Homeric text & Koine Greek paraphrase by Theodorus Gaza
| ἔνθ' αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη | 001 |
| τότε δὴ Διομήδει τῷ υἱῷ τοῦ Τυδέως ἡ πολεμική Ἀθηνᾶ | |
| δῶκε μένος καὶ θάρσος, ἵν' ἔκδηλος μετὰ πᾶσιν | 002 |
| ἔδωκε ἰσχὺν καὶ εὐτολμίαν, ὅπως διάδηλος ἐν πᾶσι | |
| Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο· | 003 |
| τοῖς Ἕλλησι γένηται, καὶ φήμην ἀγαθὴν κομίσηται. | |
| δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ | 004 |
| ἔλαμπε δὲ αὐτῷ ἐκ τῆς περικεφαλαίας καὶ τῆς ἀσπίδος πῦρ | |
| ἀστέρ' ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα | 005 |
| ἀκοπίαστον καὶ πολύ, παραπλήσιον τῷ ὀπωρινῷ ἀστέρι, ἤτοι τῷ Ἀρκτούρω, | |
| λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο· | 006 |
| ὅστις μᾶλλον τῶν ἄλλων ἀστέρων λαμπρῶς πανταχοῦ λάμπει, λελουμένος, ἤτοι ἐπιτείλας ἐκ τοῦ Ὠκεανοῦ. | |
| τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων, | 007 |
| τοιοῦτον αὐτῷ πῦρ ἔλαμπεν ἀπὸ τῆς κεφαλῆς καὶ τῶν ὤμων· | |
| ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο. | 008 |
| διεγείρασα δὲ ἐνέβαλεν αὐτὸν κατὰ τὸ μέσον, ὅπου πλεῖστοι συστρεφόμενοι ἐπολέμουν· | |
| ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων | 009 |
| ἦν δέ τις ἐν τοῖς Τρωσὶ Δάρης ὄνομα πλούσιος, ἄμεμπτος, | |
| ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην | 010 |
| ἱερεὺς τοῦ Ἡφαίστου· δύο δὲ αὐτῷ υἱοὶ ἦσαν | |
| Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης. | 011 |
| Φηγεύς, καὶ Ἰδαῖος, ἔμπειροι πάσης μάχης. | |
| τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην· | 012 |
| οὗτοι τῶν ἄλλων ἀποχωρισθέντες, ἐξεναντίας αὐτῷ ὡρμήθησαν, | |
| τὼ μὲν ἀφ' ἵπποιιν, ὃ δ' ἀπὸ χθονὸς ὄρνυτο πεζός. | 013 |
| οἱ μὲν ἀπὸ τῶν ἵππων, ὁ δὲ ἀπὸ τῆς γῆς ὥρμησε πεζός· | |
| οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες | 014 |
| ἐπεὶ δὲ οὗτοι πλησίον ἦσαν κατ᾽ ἀλλήλων ἐρχόμενοι, | |
| Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος· | 015 |
| ὁ Φηγεὺς δὴ πρῶτον ἀφῆκε τὸ μακρὸν δόρυ· | |
| Τυδεΐδεω δ' ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ' ἀκωκὴ | 016 |
| ὑπὲρ τὸν ἀριστερὸν δὲ ὦμον τοῦ υἱοῦ τοῦ Τυδέως ἦλθεν τὸ ὀξὺ | |
| ἔγχεος, οὐδ' ἔβαλ' αὐτόν· ὃ δ' ὕστερος ὄρνυτο χαλκῷ | 017 |
| τοῦ δόρατος, οὐδὲ ἔτρωσεν αὐτόν· δευτέρως δὲ ὥρμησε τῷ σιδήρῳ | |
| Τυδεΐδης· τοῦ δ' οὐχ ἅλιον βέλος ἔκφυγε χειρός, | 018 |
| ὁ υἱὸς τοῦ Τυδέως· τούτου δὲ τὸ βέλος οὐκ ἐξῆλθε τῆς χειρὸς μάταιον, | |
| ἀλλ' ἔβαλε στῆθος μεταμάζιον, ὦσε δ' ἀφ' ἵππων. | 019 |
| ἀλλ᾽ ἔτρωσε κατὰ τὸ μεταξὺ τῶν μαζῶν στῆθος, ὤθησε δὲ καὶ ἔρριψεν ἀπὸ τῶν ἵππων. | |
| Ἰδαῖος δ' ἀπόρουσε λιπὼν περικαλλέα δίφρον, | 020 |
| ὁ Ἰδαῖος δὲ ἀφώρμησε καταλιπὼν τὸ ὡραῖον ἅρμα, | |
| οὐδ' ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο· | 021 |
| οὐδ᾽ ὑπέμειεν ὑπερμαχῆσαι τοῦ ἀδελφοῦ φονευθέντος· | |
| οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν, | 022 |
| οὐ δὲ γὰρ οὐδ᾽ αὐτὸς ὑπεξέφυγεν ἂν τὴν σκοτεινὴν θανατηφόρον μοῖραν· | |
| ἀλλ' Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας, | 023 |
| ἀλλὰ ὁ Ηφαιστος ἐρρύσατο, ἔσωσε δὲ σκότῳ καλύψας, | |
| ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη. | 024 |
| ὅπως μὴ παντελῶς ὁ γέρων τεθλιμμένος ὑπάρχοι· | |
| ἵππους δ' ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς | 025 |
| τοὺς ἵππους δὲ ἐκβαλὼν ὁ υἱὸς τοῦ μεγαλοψύχου Τυδέως | |
| δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας. | 026 |
| ἔδωκε τοῖς φίλοις ἀπάγειν αὐτοὺς κάτω εἰς τὰς βαθείας ναῦς. | |
| Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος | 027 |
| Τρῷες δὲ οἱ μεγαλόψυχοι, ἐπειδὴ ἐθεάσαντο τοὺς υἱοὺς τοῦ Δάρητος, | |
| τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρ' ὄχεσφι, | 028 |
| τὸν μὲν ἐκφυγόντα, τὸν δὲ φονευθέντα παρὰ τοῖς ἅρμασιν, | |
| πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη | 029 |
| ταραχθεῖσα διηγέρθη πᾶσιν ἡ ψυχή. Ἀθηνᾶ δὲ ἡ εὐόφθαλμος λαβοῦσα | |
| χειρὸς ἑλοῦσ' ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα· | 030 |
| ἀπὸ τῆς χειρός, λόγοις προσεφθέγγετο τῷ ὁρμητικῷ Ἄρει· | |
| Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα | 031 |
| ὦ Ἄρες, Ἄρες ἀνθρωποκτόνε, φόνῳ μεμολυσμένε, τείχεσι προσπελάζων, | |
| οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς | 032 |
| οὐκ ἂν δὴ τοὺς Τρῷας μὲν καὶ τοὺς Ἕλληνας καταλίποιμεν πολεμεῖν, | |
| μάρνασθ', ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ, | 033 |
| οἷς τισιν ἂν καὶ παράσχοι ὁ Ζεὺς δόξαν, | |
| νῶϊ δὲ χαζώμεσθα, Διὸς δ' ἀλεώμεθα μῆνιν; | 034 |
| ἡμεῖς δὲ ὑποχωρῶμεν, τὴν ὀργὴν δὲ τοῦ Διὸς ἐκκλίνωμεν; | |
| ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα· | 035 |
| οὕτως εἰποῦσα ἐξέβαλε τοῦ πολέμου τὸν ὁρμητικὸν Ἄρεα· | |
| τὸν μὲν ἔπειτα καθεῖσεν ἐπ' ἠϊόεντι Σκαμάνδρῳ, | 036 |
| καὶ τοῦτον μὲν μετὰ ταῦτα ἐκάθισεν ἐπὶ τῷ ὀχθώδει Σκαμάνδρῳ τῷ ποταμῷ. | |
| Τρῶας δ' ἔκλιναν Δαναοί· ἕλε δ' ἄνδρα ἕκαστος | 037 |
| τοὺς Τρῷας δὲ οἱ Ἕλληνες ἔτρεψαν εἰς φυγήν· ἕκαστος δὲ | |
| ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων | 038 |
| ἀπὸ τῶν ἡγεμόνων ἀπέκτεινεν ἄνδρα. πρῶτος δὲ ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων | |
| ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου· | 039 |
| τὸν μέγαν Ὀδίον τὸν ἀρχηγὸν τῶν Παφλαγόνων, ἐξέβαλε τοῦ ἄρματος· | |
| πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν | 040 |
| πρώτου γὰρ εἰς φυγὴν τραπέντος ἐν τῷ μεταφρένῳ τὸ δόρυ κατέπηξεν | |
| ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε, | 041 |
| μεταξὺ τῶν ὤμων, διὰ τοῦ στήθους δὲ διῆλθε καὶ διεπέρασεν· | |
| δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ. | 042 |
| ἐκτύπησε δὲ καταπεσών, ἤχησαν δὲ τὰ ὅπλα ἐπ᾿ αὐτῷ· | |
| Ἰδομενεὺς δ' ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν | 043 |
| ὁ Ἰδομενεὺς δὲ Φαῖστον ἀπέκτεινε τὸν υἱὸν | |
| Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει. | 044 |
| τοῦ Βώρου τοῦ Λυδοῦ, ὃς ἀφίκετο ἐκ τῆς Τάρνης τῆς εὐγείου καὶ πίονος· | |
| τὸν μὲν ἄρ' Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ | 045 |
| τοῦτον μὲν δὴ Ἰδομενεὺς ὁ ἔνδοξος κατὰ πόλεμον δόρατι μακρῷ | |
| νύξ' ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον· | 046 |
| ἔπληξε κατὰ τὸν δεξιὸν ὦμον μέλλοντα ἀναβαίνειν ἐπὶ τὸ ἅρμα· | |
| ἤριπε δ' ἐξ ὀχέων, στυγερὸς δ' ἄρα μιν σκότος εἷλε. | 047 |
| κατέπεσε δὲ ἐκ τοῦ ἅρματος, μισητὸν δὲ αὐτὸν σκότος κατέλαβε· | |
| τὸν μὲν ἄρ' Ἰδομενῆος ἐσύλευον θεράποντες· | 048 |
| τοῦτον μὲν δὲ οἱ τοῦ Ἰδομενέως θεράποντες ἐγύμνουν. | |
| υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης | 049 |
| Σκαμάνδριον δὲ τὸν υἱὸν τοῦ Στροφίου τὸν ἐπιστήμονα τῆς κυνηγίας, | |
| Ἀτρεΐδης Μενέλαος ἕλ' ἔγχεϊ ὀξυόεντι | 050 |
| Μενέλαος ὁ υἱὸς τοῦ Ἀτρέως ἀπέκτεινε δόρατι ὀξεῖ | |
| ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ | 051 |
| τὸν ἀγαθὸν κυνηγόν· ἐδίδαξε γὰρ αὐτὸν ἡ ἀγαθὴ Ἄρτεμις | |
| βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη· | 052 |
| τιτρώσκειν τὰ θηρία πάντα, ἅπερ ἐν τοῖς ὄρεσι τρέφουσιν οἱ δρυμοί· | |
| ἀλλ' οὔ οἱ τότε γε χραῖσμ' Ἄρτεμις ἰοχέαιρα, | 053 |
| ἀλλ᾽οὐκ ἐβοήθησεν αὐτῷ τότε Ἄρτεμις ἡ τοῖς βέλεσι χαίρουσα, | |
| οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο· | 054 |
| οὐδὲ αἱ πόρρωθεν βολαί, αἷς τὸ πρῶτον ἐκεκόσμητο· | |
| ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος | 055 |
| ἀλλὰ Μενέλαος ὁ κατὰ πόλεμον ἔνδοξος ὁ υἱὸς τοῦ Ἀτρέως | |
| πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ | 056 |
| ἔτρωσεν αὐτὸν δόρατι κατὰ τὸ μετάφρενον, φεύγοντα ἔμπροσθεν αὐτοῦ, | |
| ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν, | 057 |
| μεταξὺ τῶν ὤμων, διὰ δὲ τοῦ στήθους διεπέρασεν· | |
| ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ. | 058 |
| ἔπεσε δὲ εἰς γῆν κατὰ πρόσωπον, ἤχησαν δὲ τὰ ὅπλα ἐπ᾿ αὐτῷ. | |
| Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν | 059 |
| ὁ Μηριόνης δὲ ἀπέκτεινε Φέρεκλον τὸν υἱὸν Ἁρμονίδου | |
| Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα | 060 |
| τοῦ τέκτονος, ὃς ἐπίστατο πλεῖστα ἔργα ποικίλα κατασκευάζειν χερσίν· | |
| τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη· | 061 |
| ἐξόχως γὰρ αὐτὸν ἐφίλησεν ἡ πολεμικὴ Ἀθηνᾶ· | |
| ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας | 062 |
| ὃς καὶ τῷ Ἀλεξάνδρῳ κατεσκεύασε τὰς ἀντιρρόπους ναῦς, | |
| ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο | 063 |
| τὰς αἰτίας τῶν κακῶν, αἳ πᾶσι τοῖς Τρῳσὶ βλάβος ἐγένοντο, | |
| οἷ τ' αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη. | 064 |
| καὶ αὐτῷ ἐκείνῳ· ἐπειδὴ οὐδαμῶς τὰ ἐκ τῶν θεῶν μαντεύματα ἠπίστατο· | |
| τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων | 065 |
| τοῦτον μὲν ὁ Μηριόνης, ἐπειδὴ κατέλαβε διώκων, | |
| βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ | 066 |
| ἔτρωσε κατὰ τὸ δεξιὸν σφαίρωμα· τὸ ὀξὺ δὲ τῆς ἐπιδορατίδος διόλου | |
| ἀντικρὺ κατὰ κύστιν ὑπ' ὀστέον ἤλυθ' ἀκωκή· | 067 |
| καταντικρὺ παρὰ τὸ οὐροδόχον ἀγγεῖον ὑπὸ τὸ ὀστοῦν διῆλθε καὶ διεπέρασε· | |
| γνὺξ δ' ἔριπ' οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε. | 068 |
| στενάξας δὲ ἐπὶ γόνυ κατέπεσε, θάνατος δὲ αὐτὸν περιεκάλυψε. | |
| Πήδαιον δ' ἄρ' ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν | 069 |
| Μέγης δὲ ἀπέκτεινε Πηδαῖον τὸν υἱὸν τοῦ Ἀντήνορος, | |
| ὅς ῥα νόθος μὲν ἔην, πύκα δ' ἔτρεφε δῖα Θεανὼ | 070 |
| ὃς δὴ νόθος μὲν ἦν, ἐπιμελῶς δὲ ἀνέτρεφεν αὐτὸν ἡ ἔνδοξος Θεανώ, | |
| ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ. | 071 |
| ἐπίσης τοῖς ἰδίοις ἀγαπητοῖς τέκνοις, χάριν ποιουμένη τῷ ἑαυτῆς ἀνδρί· | |
| τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν | 072 |
| τοῦτον μὲν ὁ κατὰ πόλεμον ἔνδοξος υἱὸς τοῦ Φυλέως πλησίον παραγενόμενος, | |
| βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί· | 073 |
| ἔτρωσε δόρατι ὀξεῖ, κατὰ τὸ ὄπισθεν τῆς κεφαλῆς παχὺ νεῦρον· | |
| ἀντικρὺ δ' ἀν' ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός· | 074 |
| καταντικρὺ δὲ τοὺς ὀδόντας ἀπέτεμεν ὁ χαλκὸς ὑπὸ τὴν γλῶσσαν διϊών· | |
| ἤριπε δ' ἐν κονίῃ, ψυχρὸν δ' ἕλε χαλκὸν ὀδοῦσιν. | 075 |
| κατέπεσεν εἰς γῆν, ἔλαβε δὲ τοῖς ὁδοῦσι τὸν ψυχροποιὸν σίδηρον. | |
| Εὐρύπυλος δ' Εὐαιμονίδης Ὑψήνορα δῖον | 076 |
| Ὑψήνορα δὲ τὸν ἔνδοξον ἀπέκτεινεν Εὐρύπυλος ὁ υἱὸς τοῦ Εὐαίμονος, | |
| υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου | 077 |
| τὸν υἱὸν τοῦ μεγαλοψύχου Δολοπίονος, ὃς δὴ τοῦ Σκαμάνδρου | |
| ἀρητὴρ ἐτέτυκτο, θεὸς δ' ὣς τίετο δήμῳ, | 078 |
| ἱερεὺς ἦν, καθάπερ δὲ θεὸς ἐτιμᾶτο παρὰ τῷ δήμῳ· | |
| τὸν μὲν ἄρ' Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός, | 079 |
| τοῦτον μὲν δὴ Εὐρύπυλος ὁ λαμπρὸς υἱὸς τοῦ Εὐαίμονος | |
| πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασ' ὦμον | 080 |
| φεύγοντα ἔμπροσθεν αὐτοῦ, ἔπληξε κατὰ τὸν ὦμον | |
| φασγάνῳ ἀΐξας, ἀπὸ δ' ἔξεσε χεῖρα βαρεῖαν· | 081 |
| ξίφει συντόμως ἐπιδραμών· ἀπέκοψε δὲ τὴν ἰσχυρὰν χεῖρα· | |
| αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατ' ὄσσε | 082 |
| κατέπεσε δὲ εἰς τὸ πεδίον ἡ χεὶρ αἱματώδης· αὐτὸν δὲ κατ᾽ ὀφθαλμοὺς | |
| ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. | 083 |
| ἔλαβεν ὁ μέλας θάνατος, καὶ ἡ ἰσχυρὰ καὶ ἄφυκτος μοῖρα. | |
| ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην· | 084 |
| οὕτως οὗτοι μὲν διηγωνίζοντο κατὰ τὴν ἰσχυρὰν μάχην. | |
| Τυδεΐδην δ' οὐκ ἂν γνοίης ποτέροισι μετείη | 085 |
| τὸν υἱὸν δὲ τοῦ Τυδέως οὐκ ἂν ἐπέγνως, τίσιν ἂν καὶ ἐνείη, | |
| ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετ' Ἀχαιοῖς. | 086 |
| ἢ ἐν τοῖς Τρῳσὶ συστρέφοιτο, ἢ ἐν τοῖς Ἕλλησι· | |
| θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς | 087 |
| ὥρμα γὰρ μανικῶς κατὰ τὸ πεδίον, παραπλήσιος ποταμῷ πλημμυροῦντι | |
| χειμάρρῳ, ὅς τ' ὦκα ῥέων ἐκέδασσε γεφύρας· | 088 |
| χειμάρρῳ, ὅστις ὀξέως ῥέων διαλύσας ἐσκόρπισε τὰς διαβάσεις· | |
| τὸν δ' οὔτ' ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν, | 089 |
| αὐτὸν δὲ οὔτε διαβάσεις πεφραγμέναι καὶ ἠσφαλισμέναι κωλύουσαι κατέχουσιν, | |
| οὔτ' ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων | 090 |
| οὔτε τὰ περιφράγματα τῶν ἀμπελοφύτων χωρίων τῶν ἄγαν θαλόντων | |
| ἐλθόντ' ἐξαπίνης ὅτ' ἐπιβρίσῃ Διὸς ὄμβρος· | 091 |
| ἐξαίφνης ἐπελθόντα, ὅταν σφοδρῶς κατενεχθῇ ὄμβρος τοῦ Διός· | |
| πολλὰ δ' ὑπ' αὐτοῦ ἔργα κατήριπε κάλ' αἰζηῶν· | 092 |
| πολλὰ δὲ ἔργα περικαλλῆ νεανιῶν καταπίπτουσιν ὑπ᾽ αὐτοῦ· | |
| ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες | 093 |
| οὑτῶς ὑπὸ τοῦ υἱοῦ τοῦ Τυδέως ἐταράττοντο αἱ πυκναὶ καὶ ἰσχυραὶ τάξεις | |
| Τρώων, οὐδ' ἄρα μιν μίμνον πολέες περ ἐόντες. | 094 |
| τῶν Τρῴων, οὐ δὲ ὑπέμενον αὐτὸν καίπερ ὄντες πολλοί. | |
| τὸν δ' ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς | 095 |
| ἐπεὶ δὲ αὐτὸν ἐθεάσατο ὁ λαμπρὸς υἱὸς τοῦ Λυκάονος | |
| θύνοντ' ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας, | 096 |
| ἐνθουσιωδῶς ὁρμῶντα κατὰ τὸ πεδίον, καὶ ἔμπροσθεν αὐτοῦ συνταράττοντα τὰς τάξεις, | |
| αἶψ' ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα, | 097 |
| εὐθέως κατὰ τοῦ υἱοῦ τοῦ Τυδέως ἐνέτεινε τὸ ἐπικαμπὲς τόξον, | |
| καὶ βάλ' ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον | 098 |
| καὶ ἔτρωσεν αὐτὸν ἐφορμῶντα ἐπιτυχῶν κατὰ τὸν ὦμον τὸν δεξιόν, | |
| θώρηκος γύαλον· διὰ δ' ἔπτατο πικρὸς ὀϊστός, | 099 |
| παρὰ τὸ κοῖλον τοῦ θώρακος· διέπτη δὲ καὶ διεπέρασε τὸ πικρὸν βέλος· | |
| ἀντικρὺ δὲ διέσχε, παλάσσετο δ' αἵματι θώρηξ. | 100 |
| καταντικρὺ δὲ διέσχισε τὴν σάρκα· ἐμολύνετο δὲ αἵματι ὁ θώραξ. | |
| τῷ δ' ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός· | 101 |
| ἐπὶ τούτῳ δὲ μεγάλως ἐβόησεν ὁ λαμπρὸς υἱὸς τοῦ Λυκάονος· | |
| ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων· | 102 |
| διεγείρεσθε, ὦ Τρῷες μεγαλόψυχοι, ἐπιστήμονες τῶν ἵππων· | |
| βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι | 103 |
| τέτρωται ὁ ἄριστος τῶν Ἑλλήνων· οὐδὲ οἴομαι αὐτὸν | |
| δήθ' ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με | 104 |
| ἐπὶ πολὺ ὑπομεῖναι τὸ ἰσχυρὸν βέλος, εἰ ἀληθῶς με | |
| ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν. | 105 |
| παρώξυνεν ὁ βασιλεὺς ὁ υἱὸς τοῦ Διὸς ἀφορμῶντα καὶ ἀναχωροῦντα ἐκ τῆς Λυκίας. | |
| ὣς ἔφατ' εὐχόμενος· τὸν δ' οὐ βέλος ὠκὺ δάμασσεν, | 106 |
| οὕτως εἶπεν καυχώμενος· αὐτὸν δὲ τὸ ὀξὺ βέλος οὐκ ἀπέκτεινε, | |
| ἀλλ' ἀναχωρήσας πρόσθ' ἵπποιιν καὶ ὄχεσφιν | 107 |
| ἀλλ᾿ ἀνακάμψας ἔστη ἔμπροσθεν τῶν ἵππων καὶ τῶν ἁρμάτων, | |
| ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν· | 108 |
| καὶ πρὸς Σθένελον τὸν υἱὸν τοῦ Καπανέως εἶπε· | |
| ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου, | 109 |
| σπεῦσον, ὦ προσφιλέστατέ μοι υἱὲ τοῦ Καπανέως, κατάβηθι ἐκ τοῦ ἅρματος, | |
| ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν. | 110 |
| ὅπως μοι ἐκ τοῦ ὤμου ἑλκύσῃς τὸ πικρὸν βέλος. | |
| ὣς ἄρ' ἔφη, Σθένελος δὲ καθ' ἵππων ἆλτο χαμᾶζε, | 111 |
| οὕτω δὴ εἶπε· Σθένελος δὲ κατεπήδησεν εἰς γῆν ἐκ τῶν ἵππων· | |
| πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσ' ὤμου· | 112 |
| παραστὰς δὲ ἐξείλκυσε τοῦ ὤμου παντελῶς τὸ ὀξὺ βέλος· | |
| αἷμα δ' ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος. | 113 |
| τὸ αἷμα δὲ ἀνεπήδα διὰ τοῦ ἁλυσιδωτοῦ χιτῶνος. | |
| δὴ τότ' ἔπειτ' ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης· | 114 |
