Homeric text & Koine Greek paraphrase by Theodorus Gaza
| ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς | 001 |
| οὕτω Τρῷες μὲν ἐφύλασσον· τοὺς Ἕλληνας δὲ | |
| θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη, | 002 |
| μεγίστη καὶ θαυμαστὴ φυγὴ κατεῖχε, φίλη καὶ συνεργὸς τοῦ φρικτοῦ φόβου· | |
| πένθεϊ δ' ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι. | 003 |
| λύπει δὲ ἀφορήτῳ ἐβέβληντο πάντες οἱ ἄριστοι· | |
| ὡς δ' ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα | 004 |
| ὥσπερ δὲ ἄνεμοι δύο ταράσσουσι τὴν τοὺς ἰχθύας ἔχουσαν θάλασσαν | |
| Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον | 005 |
| ὁ Βορέας, καὶ ὁ Ζέφυρος, οἵτινες ἐκ τῆς Θρᾴκης πνέουσιν, | |
| ἐλθόντ' ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν | 006 |
| ἐξαίφνης ἐπελθόντες, ἅμα δὲ τῷ πνεῦσαι κῦμα μέλαν | |
| κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν· | 007 |
| κορυφοῦται καὶ ὑψοῦται, πολὺ δὲ βρύον ἔξω τῆς θαλάσσης ἀπέρριψαν· | |
| ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν. | 008 |
| οὕτως ἐκόπτετο ἡ ψυχὴ ἐν τοῖς στήθεσι τῶν Ἑλλήνων. | |
| Ἀτρεΐδης δ' ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ | 009 |
| ὁ υἱὸς δὲ τοῦ Ἀτρέως λύπῃ μεγάλῃ τετρωμένος τὴν ψυχήν, | |
| φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων | 010 |
| περιήρχετο, τοῖς ὀξυφώνοις κήρυξιν ἐπιτάσσων | |
| κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον, | 011 |
| κατ᾽ ἐπίκλησιν καὶ ὀνομαστὶ καλεῖν εἰς ἐκκλησίαν ἕκαστον ἄνδρα, | |
| μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο. | 012 |
| μὴ δὲ κραυγάζειν, αὐτὸς δὲ ἐν τοῖς πρώτοις ἐνήργει καὶ προσησχολεῖτο· | |
| ἷζον δ' εἰν ἀγορῇ τετιηότες· ἂν δ' Ἀγαμέμνων | 013 |
| ἐκάθιζον δὲ ἐν τῇ ἐκκλησίᾳ λελυπημένοι, ἀνίστατο δὲ Ἀγαμέμνων | |
| ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος | 014 |
| κλαίων, καὶ χέων δάκρυα, καθάπερ πηγή, μέλαν ὕδωρ ἔχουσα, | |
| ἥ τε κατ' αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ· | 015 |
| ἥτις ἐκ πέτρας ὑψηλῆς χέει ὕδωρ μεταδονήδως φερόμενον. | |
| ὣς ὃ βαρὺ στενάχων ἔπε' Ἀργείοισι μετηύδα· | 016 |
| οὕτως αὐτὸς βαρέως καὶ μεγάλως στενάζων λόγους τοῖς Ἕλλησιν ἔλεγεν οὕτως· | |
| ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες | 017 |
| ὦ προσφιλεῖς ἡγεμόνες καὶ βασιλεῖς τῶν Ἑλλήνων, | |
| Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ | 018 |
| ὁ Ζεὺς ὁ υἱὸς τοῦ Κρόνου βλάβῃ χαλεπῇ με ἐδέσμευσεν | |
| σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν | 019 |
| ὁ χαλεπὸς καὶ ἄδικος, ὃς πρότερον μέν μοι ἐπηγγείλατο καὶ ἐπένευσεν, | |
| Ἴλιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι, | 020 |
| ἐκπορθήσαντα τὴν καλῶς τετειχισμένην Ἴλιον, ἀπελθεῖν· | |
| νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει | 021 |
| νῦν δὲ ἐβουλεύσατο χλεύην καὶ ἀπάτην ἐπιβλαβῆ, καὶ κελεύει | |
| δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν. | 022 |
| ἀφικέσθαι με εἰς τὸ Ἄργος ἄτιμον καὶ ἐπονείδιστον, ἐπειδὴ λαὸν πολὺν ἀπέβαλον· | |
| οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι, | 023 |
| οὕτω που ἔοικε προσφιλὲς καὶ ἀρεστὸν εἶναι τῷ μεγαλοδυνάμῳ Διί, | |
| ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα | 024 |
| ὃς δὴ πολλῶν πόλεων ἀκροπόλεις κατέλυσε, | |
| ἠδ' ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον. | 025 |
| καὶ ἔτι καταλύσει· ἡ γὰρ δύναμις αὐτοῦ μεγίστη ἐστί· | |
| ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· | 026 |
| ἀλλ᾽ ἄγετε ὥσπερ ἂν αὐτὸς εἴπω, πεισθῶμεν καὶ ὑπακούσωμεν ἅπαντες· | |
| φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· | 027 |
| φεύγωμεν μετὰ τῶν νεῶν εἰς τὴν πατρίδα τὴν ἀγαπητὴν γῆν, | |
| οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν. | 028 |
| οὐκέτι γὰρ ἐκπορθήσομεν τὴν πλατείας ὁδοὺς ἔχουσαν Ἴλιον. | |
| ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. | 029 |
| οὕτως εἶπεν· οὗτοι δὲ πάντες ἀχανεῖς καὶ ἥσυχοι παντελῶς ἐγένοντο σιωπῇ. | |
| δὴν δ' ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν· | 030 |
| ἐπὶ πολὺ δὲ ἄφωνοι ἦσαν λυπούμενοι οἱ υἱοὶ τῶν Ἑλλήνων· | |
| ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· | 031 |
| μετὰ χρόνον δὲ ἱκανὸν εἶπεν ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης· | |
| Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι, | 032 |
| ὦ υἱὲ τοῦ Ἀτρέως, σοὶ πρῶτον ἐναντιωθήσομαι ἀνοηταίνοντι, | |
| ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς. | 033 |
| ὡς ἔστιν εἰκός, βασιλεῦ, ἔν γε τῇ ἐκκλησίᾳ καὶ δημηγορίᾳ, σὺ δὲ μηδαμῶς ὀργισθῇς· | |
| ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι | 034 |
| πρώην μέν μοι ὠνείδισας τὴν ἰσχὺν ἐν τοῖς Ἕλλησιν | |
| φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα | 035 |
| εἰπὼν εἶναι ἄπειρον πολέμου καὶ ἀσθενῆ· ταῦτα δὲ πάντα | |
| ἴσασ' Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες. | 036 |
| οἴδασιν οἵ τε νεώτεροι, καὶ πρεσβύτεροι τῶν Ἑλλήνων· | |
| σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω· | 037 |
| σοὶ δὲ μεμερισμένως ἔδωκεν ὁ υἱὸς τοῦ Κρόνου τοῦ σκολιὰ βουλευομένου· | |
| σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων, | 038 |
| παρέσχετο μέν σοι βασιλείᾳ τιμᾶσθαι ὑπὲρ πάντας, | |
| ἀλκὴν δ' οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον. | 039 |
| ἰσχὺν δὲ οὐδαμῶς σοι παρέσχετο, ὅπερ ἐστὶ μέγιστον κράτος. | |
| δαιμόνι' οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν | 040 |
| ὦ εὔδαιμον καὶ μάκαρ, οὕτω δὴ πάνυ ὑπολαμβάνεις τοὺς υἱοὺς τῶν Ἑλλήνων | |
| ἀπτολέμους τ' ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις; | 041 |
| ἀπείρους πολέμου εἶναι καὶ ἀσθενεῖς, ὡς λέγεις; | |
| εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι | 042 |
| εἰ δέ σοι αὐτῷ ἡ ψυχὴ ὁρμᾷ καὶ ἐφίεται ὥστε ἀπέρχεσθαι, | |
| ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης | 043 |
| πορεύου, πάρεστί σοι ἡ ὁδός, αἱ νῆες δέ σοι ἐγγὺς τῆς θαλάσσης | |
| ἑστᾶσ', αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί. | 044 |
| ἵστανται, αἵτινές σοι ἠκολούθουν ἐκ τῆς Μυκήνης πάνυ πολλαί· | |
| ἀλλ' ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ | 045 |
| ἀλλὰ οἱ ἄλλοι Ἕλληνες οἱ τὰς κεφαλὰς κομῶντες μενοῦσιν, | |
| εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ | 046 |
| ἕως ἂν τὴν Ἴλιον ἐκπορθήσωμεν· εἰ δὲ καὶ αὐτοί, | |
| φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· | 047 |
| θέλουσι δηλονότι φυγεῖν, φευγέτωσαν ἐν ταῖς ναυσὶν εἰς τὴν πατρίδα τὴν ἀγαπητὴν γῆν· | |
| νῶϊ δ' ἐγὼ Σθένελός τε μαχησόμεθ' εἰς ὅ κε τέκμωρ | 048 |
| ἡμεῖς δέ, ἐγώ τε καὶ Σθένελος πολεμήσομεν, ἕως ἂν τὸ τέλος | |
| Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν. | 049 |
| τῆς Ἰλίου καταλάβωμεν· σὺν τῷ θεῷ ἐνθάδε παρεγενόμεθα. | |
| ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν | 050 |
| οὕτως εἶπεν. οἱ υἱοὶ δὲ τῶν Ἑλλήνων ἅπαντες ἐπεβόησαν, | |
| μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο. | 051 |
| θαυμάσαντες τὸν λόγον τοῦ ἱππικοῦ Διομήδους· | |
| τοῖσι δ' ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ· | 052 |
| ἐν τούτοις δὲ ἀναστὰς ἔλεγεν ὁ ἱππικὸς Νέστωρ· | |
| Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι, | 053 |
