὸ πρέπον εἶπας· | |
| οὐ γὰρ ἔτ' ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες | 627 |
| οὐκέτι γάρ μοι βέβαια καὶ ἰσχυρὰ τὰ μέλη, προσφιλέστατε, οἱ πόδες, οὐδὲ αἱ χεῖρες | |
| ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί. | 628 |
| ἑκατέρωθεν ἐκ τῶν ὤμων κινοῦνται κούφως καὶ ἐλαφρῶς· | |
| εἴθ' ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη | 629 |
| εἴθε οὕτως ἀκμάζοιμι, καί μοι ἡ δύναμις ἀσφαλὴς καὶ κραταιὰ ὑπάρχοι, | |
| ὡς ὁπότε κρείοντ' Ἀμαρυγκέα θάπτον Ἐπειοὶ | 630 |
| ὥσπερ ὅτε ἔθαπτον οἱ Ἠλεῖοι τόν βασιλέα Ἀμαρυγκέα | |
| Βουπρασίῳ, παῖδες δ' ἔθεσαν βασιλῆος ἄεθλα· | 631 |
| ἐν τῷ Βουπρασίῳ πεδίῳ· οἱ υἱοὶ δὲ ἔθηκαν τὰ ποῦ βασιλέως ἔπαθλα· | |
| ἔνθ' οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετ', οὔτ' ἄρ' Ἐπειῶν | 632 |
| τότε οὐδεὶς μοι ἀνὴρ ἦν ὅμοιος· οὔτε τῶν Ἠλείων | |
| οὔτ' αὐτῶν Πυλίων οὔτ' Αἰτωλῶν μεγαθύμων. | 633 |
| οὔτε αὐτῶν τῶν Πυλίων, οὔτε τῶν μεγαλοψύχων Αἰτωλῶν· | |
| πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν, | 634 |
| πυγμῇ μὲν ἐνίκησα Κλυτομήδην τὸν υἱὸν τοῦ Ἤνοπος· | |
| Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη· | 635 |
| Ἀγκαῖον δὲ πάλῃ τὸν ἐκ τῆς Πλευρῶνος, ὅς μοι ἀνέστη παλαῖσαι, | |
| Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα, | 636 |
| Ἴφικλον δὲ τοῖς ποσὶ παρῆλθον καὶ ἐνίκησα γενναῖον ὄντα· | |
| δουρὶ δ' ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον. | 637 |
| δόρατι δὲ ἐνίκησα τὸν Φυλέα καὶ τὸν Πολύδωρον· | |
| οἴοισίν μ' ἵπποισι παρήλασαν Ἀκτορίωνε | 638 |
| μόνοις ἵπποις παρῆλθον καὶ παρέδραμον οἱ υἱοὶ τοῦ Ἄκτορος, | |
| πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης, | 639 |
| πολλῷ προπηδήσαντες, φθονήσαντες περὶ τῆς νίκης, | |
| οὕνεκα δὴ τὰ μέγιστα παρ' αὐτόθι λείπετ' ἄεθλα. | 640 |
| διότι τὰ μέγιστα ἔπαθλα ὑπελείπετο αὐτόθι, | |
| οἳ δ' ἄρ' ἔσαν δίδυμοι· ὃ μὲν ἔμπεδον ἡνιόχευεν, | 641 |
| οὗτοι δὲ ἦσαν δίδυμοι (συμφυεῖς καὶ ἅμα γεγεννημένοι)· καὶ ὁ μὲν ἀσφαλῶς ἀεὶ τὰς ἡνίας κατεῖχεν, | |
| ἔμπεδον ἡνιόχευ', ὃ δ' ἄρα μάστιγι κέλευεν. | 642 |
| ἀσφαλῶς ἀεὶ τὰς ἡνίας κατέχων τὸ ἅρμα ἴθυνεν· ὁ δὲ τῇ ἱμάσθλῃ τοὺς ἵππους παρώξυνεν· | |
| ὥς ποτ' ἔον· νῦν αὖτε νεώτεροι ἀντιοώντων | 643 |
| οὕτω ποτὲ ἦν, νυνὶ δὲ οἱ νεώτεροι ἀντιλαμβανέτωσαν | |
| ἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ | 644 |
| τῶν τοιούτων ἔργων· ἐμὲ δὲ προσήκει τῷ χαλεπῷ γήρᾳ | |
| πείθεσθαι, τότε δ' αὖτε μετέπρεπον ἡρώεσσιν. | 645 |
| ὑπακούειν· τότε δὲ διέπρεπον ἐπὶ τοῖς ἥρωσι, καὶ ἔξοχος ἦν· | |
| ἀλλ' ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε. | 646 |
| ἀλλ᾿ ἄπελθε καὶ τὸν σὸν φίλον ἐνταφίαζε (γέραιρε, τίμα) ἐπάθλοις καὶ ἀγῶσι. | |
| τοῦτο δ' ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ, | 647 |
| τοῦτο δὲ ἐγὼ προθύμως δέχομαι, ἀγάλλεται δέ μου ἡ ψυχή, | |
| ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω, | 648 |
| ὅτι μου ἀεὶ μέμνησαι τοῦ προσηνοῦς καὶ φιλόφρονος, οὐδὲ λανθάνω σε | |
| τιμῆς ἧς τέ μ' ἔοικε τετιμῆσθαι μετ' Ἀχαιοῖς. | 649 |
| ἐν τῇ τιμῇ, ᾗ με τιμᾶσθαι καθήκει ἐν τοῖς Ἕλλησι· | |
| σοὶ δὲ θεοὶ τῶνδ' ἀντὶ χάριν μενοεικέα δοῖεν. | 650 |
| σοὶ δὲ εἴθε δοῖεν οἱ θεοὶ ἀντὶ τούτων χάριν καὶ δωρεάν εὐφρόσυνον. | |
| ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθ' ὅμιλον Ἀχαιῶν | 651 |
| οὕτως εἶπεν· ὁ τοῦ Πηλέως δὲ εἰς τὸν πολὺν σύλλογον τῶν Ἑλλήνων | |
| ᾤχετ', ἐπεὶ πάντ' αἶνον ἐπέκλυε Νηλεΐδαο. | 652 |
| ἀπῆλθεν, ἐπειδὴ πάντα τὸν λόγον ἤκουσε τοῦ υἱοῦ τοῦ Νηλέως· | |
| αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα· | 653 |
| αὐτὸς δὲ πυγμαχίας ἀλγεινῆς καὶ ὀδυνηρᾶς (τῆς πολυφρόντιδος καὶ πολλῆς δεομένης σκέψεως) ἔπαθλον ἔθηκεν, | |
| ἡμίονον ταλαεργὸν ἄγων κατέδησ' ἐν ἀγῶνι | 654 |
| ἡμίονον καρτερικὴν πρὸς τὰ ἔργα ἄγων κατέδησεν ἐν τῷ ἀγῶνι, | |
| ἑξέτε' ἀδμήτην, ἥ τ' ἀλγίστη δαμάσασθαι· | 655 |
| ἐτῶν ἕξ, μήπω δεδαμασμένην, ἥτις χαλεπωτάτη ἐστὶ δαμασθῆναι καὶ δουλωθῆναι· | |
| τῷ δ' ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον. | 656 |
| τῷ νικηθέντι δὲ ἔθηκε ποτήριον διπλοῦν, καὶ τὴν βάσιν δηλονότι κοίλην ἔχον, | |
| στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· | 657 |
| ἔστη δὲ ὀρθὸς καὶ λόγον ἐν τοῖς Ἕλλησιν εἶπεν. | |
| Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ | 658 |
| ὦ υἱὲ τοῦ Ἀτρέως, καὶ ἄλλοι εὔοπλοι Ἕλληνες, | |
| ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω, | 659 |
| ἀνδρὰς δύο περὶ τούτων προτρέψωμεν, οἵτινές εἰσιν ἄριστοι | |
| πὺξ μάλ' ἀνασχομένω πεπληγέμεν· ᾧ δέ κ' Ἀπόλλων | 660 |