| τότε δὴ ὁ κατὰ τὴν μάχην ἀγαθὸς Διομήδης ηὔχετο λέγων· | |
| κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, | 115 |
| ἐπάκουσόν μου, ὦ θύγατερ ἀκαταπόνητε τοῦ Διὸς τοῦ τὴν αἰγίδα φοροῦντος, | |
| εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης | 116 |
| εἴποτέ μοι καὶ τῷ πατρὶ ἐβοήθησας, | |
| δηΐῳ ἐν πολέμῳ, νῦν αὖτ' ἐμὲ φῖλαι Ἀθήνη· | 117 |
| εὔνους αὐτῷ οὖσα ἐν τῷ ἀφανιστικῷ νῦν δὴ καὶ ἐμὲ φίλει ὦ Ἀθηνᾶ· | |
| δὸς δέ τέ μ' ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν | 118 |
| δὸς δέ μοι φονεῦσαι τὸν ἄνδρα, καὶ εἰς ὁρμὴν δόρατος ἀφικέσθαι, | |
| ὅς μ' ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι | 119 |
| ὅς με προφθάσας ἔτρωσε, καὶ ἐπικαυχᾶται· οὐ δὲ οἴεταί με | |
| δηρὸν ἔτ' ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο. | 120 |
| ἐπὶ πολὺ ἔτι θεάσασθαι τὸ λαμπρὸν φῶς τοῦ ἡλίου. | |
| ὣς ἔφατ' εὐχόμενος· τοῦ δ' ἔκλυε Παλλὰς Ἀθήνη, | 121 |
| οὕτως εἶπεν εὐχόμενος. ἐπήκουσε δὲ αὐτοῦ πολεμικὴ Ἀθηνᾶ· | |
| γυῖα δ' ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν· | 122 |
| ἐποίησε δὲ τὰ μέλη τοῦ σώματος ἐλαφρά, τοὺς πόδας καὶ τὰς χεῖρας ἄνωθεν. | |
| ἀγχοῦ δ' ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· | 123 |
| πλησίον δὲ στᾶσα λόγους ταχεῖς ἔλεγε πρὸς αὐτόν· | |
| θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι· | 124 |
| ὦ Διόμηδες, εὔτολμος νῦν γενόμενος μάχου κατὰ τῶν Τρῴων, | |
| ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα | 125 |
| ἐν γὰρ τοῖς σοῖς στέρνοις ἐνέβαλον τὴν πατρικὴν προθυμίαν, | |
| ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς· | 126 |
| τὴν ἄφοβον, οἵαν εἶχεν ὁ τὴν ἀσπίδα κινῶν ἱππικὸς Τυδεύς, | |
| ἀχλὺν δ' αὖ τοι ἀπ' ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν, | 127 |
| τὸν ζόφον δέ σοι ἀφεῖλον ἐκ τῶν ὀφθαλμῶν, ὃς τὸ πρῶτον ἐπῆν, | |
| ὄφρ' εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα. | 128 |
| ὅπως καλῶς γινώσκῃς καὶ θεὸν καὶ ἄνθρωπον· | |
| τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδ' ἵκηται | 129 |
| δι᾿ ὃ νῦν, ἐὰν θεὸς ἀπόπειραν ποιούμενος δεῦρο ἀφίκηται, | |
| μή τι σύ γ' ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι | 130 |
| μηδαμῶς σύγε τοῖς ἀθανάτοις θεοῖς ἐξεναντίας μάχου | |
| τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη | 131 |
| τοῖς ἄλλοις· ἐὰν δὲ ἡ θυγάτηρ τοῦ Διὸς Ἀφροδίτη | |
| ἔλθῃσ' ἐς πόλεμον, τήν γ' οὐτάμεν ὀξέϊ χαλκῷ. | 132 |
| ἔλθῃ εἰς τὸν πόλεμον, ταύτην γε τρῶσον σιδήρῳ ὀξεῖ. | |
| ἣ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη γλαυκῶπις Ἀθήνη, | 133 |
| αὕτη μὲν δὴ ἡ εὐόφθαλμος Ἀθηνᾶ οὕτως εἰποῦσα ἀπῆλθε· | |
| Τυδεΐδης δ' ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη | 134 |
| ὁ υἱὸς δὲ τοῦ Τυδέως ἐκ δευτέρου ἐλθὼν τοῖς πρωταγωνισταῖς συνεμίγη· | |
| καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι· | 135 |
| καίπερ οὖν προθυμούμενος κατὰ ψυχὴν καὶ πρότερον πολεμεῖν τοῖς Τρῳσί· | |
| δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα | 136 |
| τότε δὴ αὐτὸν τριπλῆ τοσαύτη προθυμία κατέσχεν, ὥσπερ λέοντα, | |
| ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπ' εἰροπόκοις ὀΐεσσι | 137 |
| ὃν δὴ ποιμὴν ἐν ἀγρῷ ἐπὶ προβάτοις τοῖς τὰ ἔρια κειρομένοις | |
| χραύσῃ μέν τ' αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ· | 138 |
| πλήξας καταξύσῃ μὲν ὑπερπηδῶντα τῆς ἐπαύλεως, οὐκ ἀποκτείνῃ δέ, | |
| τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τ' οὐ προσαμύνει, | 139 |
| καὶ τούτου μὲν τὴν δύναμιν παρώξυνε, μετὰ ταῦτα δὲ οὐ βοηθεῖ, | |
| ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ' ἐρῆμα φοβεῖται· | 140 |
| ἀλλ᾽ εἰσέρχεται εἰς τοὺς ἐνδοτέρω τόπους τῆς αὐλῆς, τὰ δὲ πρόβατα ἀφύλακτα ὄντα φεύγουσι, | |
| αἳ μέν τ' ἀγχιστῖναι ἐπ' ἀλλήλῃσι κέχυνται, | 141 |
| καὶ ταῦτα συνεχῆ καὶ ἀλλεπάλληλα ἐπικέχυνται ἀλλήλοις. | |
| αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς· | 142 |
| ὁ δὲ λέων προθυμούμενος ἔξωθεν ἄλλεται καὶ πηδᾷ κατὰ τῆς ὑψηλῆς αὐλῆς· | |
| ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης. | 143 |
| οὕτω προθυμούμενος ὁ ἰσχυρὸς Διομήδης συνεμίγη τοῖς Τρῳσί. | |
| ἔνθ' ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν, | 144 |
| τότε ἀπέκτεινεν Ἀστύνοον καὶ Ὑπείρονα τὸν βασιλέα τῶν λαῶν· | |
| τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί, | 145 |
| τὸν μὲν ὑπεράνω τοῦ μαζοῦ πλήξας δόρατι σιδηρῷ, | |
| τὸν δ' ἕτερον ξίφεϊ μεγάλῳ κληῖ̈δα παρ' ὦμον | 146 |
| τὸν ἕτερον δὲ σπάθῃ μεγάλῃ κατὰ τὴν κλεῖν παρὰ τὸν ὦμον ἔπληξεν, | |
| πλῆξ', ἀπὸ δ' αὐχένος ὦμον ἐέργαθεν ἠδ' ἀπὸ νώτου. | 147 |
| ἀπέκοψε δὲ καὶ ἀπεχώρισε ἀπὸ τοῦ αὐχένος τὸ ἀπὸ τοῦ νώτου τὸν ὦμον. | |
| τοὺς μὲν ἔασ', ὃ δ' Ἄβαντα μετῴχετο καὶ Πολύειδον | 148 |
| τούτους μὲν κατέλιπεν· αὐτὸς δὲ ἐπὶ τὸν Ἄβαντα καὶ τὸν Πολύειδον ὥρμησε, | |
| υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος· | 149 |
| τοὺς υἱοὺς τοῦ Εὐρυδάμαντος τοῦ ὀνειροκρίτου γέροντος, | |
| τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατ' ὀνείρους, | 150 |
| οἷς ἐρχομένοις ἐπὶ τὸν πόλεμον οὐκ ἐξηγήσατο ὀνείρους ὁ γέρων· | |
| ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε· | 151 |
| ἀλλ᾿ αὐτοὺς ἀπέκτεινεν ὁ ἰσχυρὸς Διομήδης· | |
| βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε | 152 |
| ἐπορεύθη δὲ πρὸς τε τὸν Ξάνθον καὶ τὸν Θόωνα τοὺς υἱοὺς τοῦ Φαίνοπος, | |
| ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ, | 153 |
| ἀμφοτέρους ἐν γήρᾳ τῷ πατρὶ μόνους γεγεννημένους· αὐτὸς δὲ κατεπονεῖτο γήρᾳ χαλεπῷ, | |
| υἱὸν δ' οὐ τέκετ' ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι. | 154 |
| υἱὸν δὲ ἄλλον οὐκ ἐγέννησε καταλιπεῖν ἐπὶ τοῖς ἑαυτοῦ κτήμασι· | |
| ἔνθ' ὅ γε τοὺς ἐνάριζε, φίλον δ' ἐξαίνυτο θυμὸν | 155 |
| τότε οὗτος αὐτοὺς ἀπέκτεινε· τὴν προσφιλῆ δὲ ψυχὴν ἀφείλετο | |
| ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ | 156 |
| ἀμφοτέρων· τῷ πατρὶ δὲ θρῆνον καὶ λύπας χαλεπὰς | |
| λεῖπ', ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε | 157 |
| κατέλιπεν· ἐπειδὴ οὐχ ὑποστρέψαντας ἐκ τῆς μάχης ζῶντας | |
| δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο. | 158 |
| ἐδέξατο· ἀλλότριοι δὲ κληρονόμοι τὴν κτῆσιν διεμερίσαντο. | |
| ἔνθ' υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο | 159 |
| τότε δύο υἱοὺς τοῦ Πριάμου τοῦ ἀπὸ Δαρδάνου καταγομένου κατέλαβεν | |
| εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε. | 160 |
| ὄντας ἑνὶ ἅρματι, τὸν Ἐχέμονα καὶ τὸν Χρόμιον· | |
| ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ | 161 |
| ὥσπερ δὲ λέων ἐν βουσὶν ὁρμήσας συντρίβει αὐχένα | |
| πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων, | 162 |
| δαμάλεως, καὶ βοός, βοσκομένων κατὰ τόπον σύνδενδρον· | |
| ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς | 163 |
| οὕτω τούτους ἀμφοτέρους ἐξέβαλε κακῶς ἀπὸ τῶν ἵππων | |
| βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχε' ἐσύλα· | 164 |
| ἄκοντας ὁ υἱὸς τοῦ Τυδέως· μετὰ ταῦτα δὲ τὰ ὅπλα ἐσκύλευε· | |
| ἵππους δ' οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν. | 165 |
| τοὺς ἵππους δὲ ἐδίδου τοῖς ἑαυτοῦ φίλοις ἄγειν ἐπὶ τὰς ναῦς· | |
| τὸν δ' ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν, | 166 |
| τοῦτον δὲ ἐθεάσατο Αἰνείας κινοῦντα τὰς τάξεις τῶν ἀνδρῶν· | |
| βῆ δ' ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων | 167 |
| ὥρμησε δὲ πορεύεσθαι ἀνὰ τὴν μάχην καὶ τὴν συστροφὴν τῶν δοράτων, | |
| Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι· | 168 |
| ζητῶν Πάνδαρον τὸν ἰσόθεον, ἐάν που εὕρῃ. | |
| εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε, | 169 |
| εὗρε δὲ τὸν υἱὸν τοῦ Λυκάονος τὸν ἰσχυρόν τε καὶ ἄψογον· | |
| στῆ δὲ πρόσθ' αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα· | 170 |
| ἔστη δὲ ἔμπροσθεν αὐτοῦ, καὶ λόγον ἐνώπιον εἶπε πρὸς αὐτόν· | |
| Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ | 171 |
| ὦ Πάνδαρε, ποῦ σοι τὸ τόξον καὶ τὰ ἐπτερωμένα βέλη, | |
| καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γ' ἀνήρ, | 172 |
| καὶ ἡ φήμη, ᾗ οὐδείς σοι ἀνὴρ ἁμιλλᾶται ἐνταῦθα, | |
| οὐδέ τις ἐν Λυκίῃ σέο γ' εὔχεται εἶναι ἀμείνων. | 173 |
| οὐδέ τις ἐν τῇ Λυκίᾳ καυχᾶται εἶναι κρείσσων σοῦ; | |
| ἀλλ' ἄγε τῷδ' ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν | 174 |
| ἀλλ᾽ ἄγε πέμψον κατὰ τοῦδε τ᾿ ἀνδρὸς βέλος, τῷ Διῒ ἀνατείνας τὰς χεῖρας, | |
| ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε | 175 |
| ὅστις αὐτὸς νικᾷ, καὶ δὴ πολλὰ δεινὰ πεποίηκε | |
| Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ' ἔλυσεν· | 176 |
| τοὺς Τρῷας, ἐπειδὴ πολλῶν καὶ ἀγαθῶν γόνατα διέλυσεν· | |
| εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν | 177 |
| εἰ μή τις ἐστὶ θεὸς ὀργισθεὶς τοῖς Τρῳσὶν | |
| ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις. | 178 |
| μνησικακήσας ἕνεκα θυσιῶν, χαλεπὴ δὲ ἐπὶ θεοῦ ἐστιν ἡ μνησικακία. | |
| τὸν δ' αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός· | 179 |
| πρὸς τοῦτον δὲ εἶπεν ὁ λαμπρὸς υἱὸς τοῦ Λυκάονος. | |
| Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων | 180 |
| ὦ Αἰνεία βουλευτὰ τῶν σιδηροθωράκων Τρῴων, | |
| Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω, | 181 |
| ἔγωγε κατὰ πάντα παρεικάζω αὐτὸν τῷ συνετῷ υἱῷ τοῦ Τυδέως, | |
| ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ, | 182 |
| ἐκ τῆς ἀσπίδος γινώσκων αὐτόν, καὶ τῆς περικεφαλαίας τῆς αὐλίσκον ἐχούσης, καθ᾿ οὗ πήγνυται ὁ λόφος, καὶ φαλοὺς καὶ ἐπαναστάσεις ἐχούσης τρεῖς, | |
| ἵππους τ' εἰσορόων· σάφα δ' οὐκ οἶδ' εἰ θεός ἐστιν. | 183 |
| καὶ εἰς τοὺς ἵππους ὁρῶν· φανερῶς δὲ οὐ γινώσκω ἂν ᾖ θεός· | |
| εἰ δ' ὅ γ' ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς | 184 |
| εἰ δ᾽ ἔστιν οὗτος ὁ ἀνὴρ ὃν λέγω, ὁ συνετὸς υἱὸς τοῦ Τυδέως, | |
| οὐχ ὅ γ' ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι | 185 |
| οὐχ οὗτος χωρίς θεοῦ ἐνθουσιωδῶς ταῦτα ποιεῖ· ἀλλά τις πλησίον | |
| ἕστηκ' ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους, | 186 |
| ἵσταται ἀπό τῶν ἀθανάτων θεῶν νεφέλῃ ἐπικεκρυμμένος κατά τοὺς ὤμους, | |
| ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ. | 187 |
| ὅστις ἀπ᾿ αὐτοῦ ἔτρεψεν ἄλλοσε τὸ ὀξὺ βέλος καταλαμβάνον αὐτόν· | |
| ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον | 188 |
| ἤδη γὰρ κατ᾿ αὐτοῦ ἀφῆκα βέλος, καὶ ἔτρωσα αὐτὸν κατὰ τὸν ὦμον | |
| δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο· | 189 |
| τὸν δεξιὸν ἀπαντικρὺ διὰ τοῦ κοιλώματος τοῦ θώρακος· | |
| καί μιν ἔγωγ' ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν, | 190 |
| καὶ ἔγωγε ὑπέλαβον πέμψειν αὐτὸν τῷ Ἅιδῃ, | |
| ἔμπης δ' οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις. | 191 |
| ὅμως δὲ οὐκ ἀπέκτεινα· θεός τίς πού ἐστιν ὀργίλως πρὸς ἡμᾶς ἔχων· | |
| ἵπποι δ' οὐ παρέασι καὶ ἅρματα τῶν κ' ἐπιβαίην· | 192 |
| οἱ ἵπποι δὲ οὐ πάρεισι, καὶ τὰ ὀχήματα, ὧν ἂν ἐπιβαίην· | |
| ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι | 193 |
| ἀλλά που ἐν τοῖς οἴκοις τοῦ Λυκάονος ἕνδεκα ἅρματα | |
| καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι | 194 |
| περικαλλῆ πρώτως πεπηγμένα, νεωστὶ κατεσκευασμένα, περὶ αὐτὰ δὲ πέπλοι | |
| πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι | 195 |
| ἐξήπλωνται, παρ' ἑκάστῳ δὲ αὐτῶν δύο ἐζευγμένοι ἵπποι | |
| ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας. | 196 |
| ἑστήκασι κριθὴν λευκὴν ἐσθίοντες, καὶ ὀλύρας. | |
| ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων | 197 |
| ὄντως μὲν οὖν μοι πάνυ πολλὰ Λυκάων ὁ γέρων καὶ πολεμικὸς | |
| ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν· | 198 |
| ἐρχομένῳ ἐνθάδε ἐνετέλλετο ἐν τοῖς οἴκοις τοῖς κατεσκευασμένοις· | |
| ἵπποισίν μ' ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα | 199 |
| ἐκέλευέ με τῶν ἵππων καὶ τῶν ἁρμάτων ἐπιβαίνοντα | |
| ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας· | 200 |
| προηγεῖσθαι τοῖς Τρῳσὶ κατὰ τὴν ἰσχυρὰν μάχην· | |
| ἀλλ' ἐγὼ οὐ πιθόμην· ἦ τ' ἂν πολὺ κέρδιον ἦεν· | 201 |
| ἀλλ᾽ ἐγὼ οὐχ ὑπήκουον, ὄντως κατὰ πολὺ ἐπικερδέστερον καὶ βέλτιστον ἦν ἄν, | |
| ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς | 202 |
| τοὺς ἵππους ἐλεῶν, μήπως ἐνδεεῖς γένοιντό μοι τροφῆς, | |
| ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην. | 203 |
| τῶν ἀνδρῶν συγκλειομένων, εἰθισμένοι ἐσθίειν εἰς κόρον· | |
| ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα | 204 |
| ταύτῃ κατέλιπον· πεζὸς δὲ εἰς τὴν Ἴλιον παραγέγονα, | |
| τόξοισιν πίσυνος· τὰ δέ μ' οὐκ ἄρ' ἔμελλον ὀνήσειν. | 205 |
| τῷ τόξῳ πεποιθώς· τοῦτο δ᾽ ἄρα οὐκ ἔμελλεν ὠφελήσειν με· | |
| ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα | 206 |
| ἤδη γὰρ κατὰ δυοῖν ἀριστέων ἐτόξευσα, | |
| Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δ' ἀμφοτέροιιν | 207 |
| τοῦ υἱοῦ τοῦ Τυδέως, καὶ τοῦ υἱοῦ τοῦ Ἀτρέως, ἐξ ἀμφοτέρων δὲ | |
| ἀτρεκὲς αἷμ' ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον. | 208 |
| φανερῶς αἷμα ἐκίνησα τρώσας, παρώξυνα δὲ μᾶλλον· | |
| τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα | 209 |
| δι᾿ ὃ δὴ μοίρα κακὴ ἀπὸ τοῦ πασσάλου τὸ ἐπικαμπὲς τόξον | |
| ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν | 210 |
| τῇ ἡμέρᾳ ἐκείνῃ ἔλαβον, ὅτε εἰς τὴν ἐπέραστον Ἴλιον | |
| ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ. | 211 |
| ἠρχόμην τοῖς Τρωσί, χαριζόμενος τῷ Ἕκτορι τῷ ἐνδόξῳ | |
| εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι | 212 |
| ἐὰν δὲ ὑποστρέψω καὶ θεάσωμαι τοῖς ὀφθαλμοῖς | |
| πατρίδ' ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα, | 213 |
| τὴν ἐμὴν πατρίδα, καὶ τὴν γυναῖκα, καὶ τὸ ὑψηλὸν ὄροφον ἔχον οἴκημα, | |
| αὐτίκ' ἔπειτ' ἀπ' ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς | 214 |
| εὐθέως μετὰ ταῦτα ἀλλόφυλος ἀνὴρ ἀποκόψειε τὴν ἐμὴν κεφαλήν, | |
| εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην | 215 |
| εἰ μὴ ἐγὼ βάλοιμι ταῦτα τὰ τόξα ἐν τῷ λαμπρῷ πυρί, | |
| χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ. | 216 |
| συντρίψας ταῖς χερσί· μάταια γάρ μοι ἀκολουθεῖ. | |
| τὸν δ' αὖτ' Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα· | 217 |
| πρὸς τοῦτον δὲ Αἰνείας ὁ τῶν Τρῴων ἀρχηγὸς ἐναντίον ἔλεγε· | |
| μὴ δ' οὕτως ἀγόρευε· πάρος δ' οὐκ ἔσσεται ἄλλως, | 218 |
| μὴ οὕτω λέγε· πρότερον οὐκ ἔσται ἄλλως, | |
| πρίν γ' ἐπὶ νὼ τῷδ' ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν | 219 |
| πρὶν ἡμᾶς κατὰ τούτου τοῦ ἀνδρὸς σὺν ἵπποις καὶ ἅρμασιν | |
| ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι. | 220 |
| κατὰ βιαίων ἐναντίωσιν ἐλθόντας μεθ᾽ ὅπλων πεῖραν λαβεῖν. | |
| ἀλλ' ἄγ' ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι | 221 |
| ἀλλ᾽ ἄγε ἐπίβηθι τῶν ἐμῶν ἁρμάτων, ὅπως ἴδῃς | |
| οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο | 222 |
| ὁποῖοί εἰσιν οἱ Τρῳικοὶ ἵπποι, εἰδότες διὰ τοῦ πεδίου | |
| κραιπνὰ μάλ' ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι· | 223 |
| λίαν ταχέως τῇδε κἀκεῖσε διώκειν καὶ φεύγειν· | |
| τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε | 224 |
| οὗτοι καὶ ἡμᾶς εἰς τὴν πόλιν σώσουσιν, ἐὰν αὖθις | |
| Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ. | 225 |
| ὁ Ζεὺς τῷ υἱῷ τοῦ Τυδέως τῷ Διομήδει δόξαν παράσχηται· | |
| ἀλλ' ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα | 226 |