| ὦ υἱὲ τοῦ Τυδέως, περισσῶς μὲν ἐν πολέμῳ ὑπάρχεις ἰσχυρός, καὶ ἀνδρεῖος, | |
| καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος. | 054 |
| καὶ ἐν βουλῇ δὲ ὑπὲρ πάντας τοὺς τὴν αὐτήν σοι ἡλικίας ἔχοντας ὑπάρχεις ἄριστος· | |
| οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί, | 055 |
| οὐδείς σοι τὸν λόγον μέμψεται ἀπὸ τῶν Ἑλλήνων, ὅσοι εἰσίν, | |
| οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων. | 056 |
| οὐδὲ ἐναντιωθήσεται· οὔπω γε μὴν τὸ τῶν λόγων τέλος κατέλαβες, | |
| ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης | 057 |
| ὄντως που καὶ νέος ὑπάρχεις, ἐμὸς δὲ καὶ ὑιὸς ἂν γένοιο, | |
| ὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζεις | 058 |
| νεώτερος ἡλικίᾳ· συνετὰ δὲ καὶ νουνεχῆ φθέγγῃ, ἐπειδὴ κατὰ τὸ εἰκὸς εἶπας | |
| Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες. | 059 |
| καὶ ὠνείδισας τοὺς βασιλεῖς τῶν Ἑλλήνων· | |
| ἀλλ' ἄγ' ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι, | 060 |
| ἀλλ᾽ ἄγε αὐτός, ὃς πρεσβύτερός σου καὐχῶμαι τυγχάνειν, | |
| ἐξείπω καὶ πάντα διίξομαι· οὐδέ κέ τίς μοι | 061 |
| λαλήσω καὶ πάντα διεξέλθω, οὐδέ τις μοι | |
| μῦθον ἀτιμήσει', οὐδὲ κρείων Ἀγαμέμνων. | 062 |
| τὸν λόγον ἀτιμάσει, οὐδὲ Ἀγαμέμνων ὁ βασιλεύς. | |
| ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος | 063 |
| συγγενῶν ἐστερημένος, καὶ ἄδικος, καὶ ἄοικος, καὶ ἄπολις ὑπάρχει ἐκεῖνος, | |
| ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος. | 064 |
| ὅς τις ἐμφυλίου πολέμου τοῦ χαλεποῦ ἐρᾷ καὶ ἐφίεται· | |
| ἀλλ' ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ | 065 |
| ἀλλὰ νυνὶ μέν τοι πεισθῷμεν τῇ σκοτεινῇ νυκτί, | |
| δόρπά τ' ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι | 066 |
| καὶ δειπνοποιησώμεθα, πάντες δὲ οἱ φύλακες | |
| λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός. | 067 |
| κοιμηθήτωσαν παρὰ τὴν ὀρωρυγμένην τάφρον, ἔξω τοῦ τοίχους· | |
| κούροισιν μὲν ταῦτ' ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα | 068 |
| τοῖς μὲν οὖν νεωτέροις ταῦτα ἐπιτάττω· μετὰ ταῦτα δέ, | |
| Ἀτρεΐδη σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι. | 069 |
| ὦ υἱὲ τοῦ Ἀτρέως, σὺ μὲν (δὴ) ἄρχου, σὺ γὰρ εἶ βασιλικώτερος πάντων, | |
| δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές. | 070 |
| παρασκεύαζε εὐωχίαν τοῖς γέρουσι, πρέπει σοι, οὐκ ἀπρεπές σοί ἐστι· | |
| πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν | 071 |
| πλήρεις σοι αἱ σκηναὶ οἴνου, ὃν αἱ νῆες τῶν Ἑλλήνων | |
| ἠμάτιαι Θρῄκηθεν ἐπ' εὐρέα πόντον ἄγουσι· | 072 |
| αὐθημεριναὶ (καθ᾿ ἑκάστην ἡμέραν) φέρουσιν ἐκ τῆς Θρᾴκης κατά τὸν πλατὺν πόντον· | |
| πᾶσά τοί ἐσθ' ὑποδεξίη, πολέεσσι δ' ἀνάσσεις. | 073 |
| ὑπάρχει σοι πᾶσα χορηγία πρὸς ὑποδοχήν, πολλῶν δὲ βασιλεύεις· | |
| πολλῶν δ' ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην | 074 |
| πολλῶν δὲ συνηθροισμένων, τούτῳ πείσθητι (πείσῃ), ὃς ἂν ἀρίστην | |
| βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς | 075 |
| βουλὴν συμβουλεύσῃ, πάνυ δὲ χρεία πᾶσι τοῖς Ἕλλησι | |
| ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν | 076 |
| βουλῆς ἀγαθῆς, καὶ συνετῆς· ἐπειδὴ οἱ ἐχθροὶ ἐγγὺς τῶν πλοίων | |
| καίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε; | 077 |
| καίουσι πυρκαϊὰς πολλάς· τίς ἂν ταῦτα χαρείη; | |
| νὺξ δ' ἧδ' ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει. | 078 |
| οἷον, τίς οὐκ ἂν κλαύσειε; ἡ παροῦσα νὺξ ἢ διαφθερεῖ καὶ ἀφανίσει τὸν στρατόν, ἢ σώσει. | |
| ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο. | 079 |