| τὴν πυκτικὴν πάνυ ἀνατεινάμενοι πλήττειν καὶ τύπτειν· ᾧτινι δ᾽ ἂν ὁ Ἀπόλλων | |
| δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί, | 661 |
| παράσχῃ μονομερῆ νίκην, γνῶσι δὲ πάντες οἱ Ἕλληνες τοῦτο, | |
| ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω· | 662 |
| τὴν ἐν τοῖς ἔργοις καρτερικὴν ἡμίονον ἄγων, πορευέσθω εἰς τὴν σκηνήν· | |
| αὐτὰρ ὃ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον. | 663 |
| ὃ νικηθεὶς δὲ λήψεται ἔκπωμα διπλοῦν. | |
| ὣς ἔφατ', ὄρνυτο δ' αὐτίκ' ἀνὴρ ἠΰς τε μέγας τε | 664 |
| οὕτως εἶπεν· ἀνέστη δὲ παραχρῆμα ἀνὴρ μέγας τε καὶ γενναῖος, | |
| εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός, | 665 |
| ἔμπειρος τῆς πυκτικῆς, ὁ τοῦ Πανοπέως υἱὸς Ἐπειός. | |
| ἅψατο δ' ἡμιόνου ταλαεργοῦ φώνησέν τε· | 666 |
| ἥψατο δὲ τοῦ καρτερᾶς ἡμιόνου καὶ εἶπεν. | |
| ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον· | 667 |
| ἐλθέτω πλησίον ὅστις λήψεται τὸ διπλοῦν ποτήριον, | |
| ἡμίονον δ' οὔ φημί τιν' ἀξέμεν ἄλλον Ἀχαιῶν | 668 |
| τὴν ἡμίονον δὲ οὐδένα ἄλλον τῶν Ἑλλήνων οἴομαι ἄξειν | |
| πυγμῇ νικήσαντ', ἐπεὶ εὔχομαι εἶναι ἄριστος. | 669 |
| νικήσαντά με πυγμῇ· ἐπειδὴ καυχῶμαι κράτιστος εἶναι· | |
| ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδ' ἄρα πως ἦν | 670 |
| ἢ οὐχ ἱκανῶς ἔχει, ὅτι ἐν τῷ πολέμῳ ἥττων εἰμί; οὐ γάρ ἐστι δυνατὸν | |
| ἐν πάντεσσ' ἔργοισι δαήμονα φῶτα γενέσθαι. | 671 |
| γενέσθαι τινὰ ἄνδρα ἐπήβολον καὶ ἐπιστήμονα ἐν πᾶσι τοῖς ἔργοις· | |
| ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· | 672 |
| οὕτω γὰρ λέξω, τοῦτο δὲ καὶ τελειωθήσεται. | |
| ἀντικρὺ χρόα τε ῥήξω σύν τ' ὀστέ' ἀράξω. | 673 |
| ἀπαντικρὺ (ἐξεναντίας) ἀγωνιζόμενος τήν τε σάρκα σχίσω καὶ τὰ ὀστᾶ συντρίψω· | |
| κηδεμόνες δέ οἱ ἐνθάδ' ἀολλέες αὖθι μενόντων, | 674 |
| φροντισταὶ δὲ αὐτῷ ἐνταυθοῖ ἀθρόοι παραμενέτωσαν, | |
| οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα. | 675 |
| οἳ δὴ αὐτὸν ἐκκομίσουσι, δαμασθέντα ὑπὸ τῶν ἐμῶν χειρῶν. | |
| ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. | 676 |
| οὕτως εἶπεν· οὗτοι δὲ πάντες ἄφωνοι ἐγένοντο σιωπῇ· | |
| Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς | 677 |
| Εὐρύαλος δὲ αὐτῷ μόνος ἀνέστη ἀνὴρ ἴσος θεῷ, | |
| Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος, | 678 |
| υἱὸς Μηκιστέως τοῦ βασιλέως τοῦ υἱοῦ τοῦ Ταλαοῦ, | |
| ὅς ποτε Θήβας δ' ἦλθε δεδουπότος Οἰδιπόδαο | 679 |
| ὃς ἀφίκετό ποτε εἰς τὰς Θήβας, ἀποθανόντος τοῦ Οἰδίποδος | |
| ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας. | 680 |
| εἰς ἐπιτάφιον, ἐκεῖ δὲ πάντας ἐνίκα τοὺς Θηβαίους. | |
| τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο | 681 |
| περὶ τοῦτον μὲν οὖν ὁ κατὰ πόλεμον ἔνδοξος υἱὸς τοῦ Τυδέως ἠσχολεῖτο | |
| θαρσύνων ἔπεσιν, μέγα δ' αὐτῷ βούλετο νίκην. | 682 |
| καὶ ἐνήργει παρορμῶν αὐτὸν λόγοις· πάνυ δὲ αὐτῷ ἤθελε νίκην· | |
| ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα | 683 |
| περίζωμα δὲ αὐτῷ πρῶτον περιέθηκε. μετὰ ταῦτα δὲ | |
| δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο. | 684 |
| ἔδωκαν τοὺς καλῶς κεκομμένους λώρους τοῦ ἐν ἀγρῷ διαιτωμένου βοός, | |
| τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα, | 685 |
| οὗτοι δὲ ζωσάμενοι ἐπορεύθησαν εἰς τὸ μέσον τοῦ ἀγῶνος, | |
| ἄντα δ' ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμ' ἄμφω | 686 |
| ἐξεναντίας δὲ ἀνατεινάμενοι χερσὶν ἰσχυραῖς ὁμοῦ ἀμφότεροι | |
| σύν ῥ' ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν. | 687 |
| συνέπεσον καὶ συνέβαλον, συνέμιξαν δὲ αὐτῶν αἱ βαρεῖαι καὶ ἐπαχθεῖς χεῖρες, | |
| δεινὸς δὲ χρόμαδος γενύων γένετ', ἔρρεε δ' ἱδρὼς | 688 |
| φοβερὸς δὲ ψόφος καὶ κτύπος τῶν σιαγόνων ἐγένετο, ἔρρει δὲ καὶ ἐχεῖτο ἱδρὼς | |
| πάντοθεν ἐκ μελέων· ἐπὶ δ' ὄρνυτο δῖος Ἐπειός, | 689 |
| πάντοθεν ἐκ τῶν μελῶν, ἐφώρμησε δὲ ὁ ἔνδοξος Ἐπειός, | |
| κόψε δὲ παπτήναντα παρήϊον· οὐδ' ἄρ' ἔτι δὴν | 690 |
| ἔπληξε δὲ περιβλεψάμενον κατὰ τὴν παρειάν, οὐκέτι δὲ ἐπὶ πολὺ | |
| ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα. | 691 |
| ἵστατο, αὐτόθι γὰρ ὑποπέπτωκε τὰ λαμπρὰ μέλη. | |
| ὡς δ' ὅθ' ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς | 692 |
| ὥσπερ δὲ ὅτε ὑπὸ τοῦ βορέου ἀναπηδᾷ ἐκ τοῦ ἐπανεστηκότος τῆς θαλάσσης ὁ ἰχθὺς | |
| θίν' ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν, | 693 |
| παρὰ τὸν βρυώδη αἰγιαλὸν καὶ τὸ μέλαν κῦμα περικαλύπτει αὐτόν, | |
| ὣς πληγεὶς ἀνέπαλτ'· αὐτὰρ μεγάθυμος Ἐπειὸς | 694 |
| οὕτω πληγεὶς ἀνετράπη αὐτόθι· ὁ μεγαλόψυχος δὲ Ἐπειὸς | |