| ἀλλ᾿ ἄγε, νῦν τὴν μάστιγα, καὶ τὰς λαμπρὰς καὶ ποικίλας ἡνίας | |
| δέξαι, ἐγὼ δ' ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι· | 227 |
| λάβε, ἐγὼ δὲ ἀποβήσομαι τῶν ἵππων ὅπως πολεμήσω· | |
| ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δ' ἐμοὶ ἵπποι. | 228 |
| ἢ σὺ αὐτὸν δέχου, ἐμοὶ δὲ διὰ φροντίδος ἔσονται οἱ ἵπποι. | |
| τὸν δ' αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός· | 229 |
| πρὸς τοῦτον δὲ εἶπεν ὁ λαμπρὸς υἱὸς τοῦ Λυκάονος· | |
| Αἰνεία σὺ μὲν αὐτὸς ἔχ' ἡνία καὶ τεὼ ἵππω· | 230 |
| ὦ Αἰνεία, σὺ μὲν αὐτὸς κάτεχε τὰς ἡνίας καὶ τοὺς σοὺς ἵππους· | |
| μᾶλλον ὑφ' ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα | 231 |
| μᾶλλον ὑπὸ τῷ εἰωθότι ἡνιόχῳ τὸ ἐπικαμπὲς ὄχημα | |
| οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν· | 232 |
| κομίσουσιν, ἐάν αὖθις φεύγωμεν τὸν υἱὸν τοῦ Τυδέως· | |
| μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδ' ἐθέλητον | 233 |
| μὴ οὗτοι μὲν φοβηθέντες ματαιώσωσιν, οὐδέ θελήσωσιν | |
| ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε, | 234 |
| ἐκφέρειν τοῦ πολέμου, τὴν σὴν ἐπιποθοῦντες φωνήν· | |
| νῶϊ δ' ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς | 235 |
| ὁ υἱὸς δὲ τοῦ μεγαλοψύχου Τυδέως ἐφορμήσας ἡμᾶς τε | |
| αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους. | 236 |
| αὐτοὺς ἀνέλῃ, καὶ τοὺς μονώνυχας ἵππους λάβῃ· | |
| ἀλλὰ σύ γ' αὐτὸς ἔλαυνε τέ' ἅρματα καὶ τεὼ ἵππω, | 237 |
| ἀλλὰ σὺ αὐτὸς ἴθυνε τό τε σὸν ὄχημα, καὶ τοὺς σοὺς ἵππους· | |
| τὸν δὲ δ' ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί. | 238 |
| τοῦτον δὲ ἐπερχόμενον ἐγὼ δέξομαι δόρατι ὀξεῖ. | |
| ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες | 239 |
| οὕτως εἰπόντες εἰς τὰ πεποικιλμένα ἅρματα ἀναβάντες | |
| ἐμμεμαῶτ' ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους. | 240 |
| ἤλαυνον τοὺς ταχεῖς ἵππους, ἐπὶ τὸν υἱὸν τοῦ Τυδέως προθυμούμενοι· | |
| τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός, | 241 |
| τούτους δὲ ἐθεάσατο Σθένελος ὁ λαμπρὸς υἱὸς τοῦ Καπανέως· | |
| αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα· | 242 |
| εὐθέως δὲ πρὸς τὸν υἱὸν τοῦ Τυδέως λόγους ταχεῖς ἔλεγεν· | |
| Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ, | 243 |
| ὦ Διόμηδες υἱὲ τοῦ Τυδέως, τῇ ἐμῇ πεφιλημένε ψυχῇ, | |
| ἄνδρ' ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι | 244 |
| ἄνδρας ὁρῶ ἰσχυροὺς προθυμουμένους πρὸς σὲ πολεμεῖν, | |
| ἶν' ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼς | 245 |
| δύναμιν ἄπειρον ἔχοντας· ὁ μὲν ἔμπειρος τῆς τοξικῆς | |
| Πάνδαρος, υἱὸς δ' αὖτε Λυκάονος εὔχεται εἶναι· | 246 |
| Πάνδαρος, υἱὸς δὲ τοῦ Λυκάονος καυχᾶται εἶναι· | |
| Αἰνείας δ' υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο | 247 |
| Αἰνείας δὲ υἱὸς ἐκ τοῦ μεγαλοψύχου Ἀγχίσου | |
| εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστ' Ἀφροδίτη. | 248 |
| καυχᾶται γεννηθῆναι, μήτηρ δὲ αὐτῷ ἐστιν Ἀφροδίτη· | |
| ἀλλ' ἄγε δὴ χαζώμεθ' ἐφ' ἵππων, μηδέ μοι οὕτω | 249 |
| ἀλλ᾽ ἄγε δὴ ἀναχωρήσωμεν εἰς τοὺς ἵππους, μηδ᾽ οὕτω μοι | |
| θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς. | 250 |
| μανικῶς ὅρμα διὰ τῶν πρωταγωνιστῶν, μήπως ἀπολέσῃς τὴν ἀγαπητήν σου ψυχήν. | |
| τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· | 251 |
| πρὸς τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος ὁ ἰσχυρὸς Διομήδης εἶπε· | |
| μή τι φόβον δ' ἀγόρευ', ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω. | 252 |
| μηδαμῶς μοι λέγε φυγήν· ἐπεὶ οὐδὲ οἴομαί σε πείσειν· | |
| οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι | 253 |
| οὐ γάρ μοι ἀνδρεῖον τὸ μάχεσθαι φεύγοντι, | |
| οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν· | 254 |
| οὐδὲ τὸ δειλιᾷν καὶ πτοεῖσθαι· ἔτι μοι ἰσχὺς βεβαία καὶ κραταιά ἐστιν· | |
| ὀκνείω δ' ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως | 255 |
| ὀκνῶ δὲ ἐπιβῆναι τῶν ἵππων· ἀλλὰ κἀγὼ πορεύσομαι | |
| ἀντίον εἶμ' αὐτῶν· τρεῖν μ' οὐκ ἐᾷ Παλλὰς Ἀθήνη. | 256 |
| ἐναντίον αὐτῶν· οὐκ ἐᾷ με δειλιᾷν ἡ πολεμικὴ Ἀθηνᾶ· | |
| τούτω δ' οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι | 257 |
| τούτους δὲ οὐκ αὖθις ὀπίσω ἀποκομίσουσιν οἱ ταχεῖς ἵπποι | |
| ἄμφω ἀφ' ἡμείων, εἴ γ' οὖν ἕτερός γε φύγῃσιν. | 258 |
| ἀμφοτέρους ἀφ' ἡμῶν, κἂν ὁ ἕτερος ἀποφύγῃ· | |
| ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν· | 259 |
| ἄλλο δέ σοι λέξω, σὺ δὲ βάλε αὐτὸ ἐν τῷ σῷ λογισμῷ· | |
| αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ | 260 |
| ἐάν μοι ἡ πολύτροπος Ἀθηνᾶ δόξαν παράσχῃ | |
| ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους | 261 |
| ἀνελεῖν ἀμφοτέρους, σὺ τοὺς ταχεῖς ἵππους | |
| αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας, | 262 |
| αὐτόθι κάτεχε ἐκ τῆς περιφερείας τὰς ἡνίας τανύσας· | |
| Αἰνείαο δ' ἐπαΐξαι μεμνημένος ἵππων, | 263 |
| ἐφόρμησον δὲ μεμνημένος τῶν Αἰνείου ἵππων, | |
| ἐκ δ' ἐλάσαι Τρώων μετ' ἐϋκνήμιδας Ἀχαιούς. | 264 |
| ἔκβαλε δὲ ἀπὸ τῶν Τρῴων ἐπὶ τοὺς εὐόπλους Ἕλληνας· | |
| τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς | 265 |
| ταύτης γάρ εἰσι τῆς γενεᾶς, ἧς ὁ μεγαλόφωνος Ζεὺς τῷ Τρωὶ | |
| δῶχ' υἷος ποινὴν Γανυμήδεος, οὕνεκ' ἄριστοι | 266 |
| ἔδωκε, ἀντέκτισιν τοῦ υἱοῦ τοῦ Γανυμήδους· | |
| ἵππων ὅσσοι ἔασιν ὑπ' ἠῶ τ' ἠέλιόν τε, | 267 |
| δι᾿ ὃ καὶ βέλτιστοι ἵππων, ὅσοι ὑπάρχουσιν ὑπὸ τὴν ἡμέραν, καὶ τὸν ἥλιον· | |
| τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης | 268 |
| ἐκ ταύτης τῆς γενεᾶς ἔκλεψεν Ἀγχίσης ὁ βασιλεὺς τῶν ἀνδρῶν, | |
| λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους· | 269 |
| κρύφα τοῦ Λαομέδοντος ὑποβαλὼν τὰς θήλειας ἵππους | |
| τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη. | 270 |
| ἐκ τούτων αὐτῷ ἐγένοντο ἓξ ἐν τοῖς οἴκοις γενεά· | |
| τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ' ἐπὶ φάτνῃ, | 271 |
| καὶ τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀνέτρεφεν ἐπὶ τῇ φάτνῃ, | |
| τὼ δὲ δύ' Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο. | 272 |
| τοὺς δὲ δύο ἔδωκε τῷ Αἰνείᾳ ἐπιστήμονας τῆς φυγῆς· | |
| εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν. | 273 |
| ἐὰν τούτους λάβωμεν, ἀπενεγκαίμεθα ἂν φήμην ἀγαθήν. | |
| ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, | 274 |
| οὕτως οὗτοι μὲν πρὸς ἀλλήλους τοιαῦτα ἔλεγον· | |
| τὼ δὲ τάχ' ἐγγύθεν ἦλθον ἐλαύνοντ' ὠκέας ἵππους. | 275 |
| οὗτοι δὲ ταχέως πλησίον ἀφίκοντο, ἐλαύνοντες τοὺς ταχεῖς ἵππους. | |
| τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός· | 276 |
| πρὸς τοῦτον πρότερον εἶπεν ὁ λαμπρὸς ὑιὸς τοῦ Λυκάονος· | |
| καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ | 277 |
| ὦ μεγαλόψυχε, συνετέ, υἱὲ τοῦ λαμπροῦ Τυδέως, | |
| ἦ μάλα σ' οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός· | 278 |
| ὄντως οὐ πάνω σε τὸ ταχὺ βέλος ἐδάμασεν, ὁ πικρὸς ἰός· | |
| νῦν αὖτ' ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι. | 279 |
| νῦν δὴ τῷ δόρατι πειράσομαι ἐὰν ἐπιτύχω. | |
| ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος | 280 |
| εἶπε δή, καὶ ἀνακινήσας καὶ σείσας προέπεμψε τὸ μακρὸν δόρυ, | |
| καὶ βάλε Τυδεΐδαο κατ' ἀσπίδα· τῆς δὲ διὰ πρὸ | 281 |
| καὶ ἔβαλε κατὰ τὴν ἀσπίδα τοῦ υἱοῦ τοῦ Τυδέως· δι᾽ αὐτῆς δὲ εἰς τὸ πρόσω | |
| αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη· | 282 |
| ἡ σιδηρὰ ἐπιδορατὶς πετομένη προσήγγισε τῷ θώρακι· | |
| τῷ δ' ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός· | 283 |
| ἐπὶ τούτῳ δὲ μεγάλως ἐβόησεν ὁ λαμπρὸς υἱὸς τοῦ Λυκάονος· | |
| βέβληαι κενεῶνα διαμπερές, οὐδέ σ' ὀΐω | 284 |
| τέτρωσαι παντελῶς κατὰ τὸν λαγόνα· οὐδέ σε οἴομαι | |
| δηρὸν ἔτ' ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγ' εὖχος ἔδωκας. | 285 |
| ἐπὶ πολὺ ἔτι ὑπομεῖναι· ἐμοὶ δὲ μέγα καύχημα ἔδωκας. | |
| τὸν δ' οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης· | 286 |
| πρὸς τοῦτον δὲ μηδὲν φοβηθεὶς εἶπεν ὁ ἰσχυρὸς Διομήδης· | |
| ἤμβροτες οὐδ' ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γ' ὀΐω | 287 |
| ἥμαρτες, οὐδὲ ἐπέτυχες· οὐ μὴν δὲ ὑμᾶς οἴομαι | |
| πρίν γ' ἀποπαύσεσθαι πρίν γ' ἢ ἕτερόν γε πεσόντα | 288 |
| πρότερον παύσασθαι τοῦ πολέμου, πρὶν ἢ πεσόντα | |
| αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν. | 289 |
| τὸν ἕτερον ἐμπλῆσαι καὶ κορέσαι αἵματος τὸν σίδηρον τὸν καρτερὸν μαχητήν. | |
| ὣς φάμενος προέηκε· βέλος δ' ἴθυνεν Ἀθήνη | 290 |
| οὕτως εἰπὼν προέπεμψε, κατ᾽ εὐθὺ δὲ ἤγαγε τὸ βέλος ἡ Ἀθηνᾶ | |
| ῥῖνα παρ' ὀφθαλμόν, λευκοὺς δ' ἐπέρησεν ὀδόντας. | 291 |
| κατὰ τὴν ῥῖνα παρὰ τὸν ὀφθαλμόν· διεπέρασε δὲ τοὺς λευκοὺς ὀδόντας· | |
| τοῦ δ' ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής, | 292 |
| τούτου δὲ τὴν μὲν ἐσχάτην γλῶσσαν ἀπέτεμεν ὁ ἀκαταπόνητος σίδηρος, | |
| αἰχμὴ δ' ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα· | 293 |
| ἡ ἐπιδορατὶς δὲ ἐξώρμησε παρὰ τὸ ἔσχατον μέρος τοῦ ὑπογενείου τόπου, | |
| ἤριπε δ' ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ | 294 |
| κατέπεσε δὲ ἐκ τοῦ ἅρματος, ἤχεσαν δὲ τὰ ὅπλα ἐπ᾿ αὐτῷ | |
| αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι | 295 |
| τὰ ποικίλα καὶ πάνυ λαμπρά· ὅθεν φοβηθέντες οἱ ταχεῖς ἵπποι ἔφυγον· | |
| ὠκύποδες· τοῦ δ' αὖθι λύθη ψυχή τε μένος τε. | 296 |
| αὐτοῦ δὲ ἡ ψυχὴ καὶ ἰσχὺς διελύθη· | |
| Αἰνείας δ' ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ | 297 |
| Αἰνείας δὲ ἐφώρμησε σὺν ἀσπίδι καὶ δόρατι μακρῷ | |
| δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί. | 298 |
| φοβηθεὶς μήποτε αὐτοῦ ἀφελκύσειαν τὸν νεκρὸν οἱ Ἕλληνες. | |
| ἀμφὶ δ' ἄρ' αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς, | 299 |
| περιέβαινε δ᾽ οὖν αὐτῷ ὥσπερ λέων θαρρῶν τῇ ἑαυτοῦ ἀλκῇ· | |
| πρόσθε δέ οἱ δόρυ τ' ἔσχε καὶ ἀσπίδα πάντοσ' ἐΐσην, | 300 |
| ἔμπροσθεν δὲ αὐτοῦ κατέσχε τὸ δόρυ, καὶ τὴν κυκλοτερῆ ἀσπίδα, | |
| τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ' ἀντίος ἔλθοι | 301 |
| τοῦτον ἀποκτεῖναι προθυμούμενος, ὅστις ἂν ἐναντίον αὐτοῦ ἔλθοι | |
| σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ | 302 |
| καταπληκτικῶς βοῶν· ὁ υἱὸς δὲ τοῦ Τυδέως ἔλαβε τῇ χειρὶ | |
| Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γ' ἄνδρε φέροιεν, | 303 |
| λίθον χειροπληθῆ μέγα ἄχθος, ὅπερ οὐκ ἂν βαστάζοιεν δύο ἄνδρες, | |
| οἷοι νῦν βροτοί εἰσ'· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος. | 304 |
| οἷοι νῦν ἄνθρωποί εἰσιν, οὗτος δὲ καὶ μόνος ῥαδίως αὐτὸ ἐκίνει· | |
| τῷ βάλεν Αἰνείαο κατ' ἰσχίον ἔνθά τε μηρὸς | 305 |
| διὰ τούτου ἔπληξε κατὰ τὸν γλουτὸν τοῦ Αἰνείου, ὅπου ὁ μηρὸς | |
| ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι· | 306 |
| τῷ γλουτῷ ἐγκείμενος περιστρέφεται, κοτύλην δὲ αὐτὸν καλοῦσι· | |
| θλάσσε δέ οἱ κοτύλην, πρὸς δ' ἄμφω ῥῆξε τένοντε· | 307 |
| συνέτριψε δὲ αὐτοῦ τὴν κοτύλην· πρὸς δὲ καὶ ἀμφότερα τὰ μεγάλα νεῦρα διέκοψε, | |
| ὦσε δ' ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γ' ἥρως | 308 |
| ἀπώθησε δὲ τὸ δέρμα ὁ τραχὺς λίθος· ὁ δὲ ἥρως πεσὼν | |
| ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ | 309 |
| ἔστη ἐπὶ γόνυ, καὶ ἐναπερείσατο παχείᾳ χειρὶ | |
| γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε. | 310 |
| κατὰ γῆς· τοὺς ὀφθαλμοὺς δὲ αὐτοῦ νὺξ σκοτεινὴ περιεκάλυψεν· | |
| καί νύ κεν ἔνθ' ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας, | 311 |
| καὶ δὴ τοτὲ ἀπώλετ᾽ ἂν Αἰνείας ὁ βασιλεὺς τῶν ἀνδρῶν, | |
| εἰ μὴ ἄρ' ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη | 312 |
| εἴγε μὴ ὀξέως ἐθεάσατο Ἀφροδίτη ἡ θυγάτηρ τοῦ Διός, | |
| μήτηρ, ἥ μιν ὑπ' Ἀγχίσῃ τέκε βουκολέοντι· | 313 |
| ἡ μήτηρ αὐτοῦ, ἥτις ἔτεκεν αὐτὸν εὐνηθεῖσα τῷ Ἀγχίση βοῦς νέμοντι· | |
| ἀμφὶ δ' ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ, | 314 |
| ἔχεε δὲ τοὺς λευκοὺς αὐτῆς πήχεις περὶ τὸν ἑαυτῆς ἀγαπητὸν υἱόν· | |
| πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν | 315 |
| ἔμπροσθεν δὲ περιέβαλεν αὐτὸν τὸ περίπλωμα τοῦ λαμπροῦ πέπλου, | |
| ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων | 316 |
| περίφραγμα εἶναι τῶν βελῶν, μή τις ἀπὸ τῶν ταχεῖς ἵππους ἐχόντων Ἑλλήνων | |
| χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο. | 317 |
| βαλὼν σίδηρον εἰς τὸ στῆθος, ἀφέληται τὴν ψυχήν· | |
| ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο· | 318 |
| αὐτὴ μὲν οὖν τὸν ἀγαπητὸν υἱὸν ὑπεξήγαγεν ἀπὸ τοῦ πολέμου· | |
| οὐδ' υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων | 319 |
| ὁ υἱὸς δὲ τοῦ Καπανέως οὐκ ἐπελάθετο τῶν ὑποθηκῶν καὶ ἐντολῶν | |
| τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης, | 320 |
| τούτων, ἃς ἐπέταττεν ὁ ἀγαθὸς τὰ πολεμικὰ Διομήδης· | |
| ἀλλ' ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους | 321 |
| ἀλλ᾿ οὗτος τοὺς μὲν ἰδίους μονώνυχας ἵππους κατεῖχε | |
| νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας, | 322 |
| ἐκτὸς ἀπὸ τῆς ταραχῆς τοῦ πολέμου, ἐκ τῆς περιφερείας τὰς ἡνίας τανύσας· | |
| Αἰνείαο δ' ἐπαΐξας καλλίτριχας ἵππους | 323 |
| ἐφορμήσας δέ, τοὺς καλὰς τρίχας ἔχοντας ἵππους τοῦ Αἰνείου | |
| ἐξέλασε Τρώων μετ' ἐϋκνήμιδας Ἀχαιούς. | 324 |
| ἐξέβαλεν ἀπὸ τῶν Τρῴων ἐπὶ τοὺς εὐόπλους Ἕλληνας· | |
| δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης | 325 |
| ἔδωκε δὲ Δηϊπύλῳ τῷ ἀγαπητῷ φίλῳ, ὃν ὑπὲρ πάντας | |
| τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη, | 326 |
| ἐτίμα τοὺς ὁμήλικας, διὰ τὸ κατὰ τὸν ἑαυτοῦ λογισμὸν τέλεια εἰδέναι, | |
| νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γ' ἥρως | 327 |
| ἐπὶ τὰς βαθείας ναῦς ἀπελαύνειν· ὁ ἥρως δὲ | |
| ὧν ἵππων ἐπιβὰς ἔλαβ' ἡνία σιγαλόεντα, | 328 |
| τῶν ἑαυτοῦ ἵππων ἐπιβὰς ἔλαβε τὰς λαμπρὰς ἡνίας· | |
| αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους | 329 |
| αὐτίκα δὲ ἐπὶ τὸν υἱὸν τοῦ Τυδέως ἤλαυνε τοὺς ἰσχυροὺς ὄνυχας ἔχοντας ἵππους | |
| ἐμμεμαώς· ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ | 330 |
| προθυμούμενος· οὗτος δὲ τὴν Ἀφροδίτην ἐδίωκε σιδήρῳ ἀνηλεεῖ, | |
| γιγνώσκων ὅ τ' ἄναλκις ἔην θεός, οὐδὲ θεάων | 331 |
| εἰδὼς ὅτι ἀσθενὴς ὑπάρχει θεός, οὐδ᾽ ἔστιν ἀπὸ τῶν θεῶν | |
| τάων αἵ τ' ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν, | 332 |
| τούτων, αἳ τὸν πόλεμον τῶν ἀνδρῶν διέπουσιν, | |
| οὔτ' ἄρ' Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ. | 333 |
| οὔτε ἡ Ἀθηνᾶ, οὔτε ἡ τὰς πόλεις πορθοῦσα Ἐνυώ. | |
| ἀλλ' ὅτε δή ῥ' ἐκίχανε πολὺν καθ' ὅμιλον ὀπάζων, | 334 |
| ἀλλ᾽ ὁπηνίκα δὴ κατέλαβε κατὰ τὸν μέγαν στρατὸν διώκων, | |
| ἔνθ' ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς | 335 |
| τότε ἐφορμήσας ὁ τοῦ μεγαλοψύχου Τυδέως υἱός, | |
| ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ | 336 |
| τὸ ἄκρον τῆς ἀσθενοῦς χειρὸς ἔτρωσεν ἐπιπηδήσας δόρατι ὀξεῖ· | |
| ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν | 337 |
| εὐθέως δὲ τὸ δόρυ τὴν ἐπιφάνειαν τοῦ σώματος ἔτρωσε, | |
| ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί, | 338 |
| διὰ τοῦ θείου ἱματίου, ὅπερ αὐτῇ κατεσκεύασαν αἱ Χάριτες αὐταί, | |
| πρυμνὸν ὕπερ θέναρος· ῥέε δ' ἄμβροτον αἷμα θεοῖο | 339 |
| ὑπὲρ τὸ ἔσχατον κοῖλον τῆς χειρός· ἔρρει δὲ τὸ θεῖον αἷμα τῆς θεοῦ, | |
| ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν· | 340 |
| ἰχώρ, οἷος δὴ ῥεῖ τοῖς μακαρίοις θεοῖς· | |
| οὐ γὰρ σῖτον ἔδουσ', οὐ πίνουσ' αἴθοπα οἶνον, | 341 |
| οὐ γὰρ ἐσθίουσιν ἄρτον, οὐδὲ πίνουσιν οἶνον θερμόν· | |