| οὕτως εἶπεν· οὗτοι δὲ πάνυ ἐπήκουσαν αὐτοῦ καὶ ἐπείσθησαν. | |
| ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο | 080 |
| φύλακες δὲ σὺν τοῖς ὅπλοις ἐξωρμῶντο; | |
| ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν, | 081 |
| οἱ περὶ τὸν Θρασυμήδεα τὸν υἱὸν τοῦ Νέστορος τὸν βασιλέα τῶν λαῶν, | |
| ἠδ' ἀμφ' Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος | 082 |
| καὶ τὸν Ἀσκάλαφον, καὶ τὸν Ἰάλμενον τοὺς υἱοὺς τοῦ Ἄρεος, | |
| ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε, | 083 |
| καὶ οἱ περὶ τὸν Μηριόνην, καὶ τὸν Ἀφαρῆα, καὶ τὸν Δηΐπυρον, | |
| ἠδ' ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον. | 084 |
| καὶ οἱ περὶ τὸν υἱὸν τοῦ Κρείοντος τὸν ἔνδοξον Λυκομήδη. | |
| ἕπτ' ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ | 085 |
| ἑπτὰ ἦσαν οἱ ἡγεμόνες τῶν φυλάκων, μεθ᾿ ἑκάστου δὲ ἑκατὸν | |
| κοῦροι ἅμα στεῖχον δολίχ' ἔγχεα χερσὶν ἔχοντες· | 086 |
| νέοι ἐπορεύοντο, δόρατα μακρὰ ἐν χερσὶν ἔχοντες· | |
| κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες· | 087 |
| κατὰ τὸ μέσον δὲ τῆς τάφρου καὶ τοῦ τείχους ἐλθόντες ἐκάθισαν· | |
| ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος. | 088 |
| ἐκεῖ δὲ πῦρ ἀνῆψαν, ἕκαστος δὲ δεῖπνον παρετίθεντο. | |
| Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν | 089 |
| ὁ υἱὸς δὲ τοῦ Ἀτρέως τοὺς γέροντας (ἐντίμους) τῶν Ἑλλήνων ἦγε συνηγμένους | |
| ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα. | 090 |
| εἰς τὴν σκηνήν, παρετίθει δὲ αὐτοῖς εὐωχίαν δαψιλῆ τε καὶ προσηνῆ | |
| οἳ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. | 091 |
| οὗτοι δὲ ἐπὶ τὰ προκείμενα ηὐτρεπισμένα βρώματα τὰς χεῖρας ἔβαλλον. | |
| αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, | 092 |
| ἐπεὶ δὲ τῆς πόσεως καὶ τῆς βρώσεως τὴν ἐπιθυμίαν ἐπλήρωσαν, | |
| τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν | 093 |
| τούτοις πρὸ πάντων ἤρχετο συνείρειν καὶ ἀπαρτίζειν λόγον ὁ γέρων | |
| Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή· | 094 |
| ὁ Νέστωρ, οὗ δὴ καὶ πρότερον ἡ βουλὴ βελτίστη ἐδόκει· | |
| ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· | 095 |
| ὃς καλῶς φρονῶν ἐδημηγόρησε καὶ εἶπεν ἐν αὐτοῖς· | |
| Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον | 096 |
| ὦ ἐνδοξότατε υἱὲ τοῦ Ἀτρέως βασιλεῦ τῶν ἀνδρῶν Ἀγάμεμνον, | |
| ἐν σοὶ μὲν λήξω, σέο δ' ἄρξομαι, οὕνεκα πολλῶν | 097 |
| ἐκ σοῦ ἄρξομαι καὶ εἰς σὲ καταλήξω, διότι πολλῶν | |
| λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε | 098 |
| λαῶν βασιλεὺς ὑπάρχεις, καί σοι ὁ Ζεὺς ἐνεχείρισε | |
| σκῆπτρόν τ' ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα. | 099 |
| τήν τε βασιλείαν καὶ τὰς δίκας, ὅπως αὐταῖς συμβουλεύῃς, | |
| τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδ' ἐπακοῦσαι, | 100 |
| δι᾿ ὅ σε δεῖ περισσῶς (ἀπηρτισμένως) λόγον τε εἰπεῖν καὶ ἐπακοῦσαι, | |
| κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτ' ἄν τινα θυμὸς ἀνώγῃ | 101 |
| τελειῶσαι δὲ καὶ ἄλλῳ, ὅταν τινὰ ἡ ψυχὴ προτρέπῃ | |
| εἰπεῖν εἰς ἀγαθόν· σέο δ' ἕξεται ὅττί κεν ἄρχῃ. | 102 |
| εἰπεῖν τι ἀγαθόν· ἐκ σοῦ δὲ γίνεται ὅ, τι περ ἂν τῆς παραινέσεως ἄρχῃ καὶ κρατύνηται. | |
| αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. | 103 |
| ἐγὼ δὲ λέξω, ὥσπερ μοι δοκεῖ βέλτιστα εἶναι, | |
| οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει | 104 |
| οὐδεὶς γὰρ ἄλλος νοήσει νοῦν βελτίονα τούτου, | |
| οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδ' ἔτι καὶ νῦν | 105 |
| ὁποῖον ἔγωγε νοῶ, καὶ πάλαι καὶ νῦν ἔτι, | |
| ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην | 106 |