| χερσὶ λαβὼν ὤρθωσε· φίλοι δ' ἀμφέσταν ἑταῖροι, | 695 |
| κρατήσας αὐτὸν ταῖς χερσὶν ἀνώρθωσεν, οἱ ἀγαπητοὶ δὲ φίλοι περιίσταντο, | |
| οἵ μιν ἄγον δι' ἀγῶνος ἐφελκομένοισι πόδεσσιν | 696 |
| οἵτινες αὐτὸν ἔφερον διὰ τοῦ ἀγῶνος τῶν ποδῶν ἐπισυρομένων, | |
| αἷμα παχὺ πτύοντα κάρη βάλλονθ' ἑτέρωσε· | 697 |
| αἷμα πολύ πτύοντα, τὴν κεφαλὴν κλίνοντα πρὸς τὸν ὦμον | |
| κὰδ δ' ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες, | 698 |
| ἐντεῦθεν λείπει πλέον ἡ παράφρασις τοῦ ψελλοῦ | |
| αὐτοὶ δ' οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον. | 699 |
| αὐτοὶ δὲ ἀπελθόντες ἐνέγκαν (ἔλαβον) τὸ διπλοῦν ἔκπωμα. | |
| Πηλεΐδης δ' αἶψ' ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα | 700 |
| ὁ τοῦ Πηλέως δὲ ταχέως ἄλλα τρίτα κατέθηκεν ἔπαθλα | |
| δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς, | 701 |
| φιλοτιμούμενος τοῖς Ἕλλησιν, τῆς δυσχεροῦς καὶ ἐπιπόνου πάλης· | |
| τῷ μὲν νικήσαντι μέγαν τρίποδ' ἐμπυριβήτην, | 702 |
| τῷ μὲν νικήσαντι τρίποδα μέγαν ἐν τῷ πυρὶ τιθέμενον, | |
| τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί· | 703 |
| τοῦτον δὲ δώδεκα βοῶν ἐτίμων ἐν ἑαυτοῖς οἱ Ἕλληνες, | |
| ἀνδρὶ δὲ νικηθέντι γυναῖκ' ἐς μέσσον ἔθηκε, | 704 |
| τῷ νικηθέντι δὲ ἀνδρὶ ἔθηκεν εἰς τὸ μέσον γυναῖκα, | |
| πολλὰ δ' ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον. | 705 |
| πολλὰ δὲ ἔργα ἠπίστατο, ἐτίμων δ᾽ αὐτὴν τεσσάρων βοῶν. | |
| στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· | 706 |
| ἔστη δὲ ὀρθὸς καὶ λόγον ἐν τοῖς Ἕλλησιν εἶπεν. | |
| ὄρνυσθ' οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον. | 707 |
| ἐγείρεσθε οἳ καὶ τούτου τοῦ ἄθλου πειραθήσεσθε. | |
| ὣς ἔφατ', ὦρτο δ' ἔπειτα μέγας Τελαμώνιος Αἴας, | 708 |
| οὕτως εἶπεν· ἀνέστη δὲ μετὰ ταῦτα ὁ τοῦ Τελαμῶνος μέγας Αἴας, | |
| ἂν δ' Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς. | 709 |
| ἀνέστη δὲ καὶ ὁ πολύβουλος Ὀδυσσεύς, ὁ τὰς μηχανὰς καὶ πανουργίας ἐπιστάμενος· | |
| ζωσαμένω δ' ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα, | 710 |
| ζωσάμενοι δ' ἄρα οὗτοι ἐπορεύθησαν εἰς τὸ μέσον τοῦ ἀγῶνος, | |
| ἀγκὰς δ' ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν | 711 |
| τὰς ἀγκάλας δὲ ἀλλήλων περιέλαβον χερσὶ στιβαραῖς καὶ ἰσχυραῖς· | |
| ὡς ὅτ' ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων | 712 |
| ὥσπερ δὲ ὅτε οἱ συστάται, οὓς ἔνδοξος τέκτων ἥρμοσε, | |
| δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων. | 713 |
| τοῦ ὑψηλοῦ οἰκήματος, τὴν τῶν ἀνέμων ἰσχὺν φυλαττόμενος, | |
| τετρίγει δ' ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν | 714 |
| ἔτριξον δὲ τὰ νῶτα ὑπὸ τῶν εὐτόλμων καὶ ἰσχυρῶν χειρῶν | |
| ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς, | 715 |
| ἐπισυρόμενα σφοδρῶς, κατέρρει δὲ ἐκ τῶν νώτων ἱδρὼς | |
| πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους | 716 |
| πλεῖσται δὲ μώλωπες καὶ οἰδήματα κατὰ τὰς πλευρὰς καὶ τοὺς ὤμους | |
| αἵματι φοινικόεσσαι ἀνέδραμον· οἳ δὲ μάλ' αἰεὶ | 717 |
| αἵματι ἐρυθρὰ ὑπανέστησαν, οὗτοι δὲ πάνυ ἀεὶ | |
| νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο· | 718 |
| νίκης ἐπεθύμουν ἕνεκα τοῦ πεποιημένου τρίποδος· | |
| οὔτ' Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι, | 719 |
| καὶ οὔτε ὁ Ὀδυσσεὺς ἐδύνατο παρατρέψαι καὶ προσπελάσαι τῷ ἐδάφει, | |
| οὔτ' Αἴας δύνατο, κρατερὴ δ' ἔχεν ἲς Ὀδυσῆος. | 720 |
| οὔτε ὁ Αἴας ἐδύνατο, καρτερῶς γὰρ ἀντεῖχεν ἡ τοῦ Ὀδυσσέως δύναμις. | |
| ἀλλ' ὅτε δή ῥ' ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς, | 721 |
| ἀλλ᾽ ὁπηνίκα δὴ εἰς ἀνίαν ἦγον τοὺς ἐυόπλους Ἕλληνας, | |
| δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας· | 722 |
| τηνικαῦτα δὴ εἶπε πρὸς αὐτὸν ὁ τοῦ Τελαμῶνος μέγας Αἴας. | |
| διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ | 723 |
| ὦ ἐκ τοῦ Διὸς καταγόμενε υἱὲ τοῦ Λαέρτου πολύτροπε Ὀδυσσεῦ, | |
| ἤ μ' ἀνάειρ', ἢ ἐγὼ σέ· τὰ δ' αὖ Διὶ πάντα μελήσει. | 724 |
| ἢ ἆρον μὲ εἰς ὕψος, ἢ ἐγὼ σέ· τἀπὶ τούτοις δὲ πάντα διὰ φροντίδος τῷ Διὶ ἔσται. | |
| ὣς εἰπὼν ἀνάειρε· δόλου δ' οὐ λήθετ' Ὀδυσσεύς· | 725 |
| οὕτως εἰπὼν ἀνεκούφισεν αὐτόν· οὐκ ἐπελάθετο δὲ τοῦ δόλου ὁ Ὀδυσσεύς, | |
| κόψ' ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα, | 726 |
| ἔπληξε γὰρ ὄπισθεν τὴν ἰγνύην ἐπιτυχών, ἀσθενῆ δὲ ἐποίησε τὰ μέλη, | |
| κὰδ δ' ἔβαλ' ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς | 727 |
| κατέπεσε δὲ εἰς τοὐπίσω, ἐν τοῖς στήθεσι δὲ Ὀδυσσεύς | |
| κάππεσε· λαοὶ δ' αὖ θηεῦντό τε θάμβησάν τε. | 728 |