| τοὔνεκ' ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται. | 342 |
| τούτου χάριν ἄνευ αἵματός εἰσι, καὶ ἀθάνατοι καλοῦνται. | |
| ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν· | 343 |
| ἡ δὲ Ἀφροδίτη μεγάλως ὀλολύζουσα κατέβαλεν ἀφ' ἑαυτῆς τὸν υἱόν· | |
| καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων | 344 |
| καὶ τοῦτον μὲν ἐν χερσὶν ἔσωσεν Ἀπόλλων ὁ Φοῖβος | |
| κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων | 345 |
| διὰ νεφέλης σκοτεινῆς, μή τις ἀπὸ τῶν ταχεῖς ἵππους ἐχόντων Ἑλλήνων | |
| χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο· | 346 |
| σίδηρον βαλὼν εἰς τὸ στῆθος, ἀφέληται τὴν ψυχήν. | |
| τῇ δ' ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης· | 347 |
| ἐπ᾿ αὐτῇ δὲ μεγάλως ἐβόησεν ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης· | |
| εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος· | 348 |
| ὦ θύγατερ τοῦ Διός, ὑποχώρει τῆς μάχης καὶ τοῦ πολέμου | |
| ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις; | 349 |
| ἢ οὐχ ἱκανόν σοι, ὅτι γυναῖκας ἀσθενεῖς ἐξαπατᾷς; | |
| εἰ δὲ σύ γ' ἐς πόλεμον πωλήσεαι, ἦ τέ σ' ὀΐω | 350 |
| εἰ δὲ σὺ εἰς τὸν πόλεμον ἀναστραφήσῃ, ὄντως σε οἴομαι | |
| ῥιγήσειν πόλεμόν γε καὶ εἴ χ' ἑτέρωθι πύθηαι. | 351 |
| φοβηθήσεσθαι τὸν πόλεμον, καὶ ἐὰν ἄλλοθι εἶναι ἀκούσῃς. | |
| ὣς ἔφαθ', ἣ δ' ἀλύουσ' ἀπεβήσετο, τείρετο δ' αἰνῶς· | 352 |
| οὕτως εἶπεν· αὕτη δὲ ἀδημονοῦσα ἀπῆλθε, δεινῶς δὲ κατεπονεῖτο· | |
| τὴν μὲν ἄρ' Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγ' ὁμίλου | 353 |
| καὶ ταύτην μὲν δὴ λαβοῦσα ἡ ταχεῖα Ἶρις ἐξήγαγε τοῦ στρατοῦ | |
| ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν. | 354 |
| βαρυνομένην ὀδύναις· ἐμελαίνετο δὲ τὴν περικαλλῆ ἐπιφάνειαν τοῦ σώματος· | |
| εὗρεν ἔπειτα μάχης ἐπ' ἀριστερὰ θοῦρον Ἄρηα | 355 |
| εὗρε μετὰ ταῦτα ἐπὶ τὰ ἀριστερὰ μέρη τῆς μάχης τὸν ὁρμητικὸν Ἄρεα | |
| ἥμενον· ἠέρι δ' ἔγχος ἐκέκλιτο καὶ ταχέ' ἵππω· | 356 |
| καθήμενον· ἐν ἀέρι δὲ καὶ ἀορασίᾳ παρεκέκλιτο τὸ δόρυ καὶ οἱ ταχεῖς αὐτοῦ ἵπποι· | |
| ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο | 357 |
| αὐτὴ δὲ ἐπὶ γόνατα πεσοῦσα τοῦ ἀγαπητοῦ ἀδελφοῦ | |
| πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους· | 358 |
| πολλὰ δεομένη, τοὺς χρυσοχαλίνους ἵππους ἐζήτει λέγουσα· | |
| φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους, | 359 |
| ὦ ἀγαπητὲ ἀδελφέ, ἐπιμελήθητί μου, καὶ δός μοι τοὺς ἵππους, | |
| ὄφρ' ἐς Ὄλυμπον ἵκωμαι ἵν' ἀθανάτων ἕδος ἐστί. | 360 |
| ὅπως ἀφίκωμαι εἰς τὸν οὐρανόν, ὅπου τὸ ἔδαφος τῶν ἀθανάτων θεῶν ὑπάρχει· | |
| λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ | 361 |
| πάνυ πιέζομαι ὑπὸ τοῦ τραύματος, ὅ με ἔτρωσεν ἀνὴρ θνητὸς | |
| Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο. | 362 |
| ὁ υἱὸς τοῦ Τυδέως, ὃς νῦν καὶ τῷ Διὶ τῷ πατρὶ πολεμοίη ἄν. | |
| ὣς φάτο, τῇ δ' ἄρ' Ἄρης δῶκε χρυσάμπυκας ἵππους· | 363 |
| οὕτως εἶπεν. Ἄρης δὲ ἔδωκεν αὐτῇ τοὺς χρυσοχαλίνους ἵππους· | |
| ἣ δ' ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ, | 364 |
| ἡ δὲ ἀνέβαινεν εἰς τὸν δίφρον τεθλιμμένη τὴν προσφιλῆ ψυχήν· | |
| πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί, | 365 |
| παρ᾽ αὐτῇ δὲ καὶ ἡ Ἶρις ἀνέβη, καὶ ἔλαβε ταῖς χερσὶ τὰς ἡνίας· | |
| μάστιξεν δ' ἐλάαν, τὼ δ' οὐκ ἀέκοντε πετέσθην. | 366 |
| ἐμάστιξε δὲ ἐλαύνειν, οἱ δὲ οὐκ ἄκοντες ἐπέτοντο. | |
| αἶψα δ' ἔπειθ' ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον· | 367 |
| ταχέως δὲ μετὰ ταῦτα ἀφίκοντο εἰς τὸ ἔδαφος τῶν θεῶν τὸν ὑψηλὸν οὐρανόν· | |
| ἔνθ' ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις | 368 |
| ἐκεῖ τοὺς ἵππους ἔστησεν ἡ ὠκύπους ταχεῖα Ἶρις, | |
| λύσασ' ἐξ ὀχέων, παρὰ δ' ἀμβρόσιον βάλεν εἶδαρ· | 369 |
| λύσασα ἐκ τοῦ δίφρου· παρέβαλε δὲ αὐτοῖς θείαν ἐδωδήν. | |
| ἣ δ' ἐν γούνασι πῖπτε Διώνης δῖ' Ἀφροδίτη | 370 |
| ἡ δὲ ἔνδοξος Ἀφροδίτη ἔπιπτεν ἐν τοῖς γόνασι Διώνης | |
| μητρὸς ἑῆς· ἣ δ' ἀγκὰς ἐλάζετο θυγατέρα ἥν, | 371 |
| τῆς ἑαυτῆς μητρός· αὐτὴ δὲ εἰς τὰς ἀγκάλας ἐλάμβανε τὴν ἑαυτῆς θυγατέρα, | |
| χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἐκ τ' ὀνόμαζε· | 372 |
| καὶ τῇ χειρὶ κατέψησεν αὐτήν, καὶ λόγον εἶπεν, καὶ ἐξ ὀνόματος ἐκάλει· | |
| τίς νύ σε τοιάδ' ἔρεξε φίλον τέκος Οὐρανιώνων | 373 |
| ὦ τέκνον ἀγαπητόν, τίς δή σε τοιαῦτα εἰργάσατο ἀπὸ τῶν οὐρανίων θεῶν | |
| μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ; | 374 |
| ματαίως, ὥσπερ κακόν τι ποιοῦσαν ἀνέδην τε καὶ ἐν ὄψει; | |
| τὴν δ' ἠμείβετ' ἔπειτα φιλομμειδὴς Ἀφροδίτη· | 375 |
| ταύτῃ δὲ μετὰ ταῦτ᾽ ἀπεκρίνατο ἡ φιλογέλως Ἀφροδίτη· | |
| οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης, | 376 |
| ἔτρωσέ με ὁ υἱὸς τοῦ Τυδέως ὁ ἰσχυρότατος Διομήδης, | |
| οὕνεκ' ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο | 377 |
| διότι ἐγὼ τὸν ἀγαπητὸν υἱὸν ὑπεξῆγον ἀπὸ τοῦ πολέμου, | |
| Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν. | 378 |
| τὸν Αἰνείαν, ὃς φίλτατος πάντων ἐμοὶ ὑπάρχει· | |
| οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή, | 379 |
| οὐκέτι γάρ ἐστι μάχη χαλεπὴ Τρῴων καὶ Ἑλλήνων, | |
| ἀλλ' ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται. | 380 |
| ἀλλ᾽ ἤδη οἱ Ἕλληνες καὶ τοῖς ἀθανάτοις θεοῖς πολεμοῦσιν. | |
| τὴν δ' ἠμείβετ' ἔπειτα Διώνη, δῖα θεάων· | 381 |
| ταύτῃ δὲ μετὰ ταῦτ᾽ ἀπεκρίνατο Διώνη ἡ ἐνδοξοτάτη τῶν θεῶν· | |
| τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ· | 382 |
| ὑπόμεινον, ὦ τέκνον ἐμόν, καὶ καρτέρησον καίπερ λυπουμένη· | |
| πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματ' ἔχοντες | 383 |
| πολλοὶ γὰρ κατοικοῦντες τὰ οὐράνια οἰκήματα ὑπεμείναμεν | |
| ἐξ ἀνδρῶν χαλέπ' ἄλγε' ἐπ' ἀλλήλοισι τιθέντες. | 384 |
| ἐξ ἀνδρῶν δεινὰς συμφορὰς κατ' ἀλλήλων ποιοῦντες· | |
| τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τ' Ἐφιάλτης | 385 |
| ὑπέμεινε μὲν ὁ Ἄρης, ὅτε αὐτὸν ὁ Ὦτος, καὶ ὁ ἰσχυρὸς Ἐφιάλτης | |
| παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ· | 386 |
| οἱ υἱοὶ τοῦ Ἀλωέως ἐδέσμευσαν ἐν δεσμῷ ἰσχυρῷ· | |
| χαλκέῳ δ' ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας· | 387 |
| ἐν χαλκῷ δὲ πίθῳ ἦν δεδεμένος ἐπὶ μῆνας τρισκαίδεκα· | |
| καί νύ κεν ἔνθ' ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο, | 388 |
| καὶ δὴ τότ᾽ ἂν ἀπώλετο Ἄρης ὁ ἀκόρεστος τοῦ πολέμου, | |
| εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια | 389 |
| εἰ μὴ ἡ μητρυιά, ἡ ὡραία Ἠερίβοια | |
| Ἑρμέᾳ ἐξήγγειλεν· ὃ δ' ἐξέκλεψεν Ἄρηα | 390 |
| ἐδήλωσε τῷ Ἑρμῇ· οὗτος δὲ ἔκλεψε τὸν Ἄρην καταπονούμενον | |
| ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα. | 391 |
| ἤδη· δεινὸς δὲ αὐτὸν δεσμὸς ἐδάμαζε. | |
| τλῆ δ' Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος | 392 |
| ὑπέμεινε δὲ ἡ Ἥρα, ὅτε αὐτὴν ὁ ἰσχυρὸς παῖς τοῦ Ἀμφιτρύωνος | |
| δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι | 393 |
| κατὰ τὸν δεξιὸν μαζὸν βέλει τριγώνῳ | |
| βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος. | 394 |
| ἔτρωσε· καίτοι τότε ἀνίατος ὀδύνη κατέσχεν αὐτήν. | |
| τλῆ δ' Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν, | 395 |
| ὑπέμεινε δὲ ὁ Ἅιδης πρὸς τούτοις ὁ μέγας τὸ ταχὺ βέλος, | |
| εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο | 396 |
| ὁπηνίκα αὐτὸν ὁ αὐτὸς ἀνὴρ ὁ υἱὸς τοῦ Διὸς τοῦ τὴν αἰγίδα φοροῦντος | |
| ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν· | 397 |
| κατὰ τὴν Πύλον ἐν τοῖς νεκροῖς τρώσας, ὀδύνας αὐτῷ ἔδωκε. | |
| αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον | 398 |
| οὗτος δὲ ἐπορεύθη εἰς τὸ οἴκημα τοῦ Διός, τὸν μέγαν οὐρανόν, | |
| κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς | 399 |
| λυπούμενος κατὰ ψυχὴν ὀδύναις πεπερονημένος· τὸ βέλος δὲ | |
| ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν. | 400 |
| ἐνεπάγη ἐν τῷ ἰσχυρῷ ὤμῳ, ἐλύπει δὲ τὴν ψυχήν· | |
| τῷ δ' ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων | 401 |
| ἐπ 'αὐτῷ δὲ Παιήων φάρμακα ἀφανίζοντα τὰς ὀδύνας τιθεὶς | |
| ἠκέσατ'· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο. | 402 |
| ἐθεράπευσεν· οὐδαμῶς γὰρ θνητὸς ἦν, | |
| σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετ' αἴσυλα ῥέζων, | 403 |
| ὁ ἄδικος καὶ μεγαλοπράγμων, ὃς οὐκ ἐπιστρέφεται πράττων τὰ ἄδικα, | |
| ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι. | 404 |
| ὃς τόξῳ ἐλύπει τοὺς θεούς, οἳ τὸν οὐρανὸν κατοικοῦσι, | |
| σοὶ δ' ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη· | 405 |
| ἐπὶ σοὶ δὲ τοῦτον ἐφῆκεν ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ· | |
| νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς | 406 |
| ὁ ἀνόητος, οὐδὲ τοῦτο ἐπίσταται εἰς τὴν ἑαυτοῦ διάνοιαν ὁ υἱὸς τοῦ Τυδέως, | |
| ὅττι μάλ' οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται, | 407 |
| ὅτι οὐ πάνυ πολυχρόνιός ἐστιν, ὃς ἂν τοῖς ἀθανάτοις θεοῖς πολεμῇ· | |
| οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν | 408 |
| οὐδὲ τὰ τέκνα πρὸς τοῖς γόνασιν αὐτοῦ ἑστῶτα πάππα λέγουσιν αὐτόν, | |
| ἐλθόντ' ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος. | 409 |
| ἀφικόμενον ἐκ τοῦ πολέμου καὶ τῆς χαλεπῆς μάχης· | |
| τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι, | 410 |
| διὰ τοῦτο νῦν καὶ ὁ υἱὸς τοῦ Τυδέως εἰ καὶ λίαν ἰσχυρός ἐστιν, | |
| φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται, | 411 |
| λογιζέσθω, μή τις αὐτῷ πολεμῇ βελτίων σοῦ· | |
| μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη | 412 |
| μήπως ἐπὶ πολὺ ἡ συνετὴ Αἰγιάλεια ἡ τοῦ Ἀδράστου θυγάτηρ ὀλολύζουσα | |
| ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ | 413 |
| ἐκ τοῦ ὕπνου ἐγείρῃ τοὺς ἀγαπητοὺς οἰκείους, | |
| κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν | 414 |
| ποθοῦσα τὸν ἐκ παρθενίας αὐτῆς ἄνδρα τὸν βέλτιστον τῶν Ἑλλήνων, | |
| ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο. | 415 |
| ἡ ἀγαθὴ σύζυγος τοῦ ἱππικοῦ Διομήδους. | |
| ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπ' ἰχῶ χειρὸς ὀμόργνυ· | 416 |
| εἶπε δή, καὶ ἀμφοτέραις ταῖς χερσὶν ἀπέψα ἀπὸ τῆς χειρὸς τὸν ἰχῶρα· | |
| ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι. | 417 |
| ὑγιάζετο δὲ ἡ χείρ, αἱ βαρεῖαι δὲ ὀδύναι κατεπραΰνοντο. | |
| αἳ δ' αὖτ' εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη | 418 |
| ἡ δε Ἀθηνᾶ καὶ ἡ Ἥρα ἀποβλέπουσαι | |
| κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον. | 419 |
| χλευαστικοῖς λόγοις παρώξυνον τὸν Δία τὸν υἱὸν τοῦ Κρόνου. | |
| τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη· | 420 |
| τούτοις τῶν λόγων ἡγεῖτο ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ λέγουσα· | |
| Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω; | 421 |
| ὦ Ζεῦ πάτερ, ἆρα τί μοι ὀργισθήσῃ δι᾿ ὅπερ ἂν εἴπω; | |
| ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα | 422 |
| ὄντως δή τινα ἀπὸ τῶν Ἑλληνίδων γυναικῶν ἀναπείθουσα ἡ Ἀφροδίτη | |
| Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε, | 423 |
| ἀκολουθεῖν ἅμα τοῖς Τρῳσίν, οὓς νῦν ἐξόχως ἠγάπησεν· | |
| τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων | 424 |
| ἀπὸ τούτων δὴ τῶν ἐυειματουσῶν Ἑλληνίδων τινὰ καταψῶσα, | |
| πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν. | 425 |
| παρὰ τὴν χρυσῆν βελόνην ὑπέξεσε τὴν ἀσθενῆ αὐτῆς χεῖρα. | |
| ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε, | 426 |
| οὕτως εἶπεν. ἐμειδίασε δὲ ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν· | |
| καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην· | 427 |
| καὶ δὴ καλέσας εἶπε πρὸς τὴν χρυσῆν Ἀφροδίτην· | |
| οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα, | 428 |
| ὦ τέκνον ἐμόν, οὐ σοὶ ἐδόθησαν τὰ πολεμικὰ ἔργα· | |
| ἀλλὰ σύ γ' ἱμερόεντα μετέρχεο ἔργα γάμοιο, | 429 |
| ἀλλὰ σὺ μὲν μετέρχου τὰ ἐπέραστα ἔργα τοῦ γάμου· | |
| ταῦτα δ' Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει. | 430 |
| ταῦτα δὲ πάντα διὰ φροντίδος ἔσονται Ἄρει τῷ ταχεῖ, καὶ τῇ Ἀθηνᾷ. | |
| ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, | 431 |
| οὕτως οὗτοι μὲν τοιαῦτα πρὸς ἀλλήλους ἔλεγον. | |
| Αἰνείᾳ δ' ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης, | 432 |
| Διομήδης δὲ ὁ κατὰ πόλεμον ἀγαθὸς ὥρμησε κατ' Αἰνείου, | |
| γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων· | 433 |
| εἰδὼς ὅτι αὐτὸς ὁ Ἀπόλλων ὑπερεῖχεν αὐτῷ τὰς χεῖρας (ἐβοήθει)· | |
| ἀλλ' ὅ γ' ἄρ' οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δ' αἰεὶ | 434 |
| ἀλλ᾽ οὗτος οὐδὲ τὸν μέγαν θεὸν εὐλαβεῖτο, ἐφίετο δὲ ἀεὶ | |
| Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι. | 435 |
| ἀνελεῖν τὸν Αἰνείαν, καὶ ἀποδῦσαι τὰ τίμια ὅπλα. | |
| τρὶς μὲν ἔπειτ' ἐπόρουσε κατακτάμεναι μενεαίνων, | 436 |
| τρὶς μὲν οὖν μετὰ ταῦτα ἐφώρμησεν ἀνελεῖν προθυμούμενος, | |
| τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ' Ἀπόλλων· | 437 |
| τρὶς δὲ αὐτῷ τὴν λαμπρὰν ἀσπίδα παρέσεισεν ὁ Ἀπόλλων· | |
| ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, | 438 |
| ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐφώρμησε θεῷ παραπλήσιος, | |
| δεινὰ δ' ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων· | 439 |
| δεινῶς δὲ ἀπειλήσας εἶπε πρὸς αὐτὸν Ἀπόλλων ὁ πόρρωθεν ἐργαζόμενος· | |
| φράζεο Τυδεΐδη καὶ χάζεο, μηδὲ θεοῖσιν | 440 |
| λοχίζου, ὦ υἱὲ τοῦ Τυδέως, καὶ ὑποχώρει, μηδὲ ἐπίσης τοῖς θεοῖς | |
| ἶσ' ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον | 441 |
| θέλε φρονεῖν· οὐδέποτε γάρ ἐστιν ὅμοιον τὸ γένος | |
| ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ' ἀνθρώπων. | 442 |
| τῶν ἀεὶ ζώντων θεῶν, καὶ τῶν ἐπὶ γῆς βαδιζόντων ἀνθρώπων. | |
| ὣς φάτο, Τυδεΐδης δ' ἀνεχάζετο τυτθὸν ὀπίσσω | 443 |
| οὕτως εἶπεν. ὁ υἱὸς δὲ τοῦ Τυδέως ὑπεχώρησεν ὀλίγον ὀπίσω ἐκκλίνων | |
| μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος. | 444 |
| καὶ φυλαττόμενος τὴν ὀργὴν τοῦ πόρρωθεν βάλλοντος Ἀπόλλωνος· | |
| Αἰνείαν δ' ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων | 445 |
| τὸν Αἰνείαν δὲ πόρρωθι τοῦ στρατοῦ κατέθηκεν ὁ Ἀπόλλων | |
| Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο. | 446 |
| ἐν τῇ ἱερᾷ ἀκροπόλει, ὅπου αὐτῷ ναὸς κατεσκεύαστο· | |
| ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα | 447 |
| καὶ τοῦτον μὲν ἡ Λητώ καὶ ἡ Ἄρτεμις ἡ χαίρουσα τοῖς ἰοῖς, ἤτοι ἡ τοξότις, | |
| ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε· | 448 |
| ἐν τῷ μεγάλῳ ἀβάτῳ τοῦ ναοῦ ἐθεράπευον, καὶ ἐδόξαζον. | |
| αὐτὰρ ὃ εἴδωλον τεῦξ' ἀργυρότοξος Ἀπόλλων | 449 |
| ὁ δὲ ἀργυρότοξος Ἀπόλλων εἴδωλον κατεσκεύασεν ὅμοιον | |
| αὐτῷ τ' Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον, | 450 |
| αὐτῷ τῷ Αἰνείᾳ, καὶ τοῖς ὅπλοις τοιοῦτον· | |
| ἀμφὶ δ' ἄρ' εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ | 451 |
| περὶ τὸ εἴδωλον δὲ οἱ Τρῷες καὶ οἱ ἔνδοξοι Ἕλληνες | |
| δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας | 452 |
| ἠλόων καὶ κατέκοπτον περὶ τὰ στήθη ἀλλήλων | |
| ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα. | 453 |
| τὰς ἐκ βύρσων εὐκύκλους ἀσπίδας, καὶ τὰ μικρὰ καὶ κοῦφα σάκη. | |
| δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων· | 454 |
| τότε δὴ πρὸς τὸν ὁρμητικὸν Ἄρην ἔλεγεν Ἀπόλλων ὁ Φοῖβος· | |
| Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα, | 455 |
| ὦ Ἄρη, ὦ Ἄρη βλαπτικέ, ἀνδροκτόνε, φόνοις μεμιασμένε, τείχη βάλλων καὶ καθαιρῶν, | |