| ἐξ ἐκείνου τοῦ χρόνου, ἡνίκα τὴν τοῦ Βρισέως θυγατέρα, | |
| χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας | 107 |
| τοῦ εὐγενοῦς Ἀχιλλέως μάλα ὀργιζομένου, ἐκ τῆς σκηνῆς ἀφελόμενος ᾤχου, | |
| οὔ τι καθ' ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε | 108 |
| οὐδαμῶς καθ᾿ ἡμέτερόν γε σκοπόν· πάνυ γάρ σοι ἐγὼ | |
| πόλλ' ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ | 109 |
| πολλὰ ἀπηγόρευον, σὺ δὲ τῷ σῷ μεγαλόφρονι θυμῷ | |
| εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, | 110 |
| ὑπακούσας, ἄνδρα κράτιστον, ὃν οἱ ἀθάνατοι θεοὶ ἐτίμησαν, | |
| ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλ' ἔτι καὶ νῦν | 111 |
| ἠτίμασας, καὶ ἐξουθένισας· ἀφελόμενος γὰρ ἔχεις τὴν ἐξαίρετον αὐτοῦ τιμήν. | |
| φραζώμεσθ' ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν | 112 |
| ἀλλ᾽ ἔτι κἀπὶ τοῦ παρόντος σκοπῶμεν, ὅπως ἂν αὐτὸν φιλοφρονησάμενοι, καταπείσαιμεν | |
| δώροισίν τ' ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι. | 113 |
| δώροις τε πραϋντικοῖς, καὶ λόγοις προσηνέσι. | |
| τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 114 |
| πρὸς τοῦτον δὲ εἶπεν ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων· | |
| ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας· | 115 |
| ὦ γέρον, οὐδαμῶς ψευδόμενος κατέλεξας | |
| ἀασάμην, οὐδ' αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν | 116 |
| τὰς ἐμὰς βλάβας· βέβλαμμαι· οὐδ᾽ αὐτὸς ἀρνοῦμαι· ἀντὶ πολλῶν δὴ | |
| λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ, | 117 |
| λαῶν ἐστιν ὁ ἀνήρ, ὃν ἂν ὁ Ζεὺς ἀγαπήσῃ ἐν τῇ ψυχῇ, | |
| ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν. | 118 |
| ὥσπερ νῦν τοῦτον ἐτίμησεν, ἀπώλεσε δὲ τὸν λαὸν τῶν Ἑλλήνων. | |
| ἀλλ' ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας, | 119 |
| ἀλλ᾽ ἐπειδὴ βέβλαμμαι, λογισμοῖς ὀλεθρίοις πεισθείς, | |
| ἂψ ἐθέλω ἀρέσαι δόμεναί τ' ἀπερείσι' ἄποινα. | 120 |
| πάλιν βούλομαι εὐάρεστον καταστῆσαι, καὶ δοῦναι ἄπειρα δῶρα· | |
| ὑμῖν δ' ἐν πάντεσσι περικλυτὰ δῶρ' ὀνομήνω | 121 |
| ἐν πᾶσι δὲ ὑμῖν ὀνομάσω τὰ ὑπερένδοξα δῶρα. | |
| ἕπτ' ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα, | 122 |
| ἑπτὰ λέβητας, τρίποδας κρατηροειδεῖς, μήπω εἰς πῦρ ἐμβληθέντας, δέκα δὲ τάλαντα χρυσοῦ, | |
| αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ' ἵππους | 123 |
| λέβητας δὲ ἑξάποδας λαμπροὺς εἴκοσιν, ἵππους δὲ δώδεκα, | |
| πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο. | 124 |
| εὐτραφεῖς καὶ μεγάλους, ἆθλα ἀποφέρεσθαι δυναμένους, οἳ ἆθλα τοῖς ποσὶν ἀπηνέγκαντο· | |
| οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο, | 125 |
| οὐκ ἂν πένης ὑπάρχοι ὁ ἀνήρ, ᾧ τοσαῦτα γένοιντο, | |
| οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο, | 126 |
| οὐδ᾽ ἂν ἐνδεὴς πολυτίμου χρυσοῦ, | |
| ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι. | 127 |
| ὅσα μοι ἆθλα ἀπηνέγκαντο οἱ μονώνυχες ἵπποι· | |
| δώσω δ' ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας | 128 |
| δώσω δὲ γυναῖκας ἑπτὰ ἔργα καλὰ ἐπισταμένας, | |
| Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς | 129 |
| ἐκ Λέσβου οὔσας, ἃς ὁπηνίκα εἷλεν αὐτὸς τὴν καλῶς οἰκουμένην Λέσβον, | |
| ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν. | 130 |
| ἐκλεξάμενος ἔλαβον, αἳ τὰ τῶν γυναικῶν γένη κάλλει ἐνίκων. | |
| τὰς μέν οἱ δώσω, μετὰ δ' ἔσσεται ἣν τότ' ἀπηύρων | 131 |
| ταύτας μὲν αὐτῷ δώσω, μετὰ ταῦτα δὲ προσέσται καί, ἣν ποτε ἀφειλόμην, | |
| κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι | 132 |
| ἡ θυγάτηρ τοῦ Βρισέως, καὶ ἐπομοῦμαι ὅρκον μέγαν, | |
| μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι, | 133 |
| μήποτε ἐπιβῆναι τῆς κοίτης αὐτῆς καὶ συμμιγῆναι, | |
| ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν. | 134 |
| οἷα νόμος ἐστὶν ἀνθρώπων ἀνδρῶν τε καὶ γυναικῶν. | |
| ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε | 135 |
| ταῦτα μὲν νῦν εὐθέως πάντα παρέσται· ἐὰν δὲ μετέπειτα | |
| ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ' ἀλαπάξαι, | 136 |
| παράσχωσιν οἱ θεοὶ ἐκπορθῆσαι τὴν μεγάλην πόλιν τοῦ Πριάμου, | |
| νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω | 137 |
| ναῦν πλήρη χρυσοῦ καὶ χαλκοῦ ἐπισωρευσάτω, | |
| εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδ' Ἀχαιοί, | 138 |
| εἰσελθὼν, ὅταν μεριζώμεθα τὴν λαφυραγωγίαν οἱ Ἕλληνες· | |
| Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω, | 139 |
| γυναῖκας δὲ Τρῳάδας εἴκοσι λαβέτω αὐτός, | |
| αἴ κε μετ' Ἀργείην Ἑλένην κάλλισται ἔωσιν. | 140 |
| αἵτινες ἂν ὡραιόταται ὦσι μετὰ τὴν Ἑλληνίδα Ἑλένην· | |
| εἰ δέ κεν Ἄργος ἱκοίμεθ' Ἀχαιϊκὸν οὖθαρ ἀρούρης | 141 |
| ἐὰν δὲ εἰς τὸ Ἄργος ἀφικώμεθα τὸ Ἀχαϊκὸν τὸ τροφιμώτερον τῆς γῆς, | |
| γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ, | 142 |
| γαμβρὸς ἄν μοι γένοιτο, τιμήσω δὲ αὐτὸν ὁμοίως τῷ Ὀρέστῃ, | |
| ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ. | 143 |
| ὅστις μοι μονογενὴς ἀνατρέφεται ἐν πολλῇ τρυφῇ· | |
| τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ | 144 |
| τρεῖς δὲ θυγατέρες μοι ὑπάρχουσιν ἐν τῷ καλῶς ᾠκοδομημένῳ οἴκῳ, | |
| Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, | 145 |
| Χρυσόθεμις, καὶ Λαοδίκη, καὶ Ἰφιάνασσα· | |
| τάων ἥν κ' ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω | 146 |
| τούτων ἣν ἂν ἐθέλῃ, ἀγαπητὴν γυναῖκα ἄνευ προικὸς ἀγέσθω | |
| πρὸς οἶκον Πηλῆος· ἐγὼ δ' ἐπὶ μείλια δώσω | 147 |
| εἰς τὸν οἶκον τοῦ Πηλέως· ἐγὼ δὲ ἐπιδώσω προικῷα πράγματα | |
| πολλὰ μάλ', ὅσσ' οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί· | 148 |
| πάνυ πολλά, ὅσα οὐδείς πω τῇ ἑαυτοῦ ἐπέδωκε θυγατρί· | |
| ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα | 149 |
| ἑπτὰ δὲ αὐτῷ δώσω καλῶς οἰκούμενα πολίσματα, | |
| Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν | 150 |
| Καρδαμύλην, καὶ Ἐνόπην, καὶ τὴν εὐβότανον Ἱεράν, | |
| Φηράς τε ζαθέας ἠδ' Ἄνθειαν βαθύλειμον | 151 |
| καὶ τὰς ἄγαν θείας Φηράς, καὶ τὴν βαθὺν λειμῶνα ἔχουσαν Ἄνθειαν, | |
| καλήν τ' Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν. | 152 |
| καὶ τὴν ὡραίαν Αἴπειαν καὶ τὴν πολλὰς ἀμπέλους ἔχουσαν Πήδασον· | |
| πᾶσαι δ' ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος· | 153 |
| πᾶσαι δὲ ἐγγὺς τῆς θαλάσσης, τῆς ἀμμώδους Πύλου οἰκοῦνται· | |
| ἐν δ' ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται, | 154 |
| ἐν αὐταῖς δὲ οἰκοῦσιν ἄνδρες πολλὰ πρόβατα, καὶ πολλὰς βόας ἔχοντες, | |
| οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι | 155 |
| οἳ καὶ τιμήσουσιν αὐτόν, ὥσπερ θεόν, δώροις καὶ ἀπαρχαῖς τῶν ὄντων, | |
| καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας. | 156 |
| καὶ ὑπὸ τὴν βασιλείαν αὐτῷ λαμπρούς τελοῖεν ἂν φόρους. | |
| ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο. | 157 |
| ταῦτα τελειώσαιμ᾽ ἂν αὐτῷ παυσαμένῳ τῆς ὀργῆς· | |
| δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδ' ἀδάμαστος, | 158 |
| πρᾷος καὶ ἐπιεικὴς γενέσθω· ὁ Ἅιδης γε ἐστὶ σκληρός, καὶ ἀμείλικτος, καὶ ἀνυπότακτος· | |
| τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων· | 159 |
| τούτου χάριν καὶ τοῖς ἀνθρώποις ὑπάρχει ἔχθιστος πάντων τῶν θεῶν· | |
| καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι | 160 |
| καὶ ὑποταγήτω μοι καθόσον βασιλικώτερός εἰμι, | |
| ἠδ' ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι. | 161 |
| καθ᾽ ὅσον ἡλικίᾳ πρεσβύτερος καυχῶμαι ὑπάρχειν. | |
| τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· | 162 |
| πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετὰ ταῦτα ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ· | |
| Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον | 163 |
| ὦ ἐνδοξότατε ὑπὲ τοῦ Ἀτρέως βασιλεῦ τῶν ἀνδρῶν Ἀγάμεμνον, | |
| δῶρα μὲν οὐκέτ' ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι· | 164 |
| δῶρα μὲν οὐδαμῶς φαῦλα καὶ μεμπτὰ δίδως τῷ βασιλεῖ Ἀχιλλεῖ· | |
| ἀλλ' ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα | 165 |
| ἀλλ ἄγετε πρέσβεις ἐξ ὀνόματος διεγείρωμεν· οἳ τάχιστ’ ἂν | |
| ἔλθωσ' ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος. | 166 |
| παραγένωνται εἰς τὴν σκηνὴν τοῦ Ἀχιλλέως τοῦ υἱοῦ τοῦ Πηλέως· | |
| εἰ δ' ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων. | 167 |
| ἄγε δὲ οὓς ἂν ἐγὼ ἐπικρίνω καὶ ἐκλέξωμαι· οὗτοι δὲ πεισθήτωσαν. | |
| Φοῖνιξ μὲν πρώτιστα Διὶ φίλος ἡγησάσθω, | 168 |
| πρῶτον μὲν ὁ Φοῖνιξ ὁ φίλος τοῦ Διὸς προπορευέσθω, | |
| αὐτὰρ ἔπειτ' Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς· | 169 |
| μετὰ ταῦτα δέ, Αἴας ὁ μέγας, καὶ ὁ ἔνδοξος Ὀδυσσεύς· | |
| κηρύκων δ' Ὀδίος τε καὶ Εὐρυβάτης ἅμ' ἑπέσθων. | 170 |
| ἀπὸ τῶν κηρύκων δέ, ὅ τε Ὅδιος καὶ ὁ Εὐρυβάτης παρεπέσθωσαν· | |
| φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε, | 171 |
| ἐνέγκατε δὲ ὕδωρ ταῖς χερσίν, εὐλογῆσαι δὲ κελεύετε, | |
| ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθ', αἴ κ' ἐλεήσῃ. | 172 |
| ὅπως τῷ Διὶ τῷ υἱῷ τοῦ Κρόνου εὐξώμεθα ἵν᾽ ἐλεήσῃ. | |
| ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν. | 173 |
| οὕτως εἶπε· τούτοις δὲ ἅπασι λόγον ἀρέσκοντα εἶπεν. | |
| αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, | 174 |
| εὐθὺς δὲ κήρυκες μὲν ὕδωρ κατὰ χειρῶν ἔχεαν· | |
| κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, | 175 |
| οἱ νέοι δὲ τοὺς κρατῆρας ἐπλήρωσαν ποτοῦ, | |
| νώμησαν δ' ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν. | 176 |
| διένειμαν δὲ πᾶσι ταῖς κύλιξιν ἀρχὴν ποιήσαντες· | |
| αὐτὰρ ἐπεὶ σπεῖσάν τ' ἔπιόν θ' ὅσον ἤθελε θυμός, | 177 |
| ἐπεὶ δὲ ἔσπεισαν τῷ θεῷ, καὶ ἔπιον ὅσον ἤθελεν ἡ προαίρεσις, | |
| ὁρμῶντ' ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο. | 178 |
| ὥρμησαν ἐκ τῆς σκηνῆς Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως. | |
| τοῖσι δὲ πόλλ' ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ | 179 |
| τούτοις δὲ πολλὰ ἐνετέλλετο ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ, | |
| δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα, | 180 |
| κατὰ τὸ δέον διαιρῶν καὶ διαστρέφων τοὺς ὀφθαλμούς, ἤτοι νεύων ἑκάστῳ, μάλιστα δὲ τῷ Ὀδυσσεῖ, | |
| πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα. | 181 |
| πειρᾶσθαι, ὅπως καταπείσειαν τὸν ἄμεμπτον υἱὸν τοῦ Πηλέως. | |
| τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης | 182 |
| οὗτοι δὲ ἐπορεύθησαν πλησίον τοῦ αἰγιαλοῦ τῆς πολυταράχου θαλάσσης, | |
| πολλὰ μάλ' εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ | 183 |
| πάνυ πολλὰ εὐχόμενοι Ποσειδῶνι τῷ ἐπιβεβηκότι τῆς γῆς, | |
| ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο. | 184 |
| ῥᾳδίως καταπείσειν τὴν μεγάλην διάνοιαν τοῦ ἐγγόνου τοῦ Αἰακοῦ. | |
| Μυρμιδόνων δ' ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, | 185 |