| κατέπεσεν· οἱ λαοὶ δὲ ἐθαύμαζόν (ἐθεῶντό) τε καὶ ἐξεπλάγησαν· | |
| δεύτερος αὖτ' ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς, | 729 |
| δεύτερος δὲ ἐπῇρεν ὁ καρτερικὸς ἐνδοξότατος Ὀδυσσεύς, | |
| κίνησεν δ' ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδ' ἔτ' ἄειρεν, | 730 |
| ἐκίνησε δὲ ὀλίγον ἀπὸ τῆς γῆς, οὐδέ γε ἀνεκούφισεν, | |
| ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω | 731 |
| ἐνέκαμψε δὲ τὸ γόνυ, κατέπεσον δὲ ἀμφότεροι ἐπὶ τὴν γῆν | |
| πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ. | 732 |
| ἐπάλληλοι, ἐμολύνθησαν δὲ ὑπὸ τῆς κόνεως. | |
| καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντ' ἐπάλαιον, | 733 |
| καὶ δὴ τὸ τρίτον πάλιν ἀνορμήσαντες ἐπάλαιον ἄν, | |
| εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε· | 734 |
| εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνέστη καὶ διεκώλυσε λέγων. | |
| μηκέτ' ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι· | 735 |
| μηκέτι μάχεσθε μηδὲ καταπονεῖτε κακοῖς ἑαυτούς, | |
| νίκη δ' ἀμφοτέροισιν· ἀέθλια δ' ἶσ' ἀνελόντες | 736 |
| ἡ νίκη δὲ ἀμφοτέρων ἐστίν, ἔπαθλα δὲ ὅμοια ἀναλαβόντες | |
| ἔρχεσθ', ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί. | 737 |
| πορεύεσθε, ἵνα καὶ ἄλλοι Ἕλληνες ἀγωνίσωνται. | |
| ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο, | 738 |
| οὕτως εἶπεν. οὗτοι δὲ αὐτοῦ πάνυ ἐπήκουσαν | |
| καί ῥ' ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας. | 739 |
| καὶ ἐπείσθησαν καὶ δὴ ἀποτιναξάμενοι τὴν κόνιν ἐνεδύσαντο τοὺς χιτῶνας. | |
| Πηλεΐδης δ' αἶψ' ἄλλα τίθει ταχυτῆτος ἄεθλα | 740 |
| ὁ τοῦ Πηλέως δὲ ταχέως ἄλλα ἔθηκεν ἔπαθλα ταχυτῆτος | |
| ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δ' ἄρα μέτρα | 741 |
| ἀργυροῦν κρατῆρα κατεσκευασμένον, ἓξ δὲ μέτρα | |
| χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπ' αἶαν | 742 |
| ἐχώρει, ὡραιότητι δὲ ἐπὶ πᾶσαν τὴν γῆν ἐνίκα τοὺς ἄλλους | |
| πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν, | 743 |
| πολλῷ, ἐπειδὴ Σιδόνες οἱ πολλὰ ποικίλα ἐργαζόμενοι, καλώς κατεσκεύασαν, | |
| Φοίνικες δ' ἄγον ἄνδρες ἐπ' ἠεροειδέα πόντον, | 744 |
| φοίνικες δὲ ἄνδρες ἤνεγκαν διὰ τῆς σκοτοειδοῦς θαλάσσης, | |
| στῆσαν δ' ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν· | 745 |
| ἔστησαν (προσώρμισαν) δὲ ἐν τῷ λιμένι, τῷ Θόαντι δὲ ἔδωκαν αὐτὸν δῶρον· | |
| υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε | 746 |
| ὁ τοῦ Πριάμου δὲ υἱὸς Λυκάονος λύτρα ἔδωκε | |
| Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος. | 747 |
| τῷ ἥρωι Πατρόκλῳ. Εὔνηος ὁ υἱὸς τοῦ Ἰάσονος, | |
| καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο, | 748 |
| καὶ τοῦτον δὴ ὁ Ἀχιλλεὺς ἔθηκεν ἔπαθλον τοῦ ἑαυτοῦ φίλου. | |
| ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο· | 749 |
| ὅστις κουφότατος ταχέσι ποσὶν ὑπάρχοι· | |
| δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ, | 750 |
| τῷ δευτέρῳ δὲ βοῦν ἔθηκε μέγαν καὶ λιπαρὸν πιμελῆ, | |
| ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊ' ἔθηκε. | 751 |
| ἥμισυ δὲ ταλάντου χρυσοῦ τῷ ἐσχάτῳ ἔθηκεν. | |
| στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· | 752 |
| ἔστη δὲ ὀρθὸς καὶ λόγον ἐν τοῖς Ἕλλησιν εἶπεν. | |
| ὄρνυσθ' οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε. | 753 |
| ἀνάστητε οἳ καὶ τούτου τοῦ ἄθλου πειραθήσεσθε. | |
| ὣς ἔφατ', ὄρνυτο δ' αὐτίκ' Ὀϊλῆος ταχὺς Αἴας, | 754 |
| οὕτως εἶπεν· ἀνέστη δὲ παραχρῆμα ὁ ταχύπους Αἴας τοῦ Ὀϊλέως· | |
| ἂν δ' Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς | 755 |
| ἀνέστη δὲ καὶ ὁ πολύβουλος Ὀδυσσεύς μετὰ ταῦτα δὲ καὶ ὁ τοῦ Νέστορος υἱὸς | |
| Ἀντίλοχος· ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα. | 756 |
| Ἀντίλοχος, οὗτος γὰρ πάντας τοὺς νέους ἐνίκα τοῖς ποσίν· | |
| στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματ' Ἀχιλλεύς. | 757 |
| ἔστησαν δὲ κατὰ τάξιν· ἐδήλωσε δὲ τὰ τέλη τοῦ δρόμου ὁ Ἀχιλλεύς· | |
| τοῖσι δ' ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δ' ἔπειτα | 758 |
| τούτοις δὲ ἀπὸ τῆς ἀφετηρίας ἐξετάθη ὁ δρόμος, ταχέως δὲ μετὰ ταῦτα | |
| ἔκφερ' Ὀϊλιάδης· ἐπὶ δ' ὄρνυτο δῖος Ὀδυσσεὺς | 759 |
| προέβαινεν ὁ τοῦ Ὀϊλέως, ἐφώρμα δὲ ὁ ἐνδοξότατος Ὀδυσσεύς | |
| ἄγχι μάλ', ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο | 760 |
| ἐγγύθεν πάνυ. ὥσπερ ὅτε τις γυναικὸς καλλιζώνου ἐγγὺς | |
| στήθεός ἐστι κανών, ὅν τ' εὖ μάλα χερσὶ τανύσσῃ | 761 |
| τοῦ στήθους ἐστὶν ὁ ἱστουργικὸς κανών, ὃν ἂν πάνυ καλῶς ἐκτανύσῃ ταῖς χερσὶ | |
| πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δ' ἴσχει | 762 |
| τὸ ὕφασμα ἐξέλκουσα παρὰ τὸν μῖτον, ἐγγὺς δὲ κατέχει | |
| στήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν | 763 |
| τοῦ στήθους· οὕτως ὁ Ὀδυσσεὺς ἔτρεχεν ἐγγύθεν, ὄπισθεν δὲ | |
| ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι· | 764 |
| τὰ ἴχνη φθάνων ἔτυπτε τοῖς ποσί, πρὶν κατενεχθῆναι τὴν κόνιν ἐπὶ τὸ ἴχνος, ἣν ὁ προτρέχων ἵστησι· | |
| κὰδ δ' ἄρα οἱ κεφαλῆς χέ' ἀϋτμένα δῖος Ὀδυσσεὺς | 765 |
| κατὰ τῆς κεφαλῆς δὲ αὐτοῦ ἔχεεν ἀναπνοὴν ὁ ἐνδοξότατος Ὀδυσσεύς, | |
| αἰεὶ ῥίμφα θέων· ἴαχον δ' ἐπὶ πάντες Ἀχαιοὶ | 766 |
| ἀεὶ τρέχων ταχέως· ἐπεβόησαν δὲ πάντες οἱ Ἕλληνες αὐτῷ | |
| νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον. | 767 |
| νίκης ἐφιεμένῳ· πάνυ δὲ ἐπειγομένῳ καὶ σπουδάζοντι παρεκελεύοντο· | |
| ἀλλ' ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκ' Ὀδυσσεὺς | 768 |
| ἀλλ᾿ ὁπηνίκα δὴ τὸ ἔσχατον τοῦ δρόμου ἤνυον, παραχρῆμα Ὀδυσσεύς | |
| εὔχετ' Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν· | 769 |
| ηὔχετο τῇ Ἀθηνᾷ τῇ εὐοφθάλμῳ κατὰ τὴν ἑαυτοῦ ψυχήν· | |
| κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν. | 770 |
| ἐπάκουσόν μου, ὦ θεά, ἐλθέ μοι ἀγαθὴ βοηθὸς τῶν ποδῶν. | |
| ὣς ἔφατ' εὐχόμενος· τοῦ δ' ἔκλυε Παλλὰς Ἀθήνη, | 771 |
| οὕτως εἶπε δεόμενος· τούτου δὲ ἐπήκουσεν ἡ πολεμικὴ Ἀθηνᾶ, | |
| γυῖα δ' ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν. | 772 |
| τὰ μέλη δὲ αὐτοῦ ἐποίησε κούφα, τούς τε πόδας καὶ τὰς χεῖρας ἄνωθεν. | |
| ἀλλ' ὅτε δὴ τάχ' ἔμελλον ἐπαΐξασθαι ἄεθλον, | 773 |
| ἀλλ' ὁπηνίκα δὴ ταχέως ἔμελλον ἐπὶ τὸ ἔπαθλον ὁρμήσειν, | |
| ἔνθ' Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη, | 774 |
| τότε Αἴας μὲν σφήλας κατέπεσε τρέχων, ἔβλαψε γὰρ αὐτὸν ἡ Ἀθηνᾶ, | |
| τῇ ῥα βοῶν κέχυτ' ὄνθος ἀποκταμένων ἐριμύκων, | 775 |
| ἔνθα ἦν κόπρος κεχυμένη βοῶν μεγάλως μυκωμένων ἀναιρεθέντων, | |
| οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς· | 776 |
| οὓς ἐπὶ τῷ Πατρόκλῳ ἀπέκτεινεν ὁ ταχύπους Ἀχιλλεύς· | |
| ἐν δ' ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε· | 777 |
| ἐνεπληρώθη δὲ τὸ στόμα αὐτοῦ καὶ αἱ ῥῖνες κόπρου βοείας. | |
| κρητῆρ' αὖτ' ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς, | 778 |
| τὸν κρατῆρα δὲ ἀνέλαβεν ὁ καρτερικὸς ἐνδοξότατος Ὀδυσσεύς, | |
| ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας. | 779 |
| ἐπειδὴ ἀφίκετο προφθάσας· οὗτος δὲ τὸν βοῦν ἔλαβεν ὁ λαμπρὸς Αἴας, | |
| στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο | 780 |
| ἔστη δὲ τὸ κέρας κατέχων ἐν ταῖς χερσὶ τοῦ ἀγροδιαίτου βοός, | |
| ὄνθον ἀποπτύων, μετὰ δ' Ἀργείοισιν ἔειπεν· | 781 |
| κόπρον ἀποπτύων, εἶπε δὲ ἐν τοῖς Ἕλλησι· | |
| ὢ πόποι ἦ μ' ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ | 782 |
| φεῦ φεῦ, ὄντως που ἡ θεά ἔβλαψε τοὺς πόδας μου, ἣ καὶ πρότερον | |
| μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδ' ἐπαρήγει. | 783 |
| καθάπερ μήτηρ σύνεστι τῷ Ὀδυσσεῖ καὶ βοηθεῖ. | |
| ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασσαν. | 784 |
| οὕτως εἶπεν· οὗτοι δὲ πάντες ἡδέως ἐγέλασαν ἐπ᾿ αὐτῷ. | |
| Ἀντίλοχος δ' ἄρα δὴ λοισθήϊον ἔκφερ' ἄεθλον | 785 |
| ὁ Ἀντίλοχος δὲ τὸ ἔσχατον ἔπαθλον ἔλαβε | |
| μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· | 786 |
| μειδιῶν, καὶ λόγον ἐν τοῖς Ἕλλησιν εἶπεν. | |
| εἰδόσιν ὔμμ' ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν | 787 |
| ἐπισταμένοις ὑμῖν ἅπασιν ἐρῶ, ὦ φίλοι, ὡς ἔτι κἀν τῷ παρόντι | |
| ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους. | 788 |
| οἱ αἰώνιοι θεοὶ τιμῶσι τοὺς πρεσβυτέρους ἀνθρώπους· | |
| Αἴας μὲν γὰρ ἐμεῖ' ὀλίγον προγενέστερός ἐστιν, | 789 |
| ὁ Αἴας μὲν γὰρ ὀλίγον ἐμοῦ πρεσβύτερος ὑπάρχει. | |
| οὗτος δὲ προτέρης γενεῆς προτέρων τ' ἀνθρώπων· | 790 |
| οὗτος δὲ προτέρας ἡλικίας καὶ προγενεστέρων ἀνθρώπων ἐστίν, | |
| ὠμογέροντα δέ μίν φασ' ἔμμεναι· ἀργαλέον δὲ | 791 |
| μήπω δὲ ὑπὸ γήρως καθεψημένον αυτόν φασιν εἶναι· χαλεπὸν δὲ | |
| ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ. | 792 |
| τοῖς Ἕλλησιν ἐλθεῖν αὐτῷ εἰς ἅμιλλαν ποδῶν, πλὴν Ἀχιλλέως. | |
| ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα. | 793 |
| οὕτως εἶπεν. ὕψωσε δὲ ἐπαίνῳ τὸν ταχύποδα υἱὸν τοῦ Πηλέως, | |
| τὸν δ' Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν· | 794 |
| πρὸς τοῦτον δὲ ὁ Ἀχιλλεὺς λόγοις ἀποκρινόμενος εἶπεν. | |
| Ἀντίλοχ' οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος, | 795 |