| οὐκ ἂν δὴ τόνδ' ἄνδρα μάχης ἐρύσαιο μετελθὼν | 456 |
| οὐκ ἂν δὴ ἐπελθὼν ἑλκύσειας ἀπὸ τοῦ πολέμου τοῦτον τὸν ἄνδρα | |
| Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο; | 457 |
| τὸν υἱὸν τοῦ Τυδέως, ὃς νῦν καὶ τῷ Διῒ τῷ πατρὶ μάχοιτο ἄν· | |
| Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρ' ἐπὶ καρπῷ, | 458 |
| πρῶτον μὲν τὴν Ἀφροδίτην ἐκ τοῦ σύνεγγυς ἔτρωσε κατὰ τὴν χεῖρα πρὸς τῷ καρπῷ· | |
| αὐτὰρ ἔπειτ' αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος. | 459 |
| μετὰ ταῦτα δὲ ἐμοὶ αὐτῷ ἐφώρμησε θεῷ παραπλήσιος. | |
| ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ, | 460 |
| οὕτως εἰπών, αὐτὸς μὲν ἐκάθητο ἐν τῇ ἀκροπόλει. | |
| Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν | 461 |
| Ἄρης δὲ ὁ ὀλέθριος ἐπελθὼν παρώξυνε τὰς τάξεις τῶν Τρῴων, | |
| εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν· | 462 |
| ὁμοιωθεὶς τῷ ταχεῖ Ἀκάμαντι τῷ ἡγεμόνι τῶν Θρᾳκῶν· | |
| υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν· | 463 |
| τοῖς υἱοῖς δὲ τοῦ Πριάμου τοῖς ἐν βασιλείᾳ τεθραμμένοις εἶπεν· | |
| ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος | 464 |
| ὦ υἱοὶ τοῦ Πριάμου τοῦ ἐκ Διὸς πεπαιδευμένου βασιλέως, | |
| ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς; | 465 |
| ἕως τίνος ἔτι καταλείψετε τοῖς Ἕλλησιν ἀναιρεῖσθαι τὸν λαόν ὑμῶν; | |
| ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται; | 466 |
| ἢ μέχρι ἂν μάχωνται περὶ τὰς καλῶς πεποιημένας πύλας τῆς πόλεως; | |
| κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ | 467 |
| πέπτωκεν ἀνὴρ, ὃν ἐτιμῶμεν ἐξίσου τῷ ἐνδόξῳ Ἕκτορι, | |
| Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο· | 468 |
| Αἰνείας ὁ υἱὸς του μεγαλοψύχου Ἀγχίσου· | |
| ἀλλ' ἄγετ' ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον. | 469 |
| ἀλλ᾿ ἄγετε σώσωμεν ἐκ τῆς ταραχῆς τε καὶ μάχης τὸν ἀγαθὸν φίλον. | |
| ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. | 470 |
| οὕτως εἰπὼν παρώξυνεν προθυμίαν τε καὶ ψυχὴν ἑκάστου τῶν Τρῴων. | |
| ἔνθ' αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον· | 471 |
| τότε δὴ Σαρπηδὼν λίαν ὠνείδισε τὸν ἔνδοξον Ἕκτορα, λέγων· | |
| Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες; | 472 |
| ὦ Ἕκτορ, ποῦ νῦν σοὶ ἡ ἰσχὺς ἀπῆλθεν, ἣν πρῶτον εἶχες; | |
| φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ' ἐπικούρων | 473 |
| ἔλεγές που χωρὶς τοῦ τῆς πόλεως λαοῦ καὶ τῶν συμμάχων φυλάξειν τὴν πόλιν | |
| οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι. | 474 |
| μόνος σὺν τοῖς γαμβροῖς καὶ τοῖς σοῖς ἀδελφοῖς· | |
| τῶν νῦν οὔ τιν' ἐγὼ ἰδέειν δύναμ' οὐδὲ νοῆσαι, | 475 |
| ἀπὸ τούτων οὐδένα νῦν ἐγὼ δύναμαι εἰδεῖν ἐν τῷ πολέμῳ, οὐδὲ τεκμήρασθαι· | |
| ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα· | 476 |
| ἀλλὰ δεδοίκασιν ὥσπερ κύνες περὶ λέοντα· | |
| ἡμεῖς δὲ μαχόμεσθ' οἵ πέρ τ' ἐπίκουροι ἔνειμεν. | 477 |
| ἡμεῖς δὲ πολεμοῦμεν οἵτινες σύμμαχοι πάρεσμεν· | |
| καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω· | 478 |
| καὶ γὰρ ἐγὼ σύμμαχος ὢν πάνυ πόρρωθεν ἦλθον· | |
| τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι, | 479 |
| μακρὰν γάρ ἐστιν ἡ Λυκία ἐπὶ Ξάνθῳ τῷ ποταμῷ τῷ συστροφὰς ῥευμάτων ἔχοντι· | |
| ἔνθ' ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν, | 480 |
| ἐκεῖ τὴν προσφιλῆ γαμετὴν κατέλιπον, καὶ τὸν ἐν βρεφικῇ ἡλικίᾳ υἱόν· | |
| κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κ' ἐπιδευής. | 481 |
| κατέλιπον δὲ καὶ κτήματα πολλά, ὧν ἐπιθυμεῖ, ὅς ἐστιν ἐνδεής· | |
| ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμον' αὐτὸς | 482 |
| ἀλλὰ καὶ οὕτω τοὺς ὑπ᾿ ἐμὲ Λυκίους διεγείρω, καὶ αὐτὸς | |
| ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον | 483 |
| προθυμοῦμαι πολεμῆσαί τινι ἀνδρί, οὐδέ μοι ἐνταῦθα τοιοῦτόν τί ἐστιν, | |
| οἷόν κ' ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν· | 484 |
| οἷον ἂν ἢ φέροιεν, ἢ ἄγοιεν Ἕλληνες. | |
| τύνη δ' ἕστηκας, ἀτὰρ οὐδ' ἄλλοισι κελεύεις | 485 |
| σὺ δὲ ἕστηκας, οὐδὲ τοῖς ἄλλοις ἐπιτάττεις | |
| λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι. | 486 |
| λαοῖς καρτερεῖν καὶ ὑπομένειν, καὶ βοηθεῖν ταῖς ἑαυτῶν γυναιξί, | |
| μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου | 487 |
| μήπως, ὡς διὰ συναφῶν δικτύου πάντα ἀγρεύοντος, περιληφθέντες | |
| ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε· | 488 |
| ἀνδράσιν ἐχθροῖς γένησθε ἐπίτευγμά τε καὶ σπάραγμα. | |
| οἳ δὲ τάχ' ἐκπέρσουσ' εὖ ναιομένην πόλιν ὑμήν. | 489 |
| οὗτοι δὲ ταχέως ἐκπορθήσουσι τὴν καλῶς οἱκουμένην ὑμετέραν πολιν. | |
| σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ | 490 |
| σοὶ δὲ ταῦτα πάντα διὰ φροντίδος εἶναι προσήκει, νύκτωρ καὶ μεθημέρας | |
| ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων | 491 |
| παρακαλοῦντι τοὺς ἀρχηγοὺς τῶν πόρρωθεν κεκλημένων συμμάχων | |
| νωλεμέως ἐχέμεν, κρατερὴν δ' ἀποθέσθαι ἐνιπήν. | 492 |
| ἀδιαλείπτως ἀντέχειν, τὴν δεινὴν δὲ ἐπίπληξιν ἀποβαλέσθαι προσήκει. | |
| ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος· | 493 |
| οὕτως εἶπεν ὁ Σαρπηδών· ἔδακε δὲ ὁ λόγος τὸν τοῦ Ἕκτορος λογισμόν, | |
| αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, | 494 |
| εὐθέως δὲ ἐκ τοῦ ἅρματος σὺν τοῖς ὅπλοις εἰς γῆν κατεπήδησε, | |
| πάλλων δ' ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ | 495 |
| σείων δὲ δόρατα ὀξέα, ἐπορεύετο πανταχόσε κατὰ τὸν στρατὸν | |
| ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. | 496 |
| διεγείρων αὐτούς πρὸς τὸν πόλεμον· παρώξυνε δὲ μάχην χαλεπήν. | |
| οἳ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν· | 497 |
| οὗτοι δὲ συνεστράφησαν, καὶ ἐναντίον ἕστησαν τῶν Ἑλλήνων. | |
| Ἀργεῖοι δ' ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν. | 498 |
| οἱ Ἕλληνες δὲ ἔμενον καρτερῶς συνηθροισμένοι, οὐκέτι πεφόβηνται. | |
| ὡς δ' ἄνεμος ἄχνας φορέει ἱερὰς κατ' ἀλωὰς | 499 |
| ὥσπερ δὲ ἄνεμος φέρει τὰ ἄχυρα κατὰ τὰς ἱερὰς ἅλως | |
| ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ | 500 |
| τῶν ἀνδρῶν χωριζόντων ἀπὸ τοῦ σίτου τὰ ἄχυρα, ὅτε ἡ πυρρὰ Δημήτηρ | |
| κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας, | 501 |
| διαχωρίζει τὸν καρπόν, καὶ τὰ ἄχυρα, σφοδρῶς τῶν ἀνέμων πνεόντων, | |
| αἳ δ' ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότ' Ἀχαιοὶ | 502 |
| οἱ δὲ τόποι ἔνθα τὰ ἄχυρα ἐκτινάσσεται κατ᾽ὀλίγον λευκαίνονται· οὕτω τότε οἱ Ἕλληνες | |
| λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα δι' αὐτῶν | 503 |
| λευκοὶ ἄνωθεν ἐγένοντο ὑπὸ τοῦ κονιορτοῦ, ὃν δὴ δι' αὐτῶν | |
| οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων | 504 |
| εἰς τὸν στερεὸν οὐρανὸν ἤγειρον πλήττοντες οἱ πόδες τῶν ἵππων, | |
| ἂψ ἐπιμισγομένων· ὑπὸ δ' ἔστρεφον ἡνιοχῆες. | 505 |
| ἐκ δευτέρου τοῖς Τρῳσὶ προσμιγνύντων· ὑπέτρεφον δὲ τοὺς ἵππους οἱ ἡνίοχες· | |
| οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα | 506 |
| οἱ δὲ ἀναβάται τὴν τῶν χειρῶν ἰσχὺν εὐθὺ τῶν ἐναντίων ἔφερον· νύκτα δὲ | |
| θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων | 507 |
| ἤτοι ἀέρα σκοτεινὸν περιεκάλυψεν ὁ ὁρμητικὸς Ἄρης τὴν μάχην, βοηθῶν τοῖς Τρῳσὶν, | |
| πάντοσ' ἐποιχόμενος· τοῦ δ' ἐκραίαινεν ἐφετμὰς | 508 |
| ἐπὶ πᾶν μέρος πορευόμενος· ἐπετέλει δὲ τὰς ἐντολὰς τοῦ καθαροῦ | |
| Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει | 509 |
| Ἀπόλλωνος τοῦ χρυσοφασγάνου, ὅτις αὐτῷ ἐκέλευσε | |
| Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδ' Ἀθήνην | 510 |
| παροξύναι τοῖς Τρῳσὶ τὸν θυμόν, ἐπειδὴ ἐθεάσατο τὴν πολεμικὴν Ἀθηνᾶν | |
| οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών. | 511 |
| ἀναχωρήσασαν· αὕτη γὰρ δὴ ὑπῆρχε βοηθὸς τοῖς Ἕλλησιν. | |
| αὐτὸς δ' Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο | 512 |
| αὐτὸς δὲ τὸν Αἰνείαν ἐκ τοῦ λίαν κεκνισσωμένου καὶ λελιπασμένου ἀδύτου | |
| ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν. | 513 |
| ἔπεμψε, καὶ ἰσχὺν εὔτολμον εἰς τὸ στῆθος ἐνέβαλε τῷ βασιλεῖ τῶν λαῶν. | |
| Αἰνείας δ' ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν, | 514 |
| Αἰνείας δὲ ἔστη μετὰ τῶν ἑαυτοῦ φίλων· οἱ δὲ ἐχάρησαν, | |
| ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα | 515 |
| ἐπεὶ ἴδον αὐτὸν προσερχόμενον ζῶντα καὶ ὑγιῆ, | |
| καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι. | 516 |
| καὶ προθυμίαν ἀγαθὴν ἔχοντα· οὐ μήν γε αὐτόν ἐζήτησαν· | |
| οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν | 517 |
| οὐ γὰρ παρεχώρει ὁ ἄλλος πόνος καὶ κάματος, ὃν ἤγειρεν Ἀπόλλων ὁ τόξον ἀργυροῦν ἔχων, | |
| Ἄρης τε βροτολοιγὸς Ἔρις τ' ἄμοτον μεμαυῖα. | 518 |
| καὶ ὁ ἀνθρωποκτόνος Ἄρης, καὶ ἡ Ἔρις ἡ ἀπαύστως προθυμουμένη. | |
| τοὺς δ' Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης | 519 |
| τοὺς Ἕλληνας δὲ οἱ δύο Αἴαντες καὶ ὁ Ὀδυσσεύς καὶ ὁ Διομήδης | |
| ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ | 520 |
| παρώξυνον μάχεσθαι· ἔτι δὲ καὶ αὐτοὶ | |
| οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς, | 521 |
| οὔτε τὰς δυνάμεις τῶν Τρῴων πεφόβηνται, οὔτε τὰς κραυγάς τε καὶ ἀπειλάς· | |
| ἀλλ' ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων | 522 |
| ἀλλ᾽ ἔμενον ὅμοιοι ταῖς νεφέλαις, ἃς ὁ υἱὸς τοῦ Κρόνου, | |
| νηνεμίης ἔστησεν ἐπ' ἀκροπόλοισιν ὄρεσσιν | 523 |
| ἡσυχίας ἀνέμου οὔσης, ἔστησεν ἐπὶ ὄρεσιν ὑψηλοῖς | |
| ἀτρέμας, ὄφρ' εὕδῃσι μένος Βορέαο καὶ ἄλλων | 524 |
| ἠρέμα τε καὶ ἡσύχως, ἐν ὅσῳ ἠρεμεῖ ἡ τοῦ βορέου ὁρμὴ καὶ τῶν ἄλλων | |
| ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα | 525 |
| τῶν ἄγαν χρειωδῶν ἀνέμων, οἵτινες τὰ σκιώδη νέφη | |
| πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες· | 526 |
| πνοαῖς ὀξείαις διασκεδάζουσι πνέοντες. | |
| ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο. | 527 |
| οὕτως οἱ Ἕλληνες ἀνέμενον τοὺς Τρῷας καρτερῶς, οὐδὲ ἔφευγον. | |
| Ἀτρεΐδης δ' ἀν' ὅμιλον ἐφοίτα πολλὰ κελεύων· | 528 |
| ὁ υἱὸς δὲ τοῦ Ἀτρέως περιῄει ἀνὰ τὸν στρατὸν πολλὰ παρακαλῶν τε καὶ ἐπιτάσσων. | |
| ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε, | 529 |
| ὦ φίλοι, ἄνδρες ἐστέ, καὶ ἀνδρείαν ψυχὴν λάβετε, | |
| ἀλλήλους τ' αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας· | 530 |
| καὶ αἰδεῖσθε ἀλλήλους κατὰ τὰς ἰσχυρὰς μάχας· | |
| αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται· | 531 |
| καὶ γὰρ τῶν αἰδουμένων ἀνδρῶν πλείους εἰσὶ σῷοι, | |
| φευγόντων δ' οὔτ' ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή. | 532 |
| ἢ φονεύονται· τῶν φευγόντων δέ, οὔτε τις ἰσχὺς ἐγείρεται, οὔτε δόξα. | |
| ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα | 533 |
| Ἔφη, καὶ ἠκόντισε διὰ τοῦ δόρατος εὐθέως· | |
| Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα | 534 |
| ἔτρωσε δὲ ἄνδρα πρόμαχον Δηικόωντα | |
| Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι | 535 |
| τὸν υἱὸν τοῦ Περγάσου τὸν φίλον τοῦ μεγαλοψύχου Αἰνείου, ὃν οἱ Τρῷες ὁμοίως τοῖς τέκνοις τοῦ Πριάμου | |
| τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι. | 536 |
| ἐτίμων, ἐπειδὴ ταχὺς ἦν μετὰ τῶν πρώτων πολεμεῖν· | |
| τόν ῥα κατ' ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων· | 537 |
| τοῦτον δὴ δόρατι ἔπληξε κατὰ τὴν ἀσπίδα ὁ βασιλεὺς Ἀγαμέμνων· | |
| ἣ δ' οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός, | 538 |
| αὕτη δὲ οὐκ ἐκώλυσε τὸ δόρυ, διῆλθε δὲ εἰς τὸ πρόσω καὶ δι᾽ αὐτῆς, | |
| νειαίρῃ δ' ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε· | 539 |
| ἐπέρασε δὲ διὰ τῆς θωρακίτιδος ζώνης εἰς τὴν ἐσχάτην γαστέρα, ἤτοι τὴν κύστιν, ἢ τὸ παχὺ ἔντερον, | |
| δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ. | 540 |
| πεσὼν δὲ ἐκτύπησεν, ἤχησαν δὲ τὰ ὅπλα ἐπ᾿αὐτῷ. | |
| ἔνθ' αὖτ' Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους | 541 |
| τότε δὴ καὶ Αἰνείας ἀπέκτεινεν ἄνδρας τῶν Ἑλλήνων ἀρίστους, | |
| υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε, | 542 |
| τὸν Κρήθωνα καὶ τὸ Ὀρσίλοχον τοὺς υἱοὺς τοῦ Διοκλέως· | |
| τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ | 543 |
| τούτων δὴ ὁ μὲν πατὴρ κατῴκει ἐν τῇ καλῶς ἐκτισμένῃ Φηρῇ | |
| ἀφνειὸς βιότοιο, γένος δ' ἦν ἐκ ποταμοῖο | 544 |
| πλούσιος τῇ περιουσίᾳ, τὸ γένος δὲ ἦν ἐκ τοῦ ποταμοῦ | |
| Ἀλφειοῦ, ὅς τ' εὐρὺ ῥέει Πυλίων διὰ γαίης, | 545 |
| τοῦ Ἀλφείου, ὃς εὐρέως ῥεῖ διὰ τῆς γῆς τῶν Πυλίων· | |
| ὃς τέκετ' Ὀρτίλοχον πολέεσσ' ἄνδρεσσιν ἄνακτα· | 546 |
| ὃς ἐγέννησε τὸν Ὀρσίλοχον βασιλέα πολλῶν ἀνδρῶν· | |
| Ὀρτίλοχος δ' ἄρ' ἔτικτε Διοκλῆα μεγάθυμον, | 547 |
| Ὀρσίλοχος δὲ ἐγέννησε τὸν μεγαλόψυχον Διοκλέα· | |
| ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην, | 548 |
| ἐκ δὲ τοῦ Διοκλέως δίδυμοι παῖδες ἐγένοντο, | |
| Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης. | 549 |
| ὁ Κρήθων καὶ ὁ Ὀρσίλοχος ἔμπειροι καλῶς πολέμου παντός· οὗτοι μὲν δὴ εἰς ἡλικίαν ἐλθόντες, | |
| τὼ μὲν ἄρ' ἡβήσαντε μελαινάων ἐπὶ νηῶν | 550 |
| ἐπὶ τῶν μελαίνων νεῶν ἅμα τοῖς Ἕλλησιν εἵποντο | |
| Ἴλιον εἰς εὔπωλον ἅμ' Ἀργείοισιν ἑπέσθην, | 551 |
| εἰς τὴν Ἴλιον τὴν καλοὺς ἵππους ἔχουσαν, | |
| τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ | 552 |
| δίκην τοῖς υἱοῖς τοῦ Ἀτρέως τῷ Ἀγαμέμνονι,καὶ τῷ Μενελάῳ | |
| ἀρνυμένω· τὼ δ' αὖθι τέλος θανάτοιο κάλυψεν. | 553 |
| λαμβάνοντες· τούτους δὲ αὐτοῦ τὸ τοῦ θανάτου τέλος ἐκάλυψεν· | |
| οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν | 554 |
| ὁποῖοι οἱ δύο λέοντες ἐν ταῖς κορυφαῖς τοῦ ὄρους | |
| ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης· | 555 |
| ἀνετράφησαν ὑπὸ τῇ μητρὶ ἐν τοῖς πυκνώμασι τοῦ βαθέος δρυμοῦ· | |
| τὼ μὲν ἄρ' ἁρπάζοντε βόας καὶ ἴφια μῆλα | 556 |
| οὗτοι μὲν δὴ ἁρπάζοντες βοῦς καὶ πρόβατα εὐτραφῆ | |
| σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ | 557 |
| φθείρουσι τὰς ἐπαύλεις τῶν ἀνθρώπων, ἕως οὗ καὶ αὐτοὶ | |
| ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ· | 558 |
| ἀνῃρέθησαν ἐν χερσὶν ἀνδρῶν δι᾽ ὀξέος σιδήρου· | |
| τοίω τὼ χείρεσσιν ὑπ' Αἰνείαο δαμέντε | 559 |
| τοιοῦτοι καὶ οὗτοι ὑπὸ τῶν χειρῶν τοῦ Αἰνείου ἀναιρεθέντες | |
| καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι. | 560 |
| κατέπεσον, ὅμοιοι ὄντες ταῖς ὑψηλαῖς ἐλάταις. | |
| τὼ δὲ πεσόντ' ἐλέησεν ἀρηΐφιλος Μενέλαος, | 561 |
| τούτους δὲ πεσόντας ἠλέησεν ὁ πολεμικὸς Μενέλαος· | |
| βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ | 562 |
| ἐπορεύθη δὲ διὰ τῶν πρωταγωνιστῶν καθωπλισμένος σιδήρῳ λαμπρῷ, | |
| σείων ἐγχείην· τοῦ δ' ὄτρυνεν μένος Ἄρης, | 563 |
| κραδαίνων τὸ δόρυ· τούτου δὲ τὴν εὔτολμον ἰσχὺν ὁ Ἄρης παρώξυνεν, | |
| τὰ φρονέων ἵνα χερσὶν ὑπ' Αἰνείαο δαμείη. | 564 |
| ἐκεῖνα βουλόμενος, ὅπως ὑπὸ τῶν χειρῶν τοῦ Αἰνείου φονευθείη. | |
| τὸν δ' ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός, | 565 |
| τοῦτον δὲ ἐθεάσατο Ἀντίλοχος ὁ υἱὸς τοῦ μεγαλοψύχου Νέστορος· | |
| βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν | 566 |
| ἐπορεύθη δὲ διὰ τῶν πρωταγωνιστῶν· ἐδεδοίκει γὰρ περὶ τῷ βασιλεῖ τῶν λαῶν, | |
| μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο. | 567 |
| μὴ πάθῃ τι, μεγάλως δὲ αὐτοὺς ἀποτυχεῖν καὶ διαμαρτεῖν τοῦ καμάτου ποιήσειεν. | |
| τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα | 568 |
| οὗτοι μὲν οὖν τάς τε χεῖρας καὶ τὰ ὀξέα δόρατα | |
| ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι· | 569 |
| ἐναντίον ἀλλήλων εἶχον προθυμούμενοι πολεμεῖν· | |