| ὦ Ἀντίλοχε, οὐδαμῶς σοι μάταιος ῥηθήσεται ὁ ἔπαινος. | |
| ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω. | 796 |
| ἀλλά σοι ἐγὼ ἥμισυ ταλάντου χρυσοῦ ἐπιδώσω. | |
| ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δ' ἐδέξατο χαίρων. | 797 |
| οὕτως εἰπὼν ἐνέθηκε ταῖς χερσίν, οὗτος δὲ ἐδέξατο ἀγαλλόμενος. | |
| αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος | 798 |
| ὁ υἱὸς δὲ τοῦ Πηλέως δόρυ μακρὸν | |
| θῆκ' ἐς ἀγῶνα φέρων, κατὰ δ' ἀσπίδα καὶ τρυφάλειαν | 799 |
| κατέθηκεν εἰς τὸν ἀγῶνα ἐνέγκας. κατέθηκε δὲ καὶ ἀσπίδα καὶ κράνος, | |
| τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα. | 800 |
| ὅπλα τοῦ Σαρπηδόνος, ἅπερ ἀφείλετο αὐτὸν ὁ Πάτροκλος· | |
| στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· | 801 |
| ἔστη δὲ ὀρθὸς καὶ λόγον ἐν τοῖς Ἕλλησιν εἶπεν. | |
| ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω, | 802 |
| ἄνδρας δύο περὶ τούτων προτρέψωμεν, οἵτινές εἰσιν ἄριστοι, | |
| τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε | 803 |
| τὰ ὅπλα ἐνδυσάμενοι, σωματοτόμον σίδηρον λαβόντες, | |
| ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι. | 804 |
| ἀλλήλων πειραθῆναι ἔμπροσθεν τοῦ πλήθους· | |
| ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν, | 805 |
| ὃς δ᾿ ἂν φθάσῃ πατάξας τὸ καλὸν σῶμα, | |
| ψαύσῃ δ' ἐνδίνων διά τ' ἔντεα καὶ μέλαν αἷμα, | 806 |
| ἅψηται δὲ τῶν μελῶν διὰ τῶν ὅπλων καὶ τοῦ μέλανος αἵματος | |
| τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον | 807 |
| τούτῳ μὲν ἐγὼ δώσω τοῦτο τὸ ἀργυροῦς ἥλους ἔχον ξίφος | |
| καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων· | 808 |
| περικαλλὲς Θρᾳκικόν, τοῦτο (ὃ) δὴ ἀφειλόμην τὸν Ἀστεροπαῖον, | |
| τεύχεα δ' ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων· | 809 |
| τὰ ὅπλα δὲ ταῦτα κοινὰ λαβέτωσαν ἀμφότεροι· | |
| καί σφιν δαῖτ' ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν. | 810 |
| καὶ εὐωχίαν χρηστὴν παραθήσομαι αὐτοῖς ἐν ταῖς σκηναῖς. | |
| ὣς ἔφατ', ὦρτο δ' ἔπειτα μέγας Τελαμώνιος Αἴας, | 811 |
| οὕτως εἶπεν· ἀνέστη δὲ μετὰ ταῦτα ὁ μέγας υἱὸς τοῦ Τελαμῶνος Αἴας· | |
| ἂν δ' ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης. | 812 |
| ἀνέστη δὲ καὶ ὁ τοῦ Τυδέως υἱὸς ὁ ἰσχυρὸς Διομήδης. | |
| οἳ δ' ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν, | 813 |
| οὗτοι δὲ ἐπειδὴ ἑκατέρωθεν τοῦ πλήθους ὡπλίσθησαν | |
| ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι | 814 |
| εἰς τὸ μέσον ἀμφοτέρων συνήρχοντο προθυμούμενοι πολεμεῖν, | |
| δεινὸν δερκομένω· θάμβος δ' ἔχε πάντας Ἀχαιούς. | 815 |
| φοβερῶς ἀντιβλέποντες, ἔκπληξις δὲ κατεῖχε πάντας τοὺς Ἕλληνας. | |
| ἀλλ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες, | 816 |
| ἀλλ᾿ ὁπηνίκα δὴ πλησίον ἦσαν ἐπ᾽ ἀλλήλους πορευόμενοι, | |
| τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν. | 817 |
| τρὶς μὲν ἐφώρμησαν, τρὶς δὲ πλησίον ἐγένοντο. | |
| ἔνθ' Αἴας μὲν ἔπειτα κατ' ἀσπίδα πάντοσ' ἐΐσην | 818 |
| τότε Αἴας μὲν οὖν κατὰ τὴν ἀσπίδα τὴν κυκλοτερῆ | |
| νύξ', οὐδὲ χρό' ἵκανεν· ἔρυτο γὰρ ἔνδοθι θώρηξ· | 819 |
| ἔπληξεν, οὐδὲ τὸ σῶμα κατέλαβεν· ἐπεῖχε γὰρ ἔνδοθεν ὁ θώραξ· | |
| Τυδεΐδης δ' ἄρ' ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο | 820 |
| ὁ τοῦ Τυδέως δὲ μετὰ ταῦτα ὑπεράνω τῆς μεγάλης ἀσπίδος | |
| αἰὲν ἐπ' αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ. | 821 |
| ἀεὶ ἐπὶ τῷ αὐχένι ἐστοχάζετο τῇ αἰχμῇ τοῦ λαμπροῦ δόρατος· | |
| καὶ τότε δή ῥ' Αἴαντι περιδείσαντες Ἀχαιοὶ | 822 |
| καὶ τότε δὴ φοβηθέντες περὶ τοῦ Αἴαντος οἱ Ἕλληνες | |
| παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσ' ἀνελέσθαι. | 823 |
| λήξαντας τῆς μάχης ἐκέλευσαν ἀναλαβεῖν ἔπαθλα ἴσα. | |
| αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως | 824 |
| τῷ υἱῷ δὲ τοῦ Τυδέως ἔδωκε τὸ μέγα ξίφος ὁ ἥρως | |
| σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι. | 825 |
| σὺν τῇ ξιφοθήκῃ φέρων καὶ τῷ καλῶς τετμημένῳ ἀναφορεῖ. | |
| αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον | 826 |
| ὁ τοῦ Πηλέως δὲ ἔθηκε δίσκον αὐτόχυτον. | |
| ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος· | 827 |
| ὃν πρότερον μὲ ἐρρίπτει ἡ μεγάλη δύναμις τοῦ Ἠετίωνος, | |
| ἀλλ' ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς, | 828 |
| ἀλλὰ τοῦτον μὲν ἀπέκτεινεν ὁ ταχύπους ἐνδοξότατος Ἀχιλλεύς, | |
| τὸν δ' ἄγετ' ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι. | 829 |
| αὐτὸν δὲ ἦγεν ἐν τοῖς ναυσί, μετὰ τῶν ἄλλων κτημάτων, | |
| στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· | 830 |
| ἔστη δὲ ὀρθὸς καὶ λόγον ἐν τοῖς Ἕλλησιν εἶπεν· | |
| ὄρνυσθ' οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε. | 831 |
| ἀνάστητε οἳ καὶ τούτου τοῦ ἄθλου πεῖραν λήψεσθε· | |
| εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί, | 832 |
| εἴ γ᾽ αὐτῷ καὶ πάνυ πολλῷ πόρρωθι εὔγειοι ἀγροί, | |
| ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς | 833 |
| ἕξει αὐτὸν καὶ πέντε κυκλοφορουμένους ἐνιαυτοὺς | |
| χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου | 834 |
| χρώμενος· οὐ γὰρ στερισκόμενος σιδήρου | |
| ποιμὴν οὐδ' ἀροτὴρ εἶσ' ἐς πόλιν, ἀλλὰ παρέξει. | 835 |
| ὁ ποιμὴν αὐτοῦ, οὐδὲ ὁ γεωργὸς πορεύσεται εἰς τὴν πόλιν, ἀλλὰ παρέσται δοῦναι. | |
| ὣς ἔφατ', ὦρτο δ' ἔπειτα μενεπτόλεμος Πολυποίτης, | 836 |
| οὕτως εἶπεν· ἀνέστη δὲ μετὰ ταῦτα ὁ πολεμικὸς καὶ ἀνδρεῖος Πολυποίτης· | |
| ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο, | 837 |
| ἀνέστη δὲ ὁ τοῦ Τελαμῶνος Αἴας καὶ ὁ ἔνδοξος Ἐπειός· | |
| ἂν δ' Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός. | 838 |
| ἀνέστη δὲ ἡ ἰσχυρὰ δύναμις τοῦ ἰσοθέου Λεοντέως· | |
| ἑξείης δ' ἵσταντο, σόλον δ' ἕλε δῖος Ἐπειός, | 839 |
| ἔστησαν δὲ ἐφεξῆς, ἔλαβε δὲ τὸν δίσκον ὁ ἔνδοξος Ἐπειός, | |
| ἧκε δὲ δινήσας· γέλασαν δ' ἐπὶ πάντες Ἀχαιοί. | 840 |
| ἀφῆκε δὲ συστρέψας, ἐπεγέλασαν δὲ πάντες οἱ Ἕλληνες· | |
| δεύτερος αὖτ' ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος· | 841 |
| δεύτερος δὲ ἀφῆκε Λεοντεὺς ὁ κλάδος τοῦ Ἄρεος· | |
| τὸ τρίτον αὖτ' ἔρριψε μέγας Τελαμώνιος Αἴας | 842 |
| τὸ τρίτον δὲ ἔρριψεν ὁ μέγας υἱὸς τοῦ Τελαμῶνος Αἴας | |
| χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων. | 843 |
| ἀπὸ τῆς στερεᾶς καὶ ἰσχυρᾶς χειρός, καὶ ὑπερέβαλε τὰ σημεῖα πάντων· | |
| ἀλλ' ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης, | 844 |
| ἀλλ᾽ ὁπηνίκα δὴ τὸν δίσκον ἔλαβεν ὁ πολεμικὸς καὶ ἀνδρεῖος Πολυποίτης, | |
| ὅσσόν τίς τ' ἔρριψε καλαύροπα βουκόλος ἀνήρ, | 845 |
| ὁπόσον τις ἀνὴρ βουκόλος ἔρριψε τὴν καλὴν ῥοπὴν ἔχουσαν, ῥάβδον· | |
| ἣ δέ θ' ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας, | 846 |
| αὕτη δὲ συστρεφομένη φέρεται διὰ τῆς ἀγέλης τῶν βοῶν, | |
| τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν. | 847 |
| τόσον ἐπέκεινα τοῦ ὅλου ἀγῶνος ἔβαλεν· οὗτοι δὲ ἀνεβόησαν, | |
| ἀνστάντες δ' ἕταροι Πολυποίταο κρατεροῖο | 848 |
| ἀναστάντες δὲ οἱ φίλοι τοῦ ἰσχυροῦ Πολυποίτου ἔφερον | |
| νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον. | 849 |
| ἐπὶ τὰς κοίλας ναῦς τὸ ἆθλον τοῦ βασιλέως· | |
| αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον, | 850 |
| οὗτος δὲ τοξόταις ἐτίθει σίδηρον πρὸς ἰῶν κατασκευὴν ἐπιτήδειον (τὸν ἰὸν γεννῶντα), | |
| κὰδ δ' ἐτίθει δέκα μὲν πελέκεας, δέκα δ' ἡμιπέλεκκα, | 851 |
| κατετίθει δὲ δέκα μὲν πελέκεις, δέκα δὲ ἡμιπέλεκκα, | |
| ἱστὸν δ' ἔστησεν νηὸς κυανοπρῴροιο | 852 |
| ἔστησε δὲ ἱστὸν νεὼς μελανοπρώρου | |
| τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν | 853 |
| πόρρωθι ἐπὶ τῆς ἄμμου· περιστερὰν δὲ τρήρωνα | |
| λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρ' ἀνώγει | 854 |
| ἐξῆψεν ἀπὸ τοῦ ποδὸς σχοινίῳ λεπτῷ, ἣν δὴ ἐκέλευσε τοξεῦσαι λέγων· | |
| τοξεύειν· ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν, | 855 |
| ὃς μὲν ἂν τρώσῃ τὴν τρήρωνα περιστεράν, | |
| πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω· | 856 |
| πάντας ἀναλαβὼν τοὺς πελέκεις ἐπὶ τὴν σκηνὴν κομισάτω· | |
| ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών, | 857 |
| ὃς δ᾽ ἂν ἀποτυχών τῆς ὄρνιθος τὸ σχοινίον βάλῃ, | |
| ἥσσων γὰρ δὴ κεῖνος, ὃ δ' οἴσεται ἡμιπέλεκκα. | 858 |
| ἥττων γὰρ δὴ ἐκεῖνος, κομίσεται τὰ ἡμιπέλεκκα. | |
| ὣς ἔφατ', ὦρτο δ' ἔπειτα βίη Τεύκροιο ἄνακτος, | 859 |
| οὕτως εἶπεν, ἀνέστη δὲ μετὰ ταῦτα ἡ ἰσχὺς Τεύκρου τοῦ βασιλέως· | |
| ἂν δ' ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος. | 860 |
| ἀνέστη δὲ καὶ Μηριόνης ὁ γενναῖος θεράπων τοῦ Ἰδομενέως, | |
| κλήρους δ' ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες, | 861 |
| κλήρους δὲ λαβόντες ἐκίνουν ἐν περικεφαλαίᾳ χαλκῷ ἡρμοσμένῃ, | |
| Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν· αὐτίκα δ' ἰὸν | 862 |
| Τεῦκρος δὲ πρῶτος ἔτυχε κλήρῳ. παραχρῆμα δὲ ὀϊστὸν | |
| ἧκεν ἐπικρατέως, οὐδ' ἠπείλησεν ἄνακτι | 863 |
| ἀφῆκεν ἰσχυρῶς, οὐδὲ ηὔξατο τῷ βασιλεῖ Ἀπόλλωνι | |
| ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην. | 864 |
| ἀρνῶν πρωτοτόκων ποιήσειν θυσίαν ἔνδοξον. | |
| ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γ' Ἀπόλλων· | 865 |
| τῆς ὄρνιθος μὲν οὖν ἀπέτυχεν, ἐφθόνησε γὰρ αὐτῷ τούτου γε ὁ Ἀπόλλων, | |
| αὐτὰρ ὃ μήρινθον (Perseus: βάλε πὰρ πόδα, τῇ δέδετ' ὄρνις·)(Gaza: τάμε πικρὸς ὀϊστός.) | 866 |
| τὸ σχοινίον δὲ ἀπέκοψεν ὁ πικρὸς ἰός. | |
| ἀντικρὺ δ' ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός. (La Gaza, lispește). | 867 |
| - | |
| ἣ μὲν ἔπειτ' ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη | 868 |
| αὕτη μέντοι μετὰ ταῦτα ὥρμησε πρὸς τὸν οὐρανόν, τὸ σχοινίον δὲ παραλυθὲν | |
| μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί. | 869 |
| κατέπεσεν ἐπὶ τὴν γῆν· οἱ Ἕλληνες δὲ ἀνεβόησαν, | |
| σπερχόμενος δ' ἄρα Μηριόνης ἐξείρυσε χειρὸς | 870 |
| σπεύδων δὲ ὁ Μηριόνης ἐξείλετο τῆς χειρὸς τοῦ Τεύκρου | |
| τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν. | 871 |
| τὸ τόξον· τὸ βέλος δὲ πάλαι κατεῖχεν, ἕως ἴθυνε καὶ ἐτόξευεν ὁ Τεῦκρος· | |
| αὐτίκα δ' ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι | 872 |
| παραχρῆμα δὲ ηὔξατο τῷ πόρρωθεν βάλλοντι Ἀπόλλωνι | |
| ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην. | 873 |
| ἀρνῶν πρωτοτόκων ποιήσειν θυσίαν ἔνδοξον, | |
| ὕψι δ' ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν· | 874 |
| ἐν ὕψει δὲ ὑπὸ τὰ νέφη ἐθεάσατο τὴν τρήρωνα περιστεράν, | |
| τῇ ῥ' ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην, | 875 |
| ᾗ δὴ οὗτος περιστρεφομένην ἔπληξεν ὑπὸ τὸ μέσον τῆς πτέρυγος, | |
| ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ | 876 |
| εἰς τὸ ἀπαντικρὺ δὲ διεπέρασε τὸ βέλος. τοῦτο μὲν οὖν ὀπίσω (πάλιν) ἐπὶ γῆς | |
| πρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ἣ ὄρνις | 877 |
| ἔμπροσθεν τοῦ ποδὸς τοῦ Μηριόνου ἐπάγη, ἡ ὄρνις δὲ | |
| ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο | 878 |
| ἐπὶ τῷ ἱστῷ καθίσασα τῆς μελανοπρώρου νεώς | |
| αὐχέν' ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν. | 879 |
| ὑπεχάλασε τὸν τράχηλον· τὰ πυκνὰ δὲ καὶ συνεχῆ πτερὰ ἀπεκλίθησαν τὴν ἰδίαν ἁρμονίαν ἀφέντα, | |
| ὠκὺς δ' ἐκ μελέων θυμὸς πτάτο, τῆλε δ' ἀπ' αὐτοῦ | 880 |
| ταχέως δὲ ἐκ τῶν μελῶν ἡ ψυχὴ ἀπέπτη καὶ ἠφανίσθη, μακρὰν δὲ ἀπ᾿ αὐτοῦ | |
| κάππεσε· λαοὶ δ' αὖ θηεῦντό τε θάμβησάν τε. | 881 |
| κατέπεσε, τὸ πλῆθος δὲ ἐθαύμαζόν τε καὶ ἐξεπλήττοντο, | |
| ἂν δ' ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε, | 882 |
| Μηριόνης δ' ἄρα πάντας τοὺς δέκα πελέκεις ἀνέλαβεν, | |
| Τεῦκρος δ' ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας. | 883 |
| ὁ Τεύκρος δὲ τὰ ἡμιπέλεκκα ἔφερεν ἐπὶ τὰς βαθείας ναῦς. | |
| αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος, | 884 |
| ὁ υἱὸς δὲ τοῦ Πηλέως δόρυ μακρὸν κατέθηκε, | |
| κὰδ δὲ λέβητ' ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα | 885 |
| κατέθηκε δὲ καὶ λέβητα, μήπω εἰς πῦρ ἐμβληθέντα, ἄξιον βοός, ἀνθηρὸν καὶ ποικίλον, | |
| θῆκ' ἐς ἀγῶνα φέρων· καί ῥ' ἥμονες ἄνδρες ἀνέσταν· | 886 |
| εἰς τὸν ἀγῶνα ἐνέγκας. καὶ δὴ ἄνδρες ἀκοντισταί ἀνέστησαν. | |
| ἂν μὲν ἄρ' Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων, | 887 |
| ἀνέστη μὲν οὖν ὁ υἱὸς τοῦ Ἀτρέως, ὁ μέγας βασιλεὺς Ἀγαμέμνων· | |
| ἂν δ' ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος. | 888 |
| ἀνέστη δὲ Μηριόνης ὁ γενναῖος θεράπων τοῦ Ἰδομενέως· | |
| τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς· | 889 |
| ἐν τούτοις δὲ καὶ εἶπεν ὁ ταχύπους ἐνδοξότατος Ἀχιλλεύς· | |
| Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων | 890 |
| ὦ υἱὲ τοῦ Ἀτρέως, οἴδαμεν γὰρ (πάντως) ὅσον ὑπερέχεις, | |
| ἠδ' ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος· | 891 |
| καὶ ὅσον ἰσχύϊ τε καὶ ἱματίοις ὑπάρχεις κράτιστος· | |
| ἀλλὰ σὺ μὲν τόδ' ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας | 892 |
| ἀλλὰ σὺ μὲν τὸ ἔπαθλον τοῦτο ἔχων ἐπὶ τὰς βαθείας ναῦς | |
| ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν, | 893 |
| πορεύου· τῷ ἥρωι δὲ Μηριόνῃ τὸ δόρυ παράσχωμεν· | |
| εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε. | 894 |
| εἴ γε καὶ σὺ ἐν τῇ σαυτοῦ ψυχῇ βούλῃ· φημὶ γὰρ ἔγωγε. | |
| ὣς ἔφατ', οὐδ' ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 895 |
| οὕτως εἶπεν· ὑπήκουσε δὲ ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων, | |
| δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γ' ἥρως | 896 |
| ἔδωκε δὲ τῷ Μηριόνῃ τὸ χαλκοῦν δόρυ, αὐτὸς δὲ ὁ ἥρως | |
| Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον. | 897 |
| Ταλθυβίῳ τῷ κήρυκι ἔδωκε τὸ ὡραῖον ἔπαθλον. | |