| Ἀντίλοχος δὲ μάλ' ἄγχι παρίστατο ποιμένι λαῶν. | 570 |
| ὁ Ἀντίλοχος δὲ πάνυ πλησίον ἔστη τοῦ βασιλέως τῶν λαῶν· | |
| Αἰνείας δ' οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς | 571 |
| ὁ Αἰνείας δὲ οὐχ ὑπέμεινε καί περ ὢν ταχὺς πολεμιστής· | |
| ὡς εἶδεν δύο φῶτε παρ' ἀλλήλοισι μένοντε. | 572 |
| ἐπειδὴ ἴδε δύο ἄνδρας παρ᾽ ἀλλήλοις μένοντας· | |
| οἳ δ' ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν, | 573 |
| οὗτοι δὲ ἐπειδὴ εἵλκυσαν τοὺς νεκροὺς ἐπὶ τὸ πλῆθος τῶν Ἑλλήνων, | |
| τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων, | 574 |
| τούτους μὲν δὴ τοὺς ἀθλίους ἐν ταῖς τῶν φίλων χερσὶν ἔβαλον· | |
| αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην. | 575 |
| αὐτοὶ δὲ ὑποστρέψαντες μετὰ τῶν πρώτων ἐμάχοντο. | |
| ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ | 576 |
| τότε δὴ Πυλαιμένην κατέλαβον παραπλήσιον τῷ Ἄρεῖ, | |
| ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων. | 577 |
| τὸν ἡγεμόνα τῶν μεγαλοψύχων πολεμιστῶν Παφλαγόνων. | |
| τὸν μὲν ἄρ' Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος | 578 |
| τοῦτον μὲν δὴ ὁ κατὰ πόλεμον ἔνδοξος Μενέλαος ὁ υἱὸς τοῦ Ἀτρέως | |
| ἑσταότ' ἔγχεϊ νύξε κατὰ κληῖ̈δα τυχήσας· | 579 |
| ἑστῶτα ἔτρωσε διὰ τοῦ δόρατος, ἐπιτυχῶν κατὰ τὴν κλεῖν. | |
| Ἀντίλοχος δὲ Μύδωνα βάλ' ἡνίοχον θεράποντα | 580 |
| ὁ Ἀντίλοχος δὲ τὸ Μύδωνα ἔτρωσε τὸν ἡνίοχον καὶ θεράποντα, | |
| ἐσθλὸν Ἀτυμνιάδην· ὃ δ' ὑπέστρεφε μώνυχας ἵππους· | 581 |
| τὸν ἀγαθὸν υἱὸν τοῦ Ἀτυμνίου· οὗτος γὰρ ὑπέστρεφε τοὺς μονώνυχας ἵππους, | |
| χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δ' ἄρα χειρῶν | 582 |
| διὰ λίθου χειροπληθοῦς ἐπιτυχῶν κατὰ τὸν μέσον ἀγκῶνα· ἐκ τῶν χειρῶν δὲ | |
| ἡνία λεύκ' ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν. | 583 |
| ἔπεσον χαμαὶ εἰς γῆν αἱ ἡνίαι αἱ ἐξ ἐλεφαντίνων λελευκασμέναι ὀστῶν. | |
| Ἀντίλοχος δ' ἄρ' ἐπαΐξας ξίφει ἤλασε κόρσην· | 584 |
| Ἀντίλοχος οὖν ἐφορμήσας ξίφει τὴν κορυφὴν ἔπληξεν· | |
| αὐτὰρ ὅ γ' ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου | 585 |
| ὁ δὲ πνευστιῶν ἔπεσεν ἐκ τοῦ καλῶς κατεσκευασμένου ἅρματος | |
| κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους. | 586 |
| ἐν τῇ κόνει κύμβαχος· ἐπὶ δὲ τὴν τοῦ αὐχένος σπονδυλώδη ἀρχήν, καὶ τοὺς ὤμους | |
| δηθὰ μάλ' ἑστήκει· τύχε γάρ ῥ' ἀμάθοιο βαθείης· | 587 |
| ἐπὶ πολὺ μάλα ἵστατο· ἔτυχε γὰρ βαθείας ψάμμου, | |
| ὄφρ' ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι· | 588 |
| ἕως οὗ οἱ ἵπποι πλήξαντες αὐτὸν εἰς γῆν ἐν τῷ κονιορτῷ ἔρριψαν, | |
| τοὺς ἵμασ' Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασ' Ἀχαιῶν. | 589 |
| οὓς ὁ Ἀντίλοχος μαστίξας ἐπὶ τὸν στρατὸν τῶν Ἑλλήνων ἤγαγε. | |
| τοὺς δ' Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δ' ἐπ' αὐτοὺς | 590 |
| τούτους δὲ Ἕκτωρ ἐθεάσατο κατὰ τὰς τάξεις, ὥρμησε δὲ κατ᾿ αὐτῶν | |
| κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες | 591 |
| βοῶν, ἅμα δ᾽ αὐτῷ ἠκολούθουν καὶ αἱ τῶν Τρῴων | |
| καρτεραί· ἦρχε δ' ἄρα σφιν Ἄρης καὶ πότνι' Ἐνυώ, | 592 |
| ἰσχυραὶ τάξεις· ἡγεῖτο δ᾽ αὐτοῖς ὁ Ἄρης καὶ ἡ σεβαστὴ Ἐνυώ, | |
| ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος, | 593 |
| ἡ μὲν ἔχουσα ἐν χερσὶ τὸν ἀνεπαίσχυντον θόρυβον τοῦ πολέμου, | |
| Ἄρης δ' ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα, | 594 |
| ὁ Ἄρης δὲ ἐν ταῖς παλάμαις ἐκίνει δόρυ μέγιστον· | |
| φοίτα δ' ἄλλοτε μὲν πρόσθ' Ἕκτορος, ἄλλοτ' ὄπισθε. | 595 |
| ἐπορεύετο δὲ ποτὲ μὲν ἔμπροσθεν τοῦ Ἕκτορος, ποτὲ δὲ ὄπισθεν. | |
| τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης· | 596 |
| τοῦτον δὲ θεασάμενος ἐφοβήθη ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης· | |
| ὡς δ' ὅτ' ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο | 597 |
| ὥσπερ δὲ ὅταν ἀνήρ τις ἄπειρος τοῦ νήχεσθαι πορευόμενος διὰ πεδίου μακροῦ | |
| στήῃ ἐπ' ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι | 598 |
| στῇ ἐπὶ ποταμῷ ταχέως ῥέοντι, εἰς τὴν θάλασσαν ἐκβάλλοντι, | |
| ἀφρῷ μορμύροντα ἰδών, ἀνά τ' ἔδραμ' ὀπίσσω, | 599 |
| θεασάμενος αὐτὸν σὺν ἀφρῷ ἠχοῦντα, ἀνέδραμεν εἰς τὰ ὀπίσω· | |
| ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ· | 600 |
| οὕτω τότε ὁ υἱὸς τοῦ Τυδέως ἀνεχώρει, καὶ πρὸς τὸν λαὸν εἶπεν· | |
| ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον | 601 |
| ὦ φίλοι, ὁποῖόν τι θαυμάζομεν, τὸν ἔνδοξον Ἕκτορα | |
| αἰχμητήν τ' ἔμεναι καὶ θαρσαλέον πολεμιστήν· | 602 |
| πολεμιστήν τε εἶναι, καὶ εὔτολμον μαχητήν· | |
| τῷ δ' αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει· | 603 |
| τούτῳ δὲ αἰεὶ πάρεστιν εἷς ἀπὸ τῶν θεῶν, ὅστις ἀποσοβεῖ τὸν ὄλεθρον· | |
| καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς. | 604 |
| καὶ νῦν αὐτῷ πάρεστιν ἐκεῖνος ὁ Ἄρης θνητῷ ἀνδρὶ ὁμοιωθείς· | |
| ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω | 605 |
| ἀλλὰ πρὸς τοὺς Τρῷας βλέποντες ἀεὶ ὀπίσω | |
| εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι. | 606 |
| ὑποποδίζοντες ὑποχωρεῖτε, μὴ δὲ τοῖς θεοῖς πολεμεῖν ἰσχυρῶς προθυμεῖσθε. | |
| ὣς ἄρ' ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν. | 607 |
| οὕτω δὴ εἶπεν ·οἱ Τρῷες δὲ πάνυ ἐγγὺς αὐτῶν παρεγένοντο. | |
| ἔνθ' Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης | 608 |
| τότε Ἕκτωρ ἀπέκτεινε δύο ἄνδρας πολέμου ἐμπείρους | |
| εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε. | 609 |
| ἐν ἑνὶ ἅρματι ὄντας, τὸν Μενέσθην καὶ τὸν Ἀγχίαλον· | |
| τὼ δὲ πεσόντ' ἐλέησε μέγας Τελαμώνιος Αἴας· | 610 |
| τούτους δὲ πεσόντας ᾤκτειρεν ὁ τοῦ Τελαμῶνος μέγας Αἴας· | |
| στῆ δὲ μάλ' ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, | 611 |
| παρελθὼν δὲ ἔστη μάλα πλησίον, καὶ ἠκόντισε δόρατι λαμπρῷ, | |
| καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥ' ἐνὶ Παισῷ | 612 |
| καὶ ἔτρωσεν Ἄμφιον τὸν υἱὸν τοῦ Σελάγου, ὃς δὴ ἐν τῇ Παισῷ πόλει τῆς Τροίας | |
| ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα | 613 |
| κατῴκει, πολυθρέμμων ὤν, καὶ πολλὰ λήϊα ἔχων· ἀλλ᾽ ἡ μοῖρα | |
| ἦγ' ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας. | 614 |
| αὐτὸν ἦγεν βοηθήσοντα ἐπὶ τὸν Πρίαμον καὶ τοὺς υἱούς· | |
| τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας, | 615 |
| τοῦτον δὴ ἔπληξε παρὰ τὴν θωρακίτιν ζώνην ὁ τοῦ Τελαμῶνος Αἴας, | |
| νειαίρῃ δ' ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος, | 616 |
| ἐν τῇ ἐσχάτῃ δὲ γαστρὶ ἐπάγη τὸ μακρὸν δόρυ, | |
| δούπησεν δὲ πεσών· ὃ δ' ἐπέδραμε φαίδιμος Αἴας | 617 |
| πεσὼν δὲ ἐψόφησεν· ὁ λαμπρὸς δὲ Αἴας ἐπέδραμε | |
| τεύχεα συλήσων· Τρῶες δ' ἐπὶ δούρατ' ἔχευαν | 618 |
| σκυλεύσων τὰ ὅπλα· οἱ Τρῷες δὲ ἐπ᾿ αὐτὸν ἔχεαν δόρατα | |
| ὀξέα παμφανόωντα· σάκος δ' ἀνεδέξατο πολλά. | 619 |
| ὀξέα τε καὶ λαμπρότατα, πολλὰ δὲ κατὰ τῆς ἀσπίδος ἀνεδέξατο. | |
| αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος | 620 |
| οὗτος δὲ τῷ πλάτει τοῦ ποδὸς τὸ σῶμα πιέσας, ἐκ τοῦ νεκροῦ τὸ σιδηροῦν δόρυ | |
| ἐσπάσατ'· οὐδ' ἄρ' ἔτ' ἄλλα δυνήσατο τεύχεα καλὰ | 621 |
| εἵλκυσεν· οὐκέτι δὲ τὰ ἄλλα περικαλλῆ ὅπλα ἡδυνήθη ἀφελέσθαι | |
| ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι. | 622 |
| ἀπὸ τῶν ὤμων, κατηπείγετο γὰρ ὑπὸ τῶν βελῶν· | |
| δεῖσε δ' ὅ γ' ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων, | 623 |
| ἐφοβήθη δὲ αὐτὸς τὸν ἰσχυρὸν ὑπερασπισμὸν τῶν ὑπερηφανῶν Τρῴων· | |
| οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχε' ἔχοντες, | 624 |
| οἱ δὴ πολλοί τε καὶ ἀγαθοὶ παρίσταντο δόρατα κατέχοντες, | |
| οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν | 625 |
| οἳ καίπερ ὄντα αὐτὸν μέγαν, καὶ ἰσχυρόν, καὶ λαμπρὸν | |
| ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη. | 626 |
| ἀπεωθήσαντο ἀφ' ἑαυτῶν· οὗτος δὲ διασεισθεὶς ὑπεχώρησε. | |
| ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην· | 627 |
| οὕτως οὗτοι μὲν ἐνήργουν κατὰ τὴν ἰσχυρὰν μάχην. | |
| Τληπόλεμον δ' Ἡρακλεΐδην ἠΰν τε μέγαν τε | 628 |
| Τληπόλεμον δὲ τὸν υἱὸν τοῦ Ἡρακλέους τὸν μέγαν τε καὶ γενναῖον | |
| ὦρσεν ἐπ' ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή. | 629 |
| παρώρμησε κατὰ τοῦ ἰσοθέου Σαρπηδόνος ἡ ἰσχυρὰ μοῖρα. | |
| οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες | 630 |
| οὗτοι δὴ ἐπειδὴ πλησίον ἐγένοντο κατ᾽ ἀλλήλων ἐπερχόμενοι, | |
| υἱός θ' υἱωνός τε Διὸς νεφεληγερέταο, | 631 |
| ὅτε υἱός, καὶ ὁ ἔγγονος τοῦ τὰς νεφέλας ἀθροίζοντος Διός, | |
| τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε· | 632 |
| πρὸς τοῦτον πρότερον ὁ Τληπόλεμος εἶπε λόγον· | |
| Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη | 633 |
| ὦ Σαρπῆδον βουλευτὰ τῶν Λυκίων, τίς σοι ἀνάγκη | |
| πτώσσειν ἐνθάδ' ἐόντι μάχης ἀδαήμονι φωτί; | 634 |
| φοβεῖσθαι ἐνταῦθα ὄντι ἀνδρὶ ἀπείρῳ πολέμου; | |
| ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο | 635 |
| ψευδόμενοι δέ σε λέγουσιν εἶναι υἱὸν τοῦ τὴν αἰγίδα φοροῦντος Διός, | |
| εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν | 636 |
| ἐπειδὴ πολὺ ἐνδεὴς εἶ τῶν ἀνδρῶν ἐκείνων, | |
| οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων· | 637 |
| οἳ ἐκ τοῦ Διὸς ἐγένοντο ἐπὶ τῶν προγενεστέρων ἀνθρώπων· | |
| ἀλλ' οἷόν τινά φασι βίην Ἡρακληείην | 638 |
| ἀλλ᾿ ὁποῖόν τινα λέγουσιν τὴν Ἡράκλειον ἰσχὺν, ἤτοι τὸν Ἡρακλέα | |
| εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα· | 639 |
| εἶναι, τὸν ἐμὸν πατέρα, θρασεῖς καὶ ἀπηνεῖς ὑπομένοντα, λέοντος ὁρμὴν ἔχοντα, | |
| ὅς ποτε δεῦρ' ἐλθὼν ἕνεχ' ἵππων Λαομέδοντος | 640 |
| ὅς ποτε ἀφικόμενος ἐνθάδε χάριν τῶν ἵππων τοῦ Λαομέδοντος, | |
| ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν | 641 |
| σὺν ἓξ μόναις ναυσί, καὶ ἀνδράσιν ὀλίγοις ἐξεπόρθησε | |
| Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δ' ἀγυιάς· | 642 |
| τὴν πόλιν τῆς Ἰλίου, καὶ τὰς ὁδοὺς χήρας ἐποίησεν, ἤτοι ἠρήμωσε· | |
| σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί. | 643 |
| σοὶ δὲ δειλὴ μὲν ψυχή ἐστιν, ἀπόλλυνται δὲ ὁ ὑπὸ σὲ στρατός, | |
| οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι | 644 |
| οὐδὲ κατά τί σε ὑπολαμβάνω ἔσεσθαι βοήθειαν τοῖς Τρῳσὶν | |
| ἐλθόντ' ἐκ Λυκίης, οὐδ' εἰ μάλα καρτερός ἐσσι, | 645 |
| ἀφικόμενον ἐκ τῆς Λυκίας, οὐδὲ εἰ πάνυ ἰσχυρὸς εἶ, | |
| ἀλλ' ὑπ' ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν. | 646 |
| ἀλλ᾽ ὑπ᾿ ἐμοῦ ἀναιρεθέντα τὰς πύλας τοῦ Ἅιδου περάσειν. | |
| τὸν δ' αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα· | 647 |
| πρὸς τοῦτον δὲ Σαρπηδὼν ὁ ἡγεμὼν τῶν Λυκίων ἐξεναντίας ἔλεγεν. | |
| Τληπόλεμ' ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν | 648 |
| ὦ Τληπόλεμε, ἐκεῖνος μὲν ἀπώλεσε τὴν ἱερὰν Ἴλιον, | |
| ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος, | 649 |
| ἀνδρὸς ἀνοίαις τοῦ λαμπροῦ Λαομέδοντος, | |
| ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ, | 650 |
| ὃς δὴ αὐτὸν εὖ ποιήσαντα χαλεπῷ λόγῳ ἐπέπληξεν, | |
| οὐδ' ἀπέδωχ' ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε. | 651 |
| οὐδὲ ἀπέδωκε τοὺς ἵππους, ὧν χάριν ἀφίκετο πόρρωθεν. | |
| σοὶ δ' ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν | 652 |
| σοὶ δ᾽ ἐγὼ οἴομαι φόνον καὶ μοῖραν θανατηφόρον | |
| ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δ' ὑπὸ δουρὶ δαμέντα | 653 |
| ἐνταῦθα γενήσεσθαι ἐξ ἐμοῦ, ἀναιρεθέντα δέ σε ὑπὸ τοῦ ἐμοῦ δόματος, | |
| εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ' Ἄϊδι κλυτοπώλῳ. | 654 |
| ἐμοὶ μὲν δώσειν καύχημα, τῷ Ἀίδῃ δὲ τῷ ἵππους ἐνδόξους ἔχοντι, τὴν ψυχήν. | |
| ὣς φάτο Σαρπηδών, ὃ δ' ἀνέσχετο μείλινον ἔγχος | 655 |
| οὕτως εἶπεν ὁ Σαρπηδών. ὁ Τληπόλεμος δὲ τὸ ἐκ μελίας δένδρου δόρυ ἀνέτεινε· | |
| Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ | 656 |
| καὶ τούτων μὲν τὰ μακρὰ δόρατα ὁμοῦ καὶ ἐν τῷ αὐτῷ | |
| ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον | 657 |
| ὥρμησαν ἐκ τῶν χειρῶν. ὁ μὲν οὖν Σαρπηδὼν ἔτρωσε τὸν Τληπόλεμον | |
| Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθ' ἀλεγεινή· | 658 |
| κατὰ τὸ μέσον τοῦ αὐχένος, ἡ ἀλγεινὴ δὲ ἐπιδορατὶς διόλου ἐπέρασε, | |
| τὸν δὲ κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε. | 659 |
| νὺξ δὲ αὐτὸν σκοτεινὴ κατὰ τῶν ὀφθαλμῶν ἐκάλυψεν. | |
| Τληπόλεμος δ' ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ | 660 |
| ὁ Τληπόλεμος δὲ τὸν Σαρπηδόνα ἔτρωσε κατὰ τὸν ἀριστερὸν μηρὸν δόρατι μακρῷ· | |
| βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα | 661 |
| διῆλθε δὲ ἡ ἐπιδορατὶς σφόδρα ὁρμῶσα | |
| ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δ' ἔτι λοιγὸν ἄμυνεν. | 662 |
| τῷ ὀστέῳ πλησιάσασα, ὁ δὲ πατὴρ ἔτι τὸν ὄλεθρον ἀπεσόβησεν. | |
| οἳ μὲν ἄρ' ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι | 663 |
| οἱ μὲν οὖν ἔνδοξοι φίλοι τὸν ἰσόθεον Σαρπηδόνα | |
| ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν | 664 |
| ἐξῆγον ἀπὸ τοῦ πολέμου· ἐβάρυνε δὲ αὐτὸν τὸ μακρὸν δόρυ | |
| ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατ' οὐδὲ νόησε | 665 |
| συρόμενον· οὐδεὶς γὰρ αὐτὸ ἐσκέψατο, οὐδὲ ἐθεάσατο, | |
| μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρ' ἐπιβαίη | 666 |
| ἐξελκύσαι τοῦ μηροῦ τὸ ἐκ μελίας δένδρου δόρυ, ὅπως ἐπιβῇ, καὶ ὀρθός στῇ, | |
| σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες. | 667 |
| ἐπειγομένων αὐτῶν· τοιοῦτον γὰρ εἶχον κάματον περὶ αὐτὸν πονούμενοι· | |
| Τληπόλεμον δ' ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ | 668 |
| τὸν Τληπόλεμον δὲ ἐκ τοῦ ἑτέρου μέρους οἱ εὔοπλοι Ἕλληνες | |
| ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς | 669 |
| ἐξῆγον ἀπὸ τοῦ πολέμου· ἐθεάσατο δὲ αὐτὸν ὁ ἔνδοξος Ὀδυσσεὺς | |
| τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ· | 670 |
| ψυχὴν ἔχων καρτεράν· προεθυμήθη δὲ καὶ ἐνεθουσίασεν ἡ φίλη αὐτοῦ ψυχή· | |
| μερμήριξε δ' ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν | 671 |
| ἐλογίσατο δὲ μετὰ ταῦτα κατὰ λογισμὸν καὶ διάνοιαν, | |
| ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι, | 672 |
| ἢ προσωτέρω τοῦ μεγαλοκτύπου Διὸς τὸν υἱὸν διώξειεν, | |
| ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο. | 673 |
| ἢ οὗτος τὴν ψυχὴν τῶν πλειόνων Λυκίων ἀφέλοιτο. | |
| οὐδ' ἄρ' Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν | 674 |
| οὐκ ἦν δὲ τῳ μεγαλοψύχῳ Ὀδυσσεῖ πεπρωμένον | |
| ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ· | 675 |
| ἀποκτεῖναι τὸν ἰσχυρὸν υἱὸν τοῦ Διὸς σιδήρῳ ὀξεῖ· | |
| τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη. | 676 |
| δι᾿ ὃ δὴ κατὰ τὸ πλῆθος τῶν Λυκίων ἔτρεψε τὸν αὐτοῦ θυμὸν ἡ Ἀθηνᾶ. | |
| ἔνθ' ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε | 677 |
| τότε οὗτος ἀπέκτεινε τὸν Κοίρανον, καὶ τὸν Ἀλάστορα, καὶ τὸν Χρόμιον, | |
| Ἄλκανδρόν θ' Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε. | 678 |
| καὶ τὸν Ἄλκανδρον, καὶ τὸν Ἅλιον, καὶ τὸν Νοήμονα, καὶ τὸν Πρύτανιν· | |
| καί νύ κ' ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς | 679 |
| καὶ δὴ πλείονας ἔτι ἀπὸ τῶν Λυκίων ἀπέκτεινεν ἂν ὁ ἔνδοξος Ὀδυσσεύς, | |
| εἰ μὴ ἄρ' ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ· | 680 |
| εἴγε μὴ ταχέως ἐθεάσατο ὁ τὴν κόρυν ῥᾳδίως κινῶν μέγας Ἕκτωρ· | |
| βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ | 681 |
| ἐπορεύθη δὲ διὰ τῶν πρωταγωνιστῶν καθωπλισμένος σιδήρῳ λαμπρῷ, | |
| δεῖμα φέρων Δαναοῖσι· χάρη δ' ἄρα οἱ προσιόντι | 682 |
| φόβον κομίζων τοῖς Ἕλλησιν· ἐχάρη δὲ ἄρα ἐπ᾿ αὐτῷ προσερχομένῳ | |
| Σαρπηδὼν Διὸς υἱός, ἔπος δ' ὀλοφυδνὸν ἔειπε· | 683 |
| Σαρπηδὼν ὁ υἱὸς τοῦ Διός, λόγον δὲ οἰκτρόν τε καὶ ταπεινὸν εἶπεν· | |
| Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς | 684 |
| ὦ υἱὲ τοῦ Πριάμου, μηδαμῶς νῦν με καταλίπῃς σπάραγμα τοῖς Ἕλλησι | |
| κεῖσθαι, ἀλλ' ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν | 685 |
| κεῖσθαι· ἀλλ᾽ ἐπικούρησον, καὶ μετὰ ταῦτα καταλιπέτω με ἡ ζωὴ | |
| ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρ' ἔμελλον ἔγωγε | 686 |
| ἐν τῇ ὑμετέρᾳ πόλει· ἐπειδὴ ἔγωγε οὐκ ἔμελλον ἄρα | |
| νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν | 687 |
| ὑποστρέψας εἰς τὸν οἶκον, εἰς τὴν ἀγαπητὴν γῆν τὴν πατρίδα, | |
| εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν. | 688 |
| εὐφρανεῖν τὴν ἀγαπητὴν γαμετήν, καὶ τὸν ἐν βρεφικῇ ἡλικίᾳ υἱόν. | |
| ὣς φάτο, τὸν δ' οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ, | 689 |
| οὕτως εἶπεν. οὐδὲν δὲ πρὸς αὐτὸν εἶπεν ὁ τὴν περικεφαλαίαν ῥαδίως κινῶν Ἕκτωρ, | |
| ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα | 690 |
| ἀλλὰ παρέδραμε τῷ θυμῷ θερμαινόμενος καὶ ὑποκαιόμενος, ὅπως λίαν ταχέως | |
| ὤσαιτ' Ἀργείους, πολέων δ' ἀπὸ θυμὸν ἕλοιτο. | 691 |
| ἀπωθήσαιτο τοὺς Ἕλληνας, πολλῶν δὲ ἀφέλοιτο τὴν ψυχήν. | |
| οἳ μὲν ἄρ' ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι | 692 |
| οἱ μὲν οὖν ἔνδοξοι φίλοι τὸν ἰσόθεον Σαρπηδόνα | |
| εἷσαν ὑπ' αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ· | 693 |
| ἐκάθισαν ὑπὸ τῇ ὡραίᾳ δρυῒ τοῦ τὴν αἰγίδα φοροῦντος Διός· | |
| ἐκ δ' ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε | 694 |
| ἐκ τοῦ μηροῦ δὲ αὐτοῦ τὸ ἐκ μελίας δένδρου δόρυ εἵλκυσεν ἔξω | |
| ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος. | 695 |
| ὁ ἰσχυρὸς Πελάγων, ὃς αὐτῷ φίλος ἀγαπητὸς ἦν· | |
| τὸν δ' ἔλιπε ψυχή, κατὰ δ' ὀφθαλμῶν κέχυτ' ἀχλύς· | 696 |
| τοῦτον δὲ κατέλιπεν ἡ ψυχή, σκότος δὲ κατὰ τῶν ὀφθαλμῶν ἐκέχυτο· | |
| αὖτις δ' ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο | 697 |
| αὖθις δὲ ἀνέπνευσεν· ἡ πνοὴ δὲ τοῦ Βορέου | |
| ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν. | 698 |
| περιεζώγρει, καὶ εἰς τὸ ζῇν ἦγεν ἐπιπνέουσα κακῶς ἐκπεπνευκότα τὴν ἀναπνοήν. | |
| Ἀργεῖοι δ' ὑπ' Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ | 699 |
| οἱ Ἕλληνες δὲ ὑπ᾽ Ἄρεος, καὶ Ἕκτορος τοῦ σιδήρῳ καθωπλισμένου, | |
| οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν | 700 |
| οὔτέ ποτε προτροπάδην ἔφευγον ἐπὶ τὰς μελαίνας ναῦς, | |
| οὔτε ποτ' ἀντεφέροντο μάχῃ, ἀλλ' αἰὲν ὀπίσσω | 701 |
| οὔτέ ποτε μαχόμενοι ἀντεπῄεσαν, ἀλλ᾽ ἀεὶ ὀπίσω | |
| χάζονθ', ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα. | 702 |
| κατ᾽ ὀλίγον ὑπεχώρουν, ἐπειδὴ ἤκουσαν τὸν Ἄρὴν ἐν τοῖς Τρῳσὶν εἶναι· | |
| ἔνθα τίνα πρῶτον τίνα δ' ὕστατον ἐξενάριξαν | 703 |
| τότε τίνα πρῶτον, τίνα δὲ ὕστερον ἀπέκτειναν | |
| Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης; | 704 |
| Ἕκτωρ ὁ παῖς τοῦ Πριάμου, καὶ ὁ χαλκοῦς Ἄρης; | |
| ἀντίθεον Τεύθραντ', ἐπὶ δὲ πλήξιππον Ὀρέστην, | 705 |
| Τεύθραντα τὸν ἰσόθεον, ἐπ᾿ αὐτῷ τὸν ἱππικὸν Ὀρέστην, | |
| Τρῆχόν τ' αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε, | 706 |
| καὶ τὸν πολεμιστὴν Τρῆχον τὸν ἀπὸ Αἰτωλίας, καὶ τὸν Οἰνόμαον, | |
| Οἰνοπίδην θ' Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην, | 707 |
| καὶ τὸν Ἕλενον τὸν υἱὸν τοῦ Οἴνοπος, καὶ Ὀρέσβιον τὸν ποικίλην ἔχοντα μίτραν, | |
| ὅς ῥ' ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς, | 708 |
| ὃς ἐν Ὕλῃ τῇ πόλει κατῴκει, μεγάλως ἐπιμελούμενος, ὅπως κτήσηται πλοῦτον, | |
| λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι | 709 |
| τῇ Κηφισίδι λίμνῃ παρακείμενος· παρ᾽ αὐτῷ δὲ ἄλλοι | |
| ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες. | 710 |
| Βοιωτοὶ κατῴκουν, πάνυ πλούσιον λαὸν ἔχοντες. | |
| τοὺς δ' ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη | 711 |
| τούτους δὲ ἐπειδὴ ἐθεάσατο ἡ θεὰ ἡ λευκὰς ἔχουσα τὰς ὀλένας Ἥρα, | |
| Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ, | 712 |
| φονεύοντας τοὺς Ἕλληνας ἐν τῇ ἰσχυρᾷ μάχῃ, | |
| αὐτίκ' Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· | 713 |
| εὐθέως πρὸς τὴν Ἀθηνᾶν λόγους ταχεῖς ἔλεγε· | |
| ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, | 714 |
| φεῦ φεῦ, ὦ τέκνον τοῦ τὴν αἰγίδα φοροῦντος Διὸς ἀκαταπόνητε Ἀθηνᾶ, | |
| ἦ ῥ' ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ | 715 |
| ὄντως που μάταιον λόγον ὑπεσχόμεθα τῷ Μενελάῳ, | |
| Ἴλιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι, | 716 |
| ἐκπορθήσαντα τὴν καλῶς τετειχισμένην Ἴλιον ὑποστρέψαι, | |
| εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα. | 717 |
| εἰ οὕτω μαίνεσθαι παραχωρήσομεν τὸν ὀλέθριον Ἄρην. | |
| ἀλλ' ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς. | 718 |
| ἀλλ᾽ ἄγε δὴ καὶ ἡμεῖς φροντίσωμεν ὁρμητικῆς τε καὶ πολεμικῆς ἰσχύος. | |
| ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη. | 719 |
| οὕτως εἶπεν. οὐκ ἠπείθησε δὲ ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ. | |
| ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους | 720 |
| ἡ μὲν οὖν ἐπιπορευομένη τοὺς χρυσοχαλίνους ἵππους εὐτρέπιζεν | |
| Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο· | 721 |
| Ἥρα, ἡ ἔντιμος θεά, ἡ θυγάτηρ τοῦ μεγάλου Κρόνου. | |
| Ἥβη δ' ἀμφ' ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα | 722 |
| ἡ Ἥβη δὲ ταχέως τοῦ ἅρματος περιέβαλε τοὺς ἐπικαμπεῖς τροχούς, | |
| χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς. | 723 |
| χαλκοὺς ὄντας, ὀκτὼ κνήμας ἔχοντας, τῷ σιδηρῷ ἄξονι χωρίς· | |
| τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε | 724 |
| τούτων ἡ μὲν ἀψὶς χρυσῆ ἐστιν ἄφθαρτος, | |
| χάλκε' ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι· | 725 |
| ἄνωθεν δὲ ἐπίσωτρα χαλκᾶ προσηρμοσμένα θαυμαστὰ ἰδεῖν· | |
| πλῆμναι δ' ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν· | 726 |
| αἱ χοινικίδες δὲ τῶν τροχῶν ἐξ ἀργύρου εἰσὶ περιφερεῖς ἑκατέρωθεν τοῦ ἄξωνος· | |
| δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν | 727 |
| τὸ ὄχημα δὲ χρυσοῖς καὶ ἀργυροῖς λώροις | |
| ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι. | 728 |
| ἐνδεδεμένον ἐπίκειται· δύο δὲ κυκλοτερεῖς περιφέρειαί εἰσι· | |
| τοῦ δ' ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπ' ἄκρῳ | 729 |
| ἐκ τούτου δὲ ῥυμὸς ἀργυροῦς ἦν, ἤτοι ὁ προσηρτημένος τῷ ζυγῷ κανών· ἐπὶ τῷ ἄκρῳ δὲ | |
| δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα | 730 |
| ἔδησε τὸν περικαλλῆ χρυσοῦν ζυγόν, ἐνέβαλε δὲ μασχαλιστῆρας | |
| κάλ' ἔβαλε χρύσει'· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη | 731 |
| περικαλλεῖς, χρυσοῦς· ὑπὸ τὸν ζυγὸν δὲ ἤγαγεν ἡ Ἥρα | |
| ἵππους ὠκύποδας, μεμαυῖ' ἔριδος καὶ ἀϋτῆς. | 732 |
| τοὺς ταχεῖς ἵππους, ἐφιεμένη φιλονεικίας καὶ μάχης. | |
| αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο | 733 |
| Ἡ Ἀθηνᾶ δέ, ἡ θυγάτηρ τοῦ τὴν αἰγίδα φοροῦντος Διὸς | |
| πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ' οὔδει | 734 |
| τὸν μαλακὸν δὴ καὶ ποικίλον πέπλον, τὰς περόνας λύσασα, καταφέρεσθαι ἀφῆκεν ἐπὶ τῷ ἐδάφει τοῦ πατρός, | |
| ποικίλον, ὅν ῥ' αὐτὴ ποιήσατο καὶ κάμε χερσίν· | 735 |
| ὃν αὐτὴ ἐποίησε, καὶ ἐξεπόνησε ταῖς χερσί. | |
| ἣ δὲ χιτῶν' ἐνδῦσα Διὸς νεφεληγερέταο | 736 |
| αὕτη δὲ ἐνδυσαμένη τὸν χιτῶνα τοῦ τὰς νεφέλας ἀθροίζοντος Διός, | |
| τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα. | 737 |
| ὅπλοις ἐπὶ τὸν πόλεμον καθωπλίζετο τὸν αἴτιον δακρύων | |
| ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετ' αἰγίδα θυσσανόεσσαν | 738 |
| τοῖς ὤμοις δὲ περιεβάλετο τὴν κροσσωτὴν αἰγίδα, | |
| δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται, | 739 |
| τὴν φοβεράν, ἣν Φόβος μὲν πανταχόθεν περικυκλοῖ | |
| ἐν δ' Ἔρις, ἐν δ' Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή, | 740 |
| ἐντὸς δὲ ἦν ἡ Φιλονεικία, καὶ ἡ Ἰσχύς, καὶ ἡ κλαίουσα Δίωξις· | |
| ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου | 741 |
| καὶ ἔτι ἡ τῆς Γοργόνος κεφαλὴ τοῦ φοβεροῦ θηρίου, | |
| δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο. | 742 |
| φοβερά τε, καὶ καταπληκτικὴ, τεράστιον τοῦ τὴν αἰγίδα φοροῦντος Διός. | |
| κρατὶ δ' ἐπ' ἀμφίφαλον κυνέην θέτο τετραφάληρον | 743 |
| ἐπὶ τῇ κεφαλῇ δὲ ἔθετο περικεφαλαίαν κύκλῳ φαλοὺς ἤτοι ἥλους ἔχουσαν, καὶ τέτταρας φαλοὺς ἐξέχοντας (οἱ δέ εἰσιν ἥλοι λαμπροὶ περὶ τὸ μέτωπον τῆς περικεφαλαίας κατακρουόμενοι) | |
| χρυσείην, ἑκατὸν πολίων πρυλέεσσ' ἀραρυῖαν· | 744 |
| χρυσῆν, ἑκατὸν πόλεων πεζοῖς ἡρμοσμένην. | |
| ἐς δ' ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ' ἔγχος | 745 |
| ἀνέβη δὲ τοῖς ποσὶν εἰς τὰ πύρινα ὀχήματα· ἔλαβε δὲ δόρυ | |
| βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν | 746 |
| βαρυ, μέγα, ἰσχυρόν, ᾧ δαμάζει τὰς τάξεις τῶν ἡμιθέων ἀνδρῶν, | |
| ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη. | 747 |
| οἷς ἂν ὀργισθῇ ἡ ἰσχυρὸν πατέρα ἔχουσα. | |
| Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ' ἄρ' ἵππους· | 748 |
| ἡ ῞Ηρα δὲ ταχέως μάστιγι τοὺς ἵππους ἐπέπληττεν· | |
| αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι, | 749 |
| αὐτομάτως δὲ αἱ πύλαι τοῦ οὐρανοῦ ἠνεῴχθησαν, ἃς ἐφύλαττον αἱ Ὧραι, | |
| τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε | 750 |
| αἷς ἐπ᾿ ἐξουσίας ἐστὶν ὁ μέγας οὐρανὸς καὶ ὁ Ὄλυμπος, | |
| ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ' ἐπιθεῖναι. | 751 |
| καὶ ἀνοίξαι νέφος πυκνὸν καὶ κλεῖσαι. | |
| τῇ ῥα δι' αὐτάων κεντρηνεκέας ἔχον ἵππους· | 752 |
| ἐκεῖθεν δι' αὐτῶν ἤλαυνον τοὺς ἵππους τοὺς κέντρῳ μαστιζομένους· καὶ οὕτω τοὺς ἀναβάτας φέροντας· | |
| εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων | 753 |
| εὗρον δὲ τὸν υἱὸν τοῦ Κρόνου καθήμενον χωρὶς τῶν ἄλλων θεῶν, | |
| ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο. | 754 |
| ἐν τῇ ὑψηλοτάτῃ κορυφῇ τοῦ πολλὰς ἐξοχὰς ἔχοντος Ὀλύμπου. | |
| ἔνθ' ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη | 755 |
| ἐκεῖ δὲ τοὺς ἵππους στήσασα ἡ θεὰ ἡ λευκὰς ὠλένας ἔχουσα Ἥρα | |
| Ζῆν' ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε· | 756 |
| Δία τὸν βασιλέα, τὸν υἱὸν τοῦ Κρόνου ἠρώτησε, καὶ πρὸς αὐτὸν εἶπε. | |
| Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα | 757 |
| ὦ Ζεῦ πάτερ, οὐ νεμεσᾷς τῷ Ἄρει, διὰ τὰ ἰσχυρὰ ταῦτα καὶ ὑπερβάλλοντα ἔργα; | |
| ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν | 758 |
| ὅσον καὶ οἷον λαὸν τῶν Ἑλλήνων ἔφθειρε | |
| μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δ' ἄχος, οἳ δὲ ἕκηλοι | 759 |
| ματαίως ἄνευ αἰτίας, οὐδὲ κατὰ τὸ πρέπον, ἐμοὶ δὲ λύπη ἐστίν. | |
| τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων | 760 |
| οὗτοι δὲ ἐφ᾽ ἡσυχίας εὐφραίνονται, ἥ τε Ἀφροδίτη, καὶ ὁ τὸ ἀργυροῦν τόξον ἔχων Ἀπόλλων, | |
| ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα; | 761 |
| τὸν ἀνόητον τοῦτον ἀναπείσαντες, ὃς οὐδεμίαν δικαιοσύνην ἐπίσταται· | |
| Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα | 762 |
| ὦ Ζεῦ πάτερ, ἆρά μοι ὀργισθήσῃ, ἐὰν τὸν Ἄρην | |
| λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι; | 763 |
| δεινῶς πλήξασα τῆς μάχης ἀποδιώξω; | |
| τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· | 764 |
| πρὸς ταύτην δὲ ἀποκρινόμενος εἶπεν ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς. | |
| ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην, | 765 |
| ἄγε μὴν παρώρμησον αὐτῷ τὴν λαφυραγωγὸν Ἀθηνᾶν, | |
| ἥ ἑ μάλιστ' εἴωθε κακῇς ὀδύνῃσι πελάζειν. | 766 |
| ἥτις εἴωθε μάλιστα ἐμβάλλειν αὐτὸν εἰς ὀδύνας κακάς. | |
| ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ λευκώλενος Ἥρη, | 767 |
| οὕτως εἶπεν· ὑπήκουσε δὲ ἡ θεὰ ἡ λευκὰς ἔχουσα τὰς ὠλένας Ἥρα· | |
| μάστιξεν δ' ἵππους· τὼ δ' οὐκ ἀέκοντε πετέσθην | 768 |
| ἐμάστιξε δὲ τοὺς ἵππους· οὗτοι δὲ ἑκόντες ἐπέτοντο | |
| μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος. | 769 |
| μεταξὺ τῆς γῆς, καὶ τοῦ τοὺς ἀστέρας ἔχοντος οὐρανοῦ. | |
| ὅσσον δ' ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν | 770 |
| ὅσον δὲ ὀμιχλῶδες καὶ ἀόρατον εἶδέ τις ἀνὴρ τοῖς ὀφθαλμοῖς | |
| ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον, | 771 |
| καθήμενος ἐν περιοπῇ βλέπων ἐπὶ τὴν μέλαιναν θάλασσαν, | |
| τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι. | 772 |
| τοσοῦτον ἐπιπηδῶσιν οἱ εἰς ὕψος μετ᾽ ἤχου αἰρόμενοι ἵπποι τῶν θεῶν· | |
| ἀλλ' ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε, | 773 |
| ἀλλ᾿ ὁπηνίκα δὴ εἰς τὴν Τροῖαν ἀφίκοντο, καὶ εἰς τοὺς ῥέοντας ποταμούς, | |
| ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος, | 774 |
| ὅπου ὁ Σιμόεις καὶ ὁ Σκάμανδρος συμβάλλουσι τὰ ῥεύματα, | |
| ἔνθ' ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη | 775 |
| ἐκεῖ τοὺς ἵππους ἔστησεν ἡ θεὰ ἡ λευκὰς ὠλένας ἔχουσα Ἥρα, | |
| λύσασ' ἐξ ὀχέων, περὶ δ' ἠέρα πουλὺν ἔχευε· | 776 |
| λύσασα ἐκ τοῦ δίφρου, περιέχεε δὲ ἀορασίαν πολλήν· | |
| τοῖσιν δ' ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι. | 777 |
| τούτοις δὲ θείαν ἐδωδὴν ὁ Σιμοῦς ἐβλάστησε βόσκεσθαι. | |
| αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ' ὁμοῖαι | 778 |
| αὗται δὲ ἐπορεύθησαν ὅμοιαι ταῖς δειλαῖς περιστεραῖς κατὰ τὰ ὁρμήματα καὶ τὰς πτήσεις, | |
| ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι· | 779 |
| ἀνδράσιν Ἕλλησι βοηθῆσαι προθυμούμεναι | |
| ἀλλ' ὅτε δή ῥ' ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι | 780 |
| ἀλλ᾽ ὁπηνίκα δὴ κατέλαβον ὅπου οἱ πλεῖστοι καὶ ἄριστοι | |
| ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο | 781 |
| ἵσταντο περὶ τὴν ἰσχὺν τοῦ ἱππικοῦ Διομήδους, ἤτοι τὸν Διομήδην αὐτόν, | |
| εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν | 782 |
| συστρεφόμενοι, λέουσιν ὠμοβόροις ὅμοιοι, | |
| ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν, | 783 |
| ἢ χοίροις ἀγρίοις, ὧν ἡ δύναμις οὐκ ἀσθενής ἐστιν· | |
| ἔνθα στᾶσ' ἤϋσε θεὰ λευκώλενος Ἥρη | 784 |
| ἐκεῖ στᾶσα ἐβόησεν ἡ θεὰ λευκοβραχίων Ἥρα, | |
| Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ, | 785 |
| ὁμοιωθεῖσα τῷ μεγαλοψύχῳ Στέντορι τῷ ἰσχυρὰν φωνὴν ἔχοντι, | |
| ὃς τόσον αὐδήσασχ' ὅσον ἄλλοι πεντήκοντα· | 786 |
| ὃς τοσοῦτον ἐφώνει ὅσον ἄλλοι πεντήκοντα· | |
| αἰδὼς Ἀργεῖοι κάκ' ἐλέγχεα εἶδος ἀγητοί· | 787 |
| ὦ Ἕλληνες, αἰσχύνη, κακὰ ὀνείδη, κατὰ μορφὴν μόνον θαυμαστοί, | |
| ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς, | 788 |
| ἕως μὲν εἰς τὸν πόλεμον ἀνεστρέφετο ὁ ἔνδοξος Ἀχιλλεύς, | |
| οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων | 789 |
| οὐδεπώποτε οἱ Τρῷες πρὸ τῶν πυλῶν τῶν Δαρδανίων | |
| οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος· | 790 |
| ἐπορεύοντο· ἐκείνου γὰρ τὸ ἰσχυρὸν δόρυ ἐφοβοῦντο· | |
| νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται. | 791 |
| νῦν δὲ πόρρω τῆς πόλεως ἐπὶ ταῖς βαθείαις ναυσὶ πολεμοῦσι. | |
| ὣς εἰποῦσ' ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. | 792 |
| οὕτως εἰποῦσα ἰσχύν τε καὶ ψυχὴν ἑκάστου παρώξυνεν. | |
| Τυδεΐδῃ δ' ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη· | 793 |
| ἡ θεὰ δὲ ἡ εὐόφθαλμος Ἀθηνᾶ πρὸς τὸν υἱὸν τοῦ Τυδέως ὥρμησεν, | |
| εὗρε δὲ τόν γε ἄνακτα παρ' ἵπποισιν καὶ ὄχεσφιν | 794 |
| εὗρε δὲ τὸν βασιλέα αὐτὸν παρὰ τοῖς ἑαυτοῦ ἵπποις καὶ τοῖς ἅρμασιν | |
| ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ. | 795 |
| ἀναπαύοντα τὸ τραῦμα, ὅπερ αὐτὸν ἔτρωσεν ὁ Πάνδαρος ὀϊστῷ· | |
| ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος | 796 |
| ὁ ἱδρῶς γὰρ αὐτὸν κατεπόνει τοῦ πλατέος λώρου | |
| ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα, | 797 |
| τῆς ἀσπίδος, τῆς καλῶς κυκλοτεροῦς οὔσης· ᾧ ἐπετρίβετο, ἐκοπία δὲ κατὰ τὴν χεῖρα | |
| ἂν δ' ἴσχων τελαμῶνα κελαινεφὲς αἷμ' ἀπομόργνυ. | 798 |
| ἀνασχὼν δὲ τὸν κρεμαστῆρα τῆς ἀσπίδος, τὸ μέλαν αἷμα ἀπέψα τε καὶ ἀπέμασε. | |
| ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε· | 799 |
| ή θεά δὲ ἥψατο τοῦ ζυγοῦ τῶν ἵππων καὶ εἶπεν· | |
| ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς. | 800 |
| ὄντως οὐδὲν ὅμοιον ἑαυτῷ παῖδα ἐγέννησεν ὁ Τυδεύς· | |
| Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής· | 801 |
| ὁ Τυδεὺς μικρὸς μὲν ἦν τὸ σῶμα, ἀλλὰ πολεμιστὴς ἦν· | |
| καί ῥ' ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον | 802 |
| καὶ δὴ ὅτε πολεμεῖν αὐτὸν οὐκ εἴων ἐγώ, | |
| οὐδ' ἐκπαιφάσσειν, ὅτε τ' ἤλυθε νόσφιν Ἀχαιῶν | 803 |
| οὐδὲ ἐνθουσιωδῶς ὁρμᾷν, καὶ ὁπηνίκα ἦλθεν ἄνευ τῶν Ἑλλήνων | |
| ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας· | 804 |
| πρεσβευτὴς εἰς τὰς Θήβας ἐπὶ πολλοὺς Θηβαίους, | |
| δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον· | 805 |
| εὐωχεῖσθαι αὐτὸν ἐκέλευον ἡσύχως ἐν τοῖς οἴκοις· | |
| αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ | 806 |
| οὗτος δὲ τὴν ἑαυτοῦ ψυχὴν ἀνδρείαν ἔχων ὥσπερ πρότερον, | |
| κούρους Καδμείων προκαλίζετο, πάντα δ' ἐνίκα | 807 |
| τοὺς νέους τῶν Θηβαίων προεκαλεῖτο· πάντα δὲ ἐνίκα | |
| ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα. | 808 |
| ῥαδίως· τοιαύτη βοηθὸς αὐτῷ παρῆν ἔγωγε. | |
| σοὶ δ' ἤτοι μὲν ἐγὼ παρά θ' ἵσταμαι ἠδὲ φυλάσσω, | 809 |
| σοὶ δὲ ἐγὼ μὲν παρίσταμαι, καὶ φυλάττω, | |
| καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι· | 810 |
| καί σε προθύμως πολεμεῖν τοῖς Τρῳσὶ κελεύω· | |
| ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν | 811 |
| ἀλλά σου τὰ μέλη, ἢ κόπος ἐκ πολλῆς κινήσεως γινόμενος εἰσῆλθε, καὶ κατέλαβεν, | |
| ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γ' ἔπειτα | 812 |
| ἢ δήπου σε κατέχει φόβος ὁ εἰς ἀψυχίαν ἄγων, οὐ σύ γε μετὰ ταῦτα | |
| Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο. | 813 |
| υἱὸς ἔσῃ τοῦ συνετοῦ Τυδέως τοῦ υἱοῦ τοῦ Οἰνέως. | |
| τὴν δ' ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης· | 814 |
| πρὸς ταύτην δὲ ἀποκρινόμενος ὁ ἰσχυρὸς Διομήδης, εἶπε· | |
| γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο· | 815 |
| γινώσκω σε, ὦ θεά, θύγατερ τοῦ τὴν αἰγίδα φοροῦντος Διός, | |
| τώ τοι προφρονέως ἐρέω ἔπος οὐδ' ἐπικεύσω. | 816 |
| δι᾽ ὅ σοι προθύμως λόγον ἐρῷ ,οὐδὲ ἐπικρύψω· | |
| οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος, | 817 |
| οὔτέ τίς με φόβος εἰς ἀψυχίαν ἄγων κατέχει, οὔτέ τις ῥαθυμία· | |
| ἀλλ' ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας· | 818 |
| ἀλλ᾽ ἔτι μέμνημαι τῶν σῶν ἐντολῶν, ἃς ἐνετείλω· | |
| οὔ μ' εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι | 819 |
| οὐκ εἴας με ἐξεναντίας μάχεσθαι τοῖς μακαρίοις θεοῖς | |
| τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη | 820 |
| τοῖς ἄλλοις· ἐὰν δὲ ἡ θυγάτηρ τοῦ Διὸς ἡ Ἀφροδίτη | |
| ἔλθῃσ' ἐς πόλεμον, τήν γ' οὐτάμεν ὀξέϊ χαλκῷ. | 821 |
| ἔλθῃ ἐπὶ τὸν πόλεμον, ταύτην γε βαλεῖν σιδήρῳ ὀξεῖ· | |
| τοὔνεκα νῦν αὐτός τ' ἀναχάζομαι ἠδὲ καὶ ἄλλους | 822 |
| τούτου χάριν αὐτὸς τε νῦν ὑποχωρῶ, καὶ τοὺς ἄλλους | |
| Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας· | 823 |
| Ἕλληνας ἐνταῦθα πάντας ἀθροισθῆναι ἐκέλευσα· | |
| γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα. | 824 |
| οἶδα γὰρ τὸν Ἄρην τὰ κατὰ τὸν πόλεμον ἡγεμονικῶς διατάσσοντα. | |
| τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· | 825 |
| πρὸς τοῦτον δὲ μετὰ ταῦτα ἀπεκρίνατο ἡ εὐόφθαλμος Ἀθηνᾶ· | |
| Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ | 826 |
| ὦ Διόμηδες, υἱὲ τοῦ Τυδέως τῇ ἐμῇ πεφιλημένε ψυχῇ, | |
| μήτε σύ γ' Ἄρηα τό γε δείδιθι μήτε τιν' ἄλλον | 827 |
| μήτε τοῦτον τὸν Ἄρεα σύγε φοβοῦ, μήτε τινὰ ἀπὸ τῶν ἄλλων | |
| ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι· | 828 |
| ἀθανάτων θεῶν· τοιαύτη σοι βοηθὸς ἐγώ πάρειμι· | |
| ἀλλ' ἄγ' ἐπ' Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους, | 829 |
| ἀλλ᾽ ἄγε πρῶτον κατ᾽ Ἄρεος ἔλαυνε τοὺς μονώνυχας ἵππους, | |
| τύψον δὲ σχεδίην μηδ' ἅζεο θοῦρον Ἄρηα | 830 |
| πλῆξον δὲ ἐκ τοῦ σύνεγγυς, μὴ δὲ σέβου τὸν ὁρμητίαν Ἄρην, | |
| τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον, | 831 |
| τοῦτον μαινόμενον, τὸ ἐπιτηδευτὸν κακόν, καὶ ἄλλοτε πρὸς ἄλλο ῥέπον· | |
| ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτ' ἀγορεύων | 832 |
| ὃς πρὸ ὀλίγου μὲν ἐμοὶ καὶ τῇ Ἥρᾳ ὑπέσχετο λέγων | |
| Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν, | 833 |
| πολεμῆσαι τοῖς Τρῳσί, βοηθῆσαι δὲ τοῖς Ἕλλησι· | |
| νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται. | 834 |
| νῦν δὲ σύνεστι τοῖς Τρῳσί, τούτων δὲ ἐξελάθετο. | |
| ὣς φαμένη Σθένελον μὲν ἀφ' ἵππων ὦσε χαμᾶζε, | 835 |
| οὕτως εἰποῦσα, τὸν μὲν Σθένελον ἀπὸ τῶν ἵππων εἰς γῆν ὤθησε | |
| χειρὶ πάλιν ἐρύσασ', ὃ δ' ἄρ' ἐμμαπέως ἀπόρουσεν· | 836 |
| τῇ χειρὶ ὀπίσω ἑλκύσασα, αὐτὸς δὲ προθύμως ἀφώρμησε. | |
| ἣ δ' ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον | 837 |
| αὕτη δὲ εἰς τὸ ὄχημα ἀνέβαινε παρὰ τὸν ἔνδοξον Διομήδην | |
| ἐμμεμαυῖα θεά· μέγα δ' ἔβραχε φήγινος ἄξων | 838 |
| προθυμουμένη ἡ θεά, μεγάλως δὲ ἤχησεν ὁ δρύινος ἄξων | |
| βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τ' ἄριστον. | 839 |
| τῷ βάρει· ἦγε γὰρ θεὰν φοβερὰν καὶ ἄνδρα ἄριστον· | |
| λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη· | 840 |
| ἔλαβε δὲ τὴν μάστιγα, καὶ τὰς ἡνίας ἡ πολεμικὴ Ἀθηνᾶ· | |
| αὐτίκ' ἐπ' Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους. | 841 |
| εὐθὺς δὲ κατ᾽ Ἄρεος πρῶτον ἤλαυνε τοὺς μονώνυχας ἵππους. | |
| ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν | 842 |
| αὐτὸς μὲν οὖν Περίφαντα τὸν μέγαν ἀπέκτεινεν τὸν ἐξόχως ἄριστον | |
| Αἰτωλῶν ὄχ' ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν· | 843 |
| τῶν Αἰτωλῶν, τὸν λαμπρὸν ὑπὸν τοῦ Ὀχησίου· | |
| τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη | 844 |
| τοῦτον μὲν Ἄρης ὁ τοῖς φόνοις μεμιασμένος ἐφόνευσεν. ἡ Ἀθηνᾶ δὲ | |
| δῦν' Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης. | 845 |
| περιεβάλετο τὴν περικεφαλαίαν τοῦ Ἅιδου, ὅπως μὴ θεάσηται αὐτὴν ὁ ἰσχυρὸς Ἄρης· | |
| ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον, | 846 |
| ἐπεὶ δὲ ἴδεν ὁ ἀνθρωποκτόνος Ἄρης τὸν ἔνδοξον Διομήδην, | |
| ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθ' ἔασε | 847 |
| αὐτὸς μὲν Περίφαντα τὸν μέγαν αὐτόθι ἀφῆκε | |
| κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν, | 848 |
| κεῖσθαι, ὅπου τὸ πρῶτον ἀποκτείνας ἀφείλετο τὴν ψυχήν. | |
| αὐτὰρ ὃ βῆ ῥ' ἰθὺς Διομήδεος ἱπποδάμοιο. | 849 |
| οὗτος δὲ ἐπορεύθη εὐθὺ τοῦ ἱππικοῦ Διομήδους· | |
| οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες, | 850 |
| ὁπηνίκα δὲ οὗτοι πλησίον ἐγένοντο κατ᾿ ἀλλήλων ἐρχόμενοι, | |
| πρόσθεν Ἄρης ὠρέξαθ' ὑπὲρ ζυγὸν ἡνία θ' ἵππων | 851 |
| πρῶτον ὁ Ἄρης ἐστοχάσατο ὑπὸ τὸν ζυγόν, καὶ τὰς ἡνίας τῶν ἵππων, | |
| ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι· | 852 |
| δόρατι σιδηρῷ, προθυμούμενος ἀπολέσαι τὴν ψυχὴν Διομήδους· | |
| καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη | 853 |
| καὶ τοῦτο λαβοῦσα τῇ χειρὶ ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ | |
| ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι. | 854 |
| ὤθησεν, ὥστε μάταιον ἐκ τοῦ δίφρου παρηνεχθῆναι· | |
| δεύτερος αὖθ' ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης | 855 |
| δεύτερος δὲ ὥρμησε Διομήδης ὁ κατὰ πόλεμον ἀγαθὸς | |
| ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη | 856 |
| δόρατι χαλκῷ· ἐστήριξε δὲ αὐτὸ ἡ πολεμικὴ Ἀθηνᾶ | |
| νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ· | 857 |
| εἰς τὸ ἔσχατον τῆς λαγόνος, ἤτοι τὸ ἐνδότατον, ὅπου τὴν μίτραν περιεζώννυτο· | |
| τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν, | 858 |
| κατ᾿ αὐτὸ δὴ τὸ μέρος ἔτρωσεν αὐτὸν ἐπιτυχών, διέκοψε δὲ τὴν περικαλλῆ τοῦ σώματος ἐπιφάνειαν· | |
| ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὃ δ' ἔβραχε χάλκεος Ἄρης | 859 |
| αὖθις δ᾽ ὀπίσω τὸ δόρυ ἐξέσπασεν· ὁ χαλκοῦς δὲ καὶ ἰσχυρότατος Ἄρης ἤχησεν, | |
| ὅσσόν τ' ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι | 860 |
| ὅσον ἐννακισχίλιοι ἢ δεκακισχίλιοι ἐβόησαν | |
| ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος. | 861 |
| ἄνδρες ἐν τῷ πολέμῳ Ἔριν συναθροίζοντες μάχης· | |
| τοὺς δ' ἄρ' ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε | 862 |
| τοὺς Ἕλληνας δὲ καὶ τοὺς Τρῷας τρόμος ὑφεῖλε | |
| δείσαντας· τόσον ἔβραχ' Ἄρης ἆτος πολέμοιο. | 863 |
| φοβηθέντας· τοσοῦτον ἤχησεν Ἄρης ὁ ἀκόρεστος τοῦ πολέμου· | |
| οἵη δ' ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ | 864 |
| ὁποῖος δὲ ἐκ τῶν νεφῶν φαίνεται ἀὴρ σκοτεινός, | |
| καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο, | 865 |
| ἐκ τοῦ καύματος, ὁρμήσαντος ἀνέμου σφοδροῦ· | |
| τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης | 866 |
| τοιοῦτος ὁ σιδηροῦς καὶ ἰσχυρότατος Ἄρης Διομήδει τῷ υἱῷ του Τυδέως | |
| φαίνεθ' ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν. | 867 |
| ἐδόκει ἐγγὺς τῶν νεφῶν, ἀνιὼν εἰς τὸν πλατὺν οὐρανόν. | |
| καρπαλίμως δ' ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον, | 868 |
| ταχέως δὲ ἀφίκετο εἰς τὸ ἔδαφος τῶν θεῶν τὸν ὑψηλὸν οὐρανόν· | |
| πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων, | 869 |
| ἐκάθισε δὲ παρὰ τῷ Διὶ τῷ υἱῷ τοῦ Κρόνου ἀλγῶν τὴν ψυχήν, | |
| δεῖξεν δ' ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς, | 870 |
| ἔδειξε δὲ τὸ θεῖον αἷμα καταρρέον ἐκ τοῦ τραύματος, | |
| καί ῥ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· | 871 |
| καὶ δὴ θρηνῶν λόγους ταχεῖς ἔλεγε· | |
| Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα; | 872 |
| ὦ Ζεῦ πᾶτερ, οὐκ ἀναξιοπαθεῖς, ὁρῶν τὰ ἰσχυρὰ καὶ ὑπερβάλλοντα ταῦτα ἔργα; | |
| αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν | 873 |
| ἀεὶ δὴ τὰ δεινότατα οἱ θεοὶ ὑπομείναντές ἐσμεν, | |
| ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες. | 874 |
| ἀλλήλων βουλῇ, χαριζόμενοι τοῖς ἀνθρώποις· | |
| σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην | 875 |
| διὰ σὲ πάντες πολεμοῦμεν, σὺ γὰρ ἐγέννησας ἀνόητον θυγατέρα | |
| οὐλομένην, ᾗ τ' αἰὲν ἀήσυλα ἔργα μέμηλεν. | 876 |
| ὀλεθρίαν, ᾗτινι ἀεὶ ἀλγεινὰ ἔργα διὰ φροντίδος εἰσίν· | |
| ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσ' ἐν Ὀλύμπῳ | 877 |
| οἱ μὲν γὰρ ἄλλοι πάντες ὅσοι θεοί εἰσιν ἐν τῷ οὐρανῷ, | |
| σοί τ' ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος· | 878 |
| σοὶ πείθονται, καὶ ὑποτετάγμεθα ἕκαστος, | |
| ταύτην δ' οὔτ' ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ, | 879 |
| ταύτην δὲ οὔτε λόγῳ, οὔτε ἔργῳ ὑπερβάλλεις καὶ νικᾷς ὅπως ὑπακούοι σου, | |
| ἀλλ' ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδ' ἀΐδηλον· | 880 |
| ἀλλ᾽ ἀφίης, καὶ συγχωρεῖς, ἐπειδὴ καὶ συ ἐπιβλαβῆ θυγατέρα ἐγέννησας· | |
| ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα | 881 |
| ἥτις νῦν Διομήδην τὸν μεγαλόψυχον τὸν υἱὸν τοῦ Τυδέως | |
| μαργαίνειν ἀνέηκεν ἐπ' ἀθανάτοισι θεοῖσι. | 882 |
| μαίνεσθαι καὶ ἐνθουσιᾷν ἀνέπεισε κατὰ τῶν ἀθανάτων θεῶν· | |
| Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρ' ἐπὶ καρπῷ, | 883 |
| πρῶτον μὲν τὴν Ἀφροδίτην ἐγγύθεν ἔτρωσεν κατὰ τὴν χεῖρα ἐπὶ τῷ καρπῷ, | |
| αὐτὰρ ἔπειτ' αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος· | 884 |
| μετὰ ταῦτα δὲ ἐμοὶ αὐτῷ ἐφώρμησε θεῷ παραπλήσιος· | |
| ἀλλά μ' ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν | 885 |
| ἀλλά με ὑπεξήγαγον οἱ ταχεῖς πόδες· ὄντως ἐπὶ χρόνον πολὺν | |
| αὐτοῦ πήματ' ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν, | 886 |
| αὐτόθι δεινὰ ἔπασχον ἂν ἐν ταῖς χαλεπαῖς τάξεσι τῶν νεκρῶν, | |
| ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι. | 887 |
| εἰ ζῶν ἀσθενὴς ἦν τῇ τοῦ σιδήρου τρώσει. | |
| τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς. | 888 |
| πρὸς τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος εἶπεν ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς· | |
| μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε. | 889 |
| μηδαμῶς μοι, ὦ ἄλλοτε πρὸς ἄλλο ῥέπων παρακαθήμενος ὀδύρου· | |
| ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν· | 890 |
| ἔχθιστος δέ μοι ὑπάρχεις ἀπὸ πάντων τῶν θεῶν οἳ κατοικοῦσι τὸν οὐρανὸν | |
| αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε. | 891 |
| ἀεὶ γάρ σοι προσφιλὴς ἡ φιλονεικία, καὶ οἱ πόλεμοι, καὶ αἱ μάχαι· | |
| μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν | 892 |
| Ἥρας τῆς σῆς μητρὸς ἄσχετος καὶ ἀνίκητος θυμός ἐστι κατὰ σοῦ. | |
| Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημ' ἐπέεσσι· | 893 |
| ταύτην μέντοι ἐγὼ σὺν τάχει δαμάζω καὶ ὑποτάσσω λόγοις· | |
| τώ σ' ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν. | 894 |
| δι᾽ ὅ σε οἴομαι πάσχειν ταῦτα βουλαῖς ἐκείνης· | |
| ἀλλ' οὐ μάν σ' ἔτι δηρὸν ἀνέξομαι ἄλγε' ἔχοντα· | 895 |
| οὐ μὴν ἀλλ᾽ οὐκέτι σε ἐπὶ πολὺ ὑπομενῶ λύπας ἔχοντα· | |
| ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ· | 896 |
| ἐξ ἐμοῦ γὰρ κατὰ γένος, ἤτοι τὴν ἀρχὴν τῆς γενέσεως ὑπάρχεις· ἐμοὶ δέ σε ἔτεκεν ἡ σὴ μήτηρ. | |
| εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδ' ἀΐδηλος | 897 |
| εἰ δὲ ἔκ τινος ἄλλου τῶν θεῶν ἐγένου ἀφανιστικὸς οὕτω καὶ πονηρός, | |
| καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων. | 898 |
| καὶ πάλαι ἂν ἧς τῶν ποτὲ οὐρανίων Τιτάνων ὑποχθονιώτερος. | |
| ὣς φάτο, καὶ Παιήον' ἀνώγειν ἰήσασθαι. | 899 |
| οὕτως εἶπε, καὶ τὸν Παιήονα ἐκέλευσεν ἰάσασθαι αὐτόν· | |
| τῷ δ' ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων | 900 |
| τούτῳ δ᾽ἐπιπάσσων καὶ ἐπιτιθεὶς φάρμακα θεραπευτικὰ ὁ Παιήων | |
| ἠκέσατ'· οὐ μὲν γάρ τι καταθνητός γ' ἐτέτυκτο. | 901 |
| ἐθεράπευσεν· οὐδαμῶς θνητός τε καὶ φθαρτὸς ἦν. | |
| ὡς δ' ὅτ' ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν | 902 |
| ὥσπερ δὲ ὅτε ὁ ὀπὸς ταραττόμενος συνέπηξε τὸ λευκὸν γάλα | |
| ὑγρὸν ἐόν, μάλα δ' ὦκα περιτρέφεται κυκόωντι, | 903 |
| ὑγρὸν ὂν, πάνυ δὲ ταχέως περιάγεται ταράττοντος τοῦ τυροποιοῦ· | |
| ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα. | 904 |
| οὕτω ταχέως ἐθεράπευσε τὸν ὁρμητίαν Ἄρεα τὸ ἐπιτεθὲν φάρμακον. | |
| τὸν δ' Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε· | 905 |
| τοῦτον δὲ ἡ Ἥβη ἔλουσε, καὶ περικαλλῆ ἱμάτια ἐνέδυσε· | |
| πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων. | 906 |
| τῷ Διὶ δὲ τῷ υἱῷ τοῦ Κρόνου παρεκάθητο τῇ δόξει σεμνυνόμενός τε καὶ γαυριῶν· | |
| αἳ δ' αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο | 907 |
| αἱ δὲ αὖθις εἰς τὸ οἴκημα τοῦ μεγάλου Διὸς ὑπέστρεφον, | |
| Ἥρη τ' Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη | 908 |
| ἡ Ἀργεία Ἥρα, καὶ ἡ τῇ ἑαυτῆς ἰσχύι βοηθοῦσα Ἀθηνᾶ, | |
| παύσασαι βροτολοιγὸν Ἄρη' ἀνδροκτασιάων. | 909 |
| τοῦ φόνου τῶν ἀνδρῶν ἀποπαύσασαι τὸν ἀνθρωποκτόνον Ἄρεα. | |