| παρεγένοντο δὲ εἰς τὰς σκηνὰς καὶ τὰς ναῦς τῶν Μυρμιδόνων· | |
| τὸν δ' εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ | 186 |
| εὗρον δὲ αὐτὸν εὐφραινόμενον κατὰ διάνοιαν κιθάρᾳ ὀξυφθόγγῳ, ὡραίᾳ, | |
| καλῇ δαιδαλέῃ, ἐπὶ δ' ἀργύρεον ζυγὸν ἦεν, | 187 |
| ποικίλως καὶ φιλοτέχνως κατεσκευασμένῃ, ζυγὸν δὲ ἐπῆν καὶ ἐπέκειτο αὐτῇ ἀργυροῦν, | |
| τὴν ἄρετ' ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας· | 188 |
| ἣν εἵλετο ἐκ τῶν λαφύρων, ἐκπορθήσας τὴν πόλιν τοῦ Ἠετίωνος. | |
| τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δ' ἄρα κλέα ἀνδρῶν. | 189 |
| ταύτῃ οὗτος τὴν ψυχὴν ἥδαινε, ᾖδε δὲ τὰς ἀνδραγαθίας τῶν ἀνδρῶν. | |
| Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ, | 190 |
| Πάτροκλος δ᾽ αὐτῷ μόνος ἀπαντικρὺ ἐκάθητο σιωπῶν, | |
| δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων, | 191 |
| ἐκδεχόμενος τὸν ἔγγονον τοῦ Αἰακοῦ πότε παύσειεν ᾄδων. | |
| τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς, | 192 |
| οὗτοι δὲ παρεγένοντο προσωτέρω, προηγεῖτο δὲ ὁ ἔνδοξος Ὀδυσσεύς· | |
| στὰν δὲ πρόσθ' αὐτοῖο· ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεὺς | 193 |
| ἔστησαν δὲ ἔμπροσθεν αὐτοῦ· ἐκπλαγεὶς δὲ ὁ Ἀχιλλεύς ἀνώρμησε | |
| αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν. | 194 |
| σὺν αὐτῇ τῇ κιθάρᾳ, καταλιπὼν τὴν καθέδραν, ὅπου ἐκάθητο· | |
| ὣς δ' αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη. | 195 |
| ὡσαύτως δὲ καὶ ὁ Πάτροκλος, ἐπειδὴ ἐθεάσατο τοὺς ἄνδρας ἀνέστη· | |
| τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 196 |
| πρὸς οὓς καὶ δεξιούμενος ὁ κατὰ πόδας ταχὺς Ἀχιλλεὺς εἶπε. | |
| χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ, | 197 |
| χαίρετε, ὄντως που ἄνδρες προσφιλεῖς παρεγένεσθε· ὄντως πού τινος πάνυ χρεία· | |
| οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον. | 198 |
| οἵτινες καίπερ ὀργιζομένῳ μοι φίλτατοι τῶν Ἑλλήνων ὑπάρχετε. | |
| ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς, | 199 |
| οὕτω δὴ εἰπὼν, προσωτέρω ἦγεν αὐτοὺς ὁ ἔνδοξος Ἀχιλλεύς, | |
| εἷσεν δ' ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν. | 200 |
| ἐκάθισε δὲ αὐτοὺς ἐν ταῖς καθέδραις καὶ τοῖς πορφυροῖς τάπησιν· | |
| αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα· | 201 |
| αὐτίκα δὲ πρὸς τὸν Πάτροκλον ἔλεγεν πλησίον ὄντα· | |
| μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα, | 202 |
| μείζονα νῦν κρατῆρα εὐτρέπιζε, ὦ υἱὲ τοῦ Μενοιτίου, | |
| ζωρότερον δὲ κέραιε, δέπας δ' ἔντυνον ἑκάστῳ· | 203 |
| ἀκρατότερον δὲ κεράννυε, ποτήριον δὲ εὐτρέπισον ἑκάστω, | |
| οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ. | 204 |
| οἱ γὰρ φίλτατοι ἄνδρες ὑπὸ τῷ ἐμῷ δόμῳ εἰσίν. | |
| ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ. | 205 |
| οὕτως εἶπεν· ὁ Πάτροκλος δὲ ὑπήκουε τῷ ἀγαπητῷ φίλῳ· | |
| αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ, | 206 |
| ἀγγεῖον δὲ μέγα, εἰς ὃ κρέα ἐνεβάλλετο, κατέβαλεν οὗτος ἐν τῷ φωτὶ τοῦ πυρός, | |
| ἐν δ' ἄρα νῶτον ἔθηκ' ὄϊος καὶ πίονος αἰγός, | 207 |
| ἐνέβαλε δὲ νῶτον προβάτου καὶ αἰγὸς λιπαρᾶς, | |
| ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ. | 208 |
| ἐνέβαλε δὲ καὶ ῥάχιν ἀγρίου χοίρου εὐτραφοῦς, θάλλουσαν λίπει· | |
| τῷ δ' ἔχεν Αὐτομέδων, τάμνεν δ' ἄρα δῖος Ἀχιλλεύς. | 209 |
| ταῦτα δὲ κατεῖχεν ὁ Αὐτομέδων, ἔκοπτε δὲ ὁ ἔνδοξος Ἀχιλλεύς, | |
| καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφ' ὀβελοῖσιν ἔπειρε, | 210 |
| καὶ ταῦτα μὲν καλῶς εἰς μέρη μικρὰ ἔκοψε, καὶ περιέπειρεν ὀβελοῖς· | |
| πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς. | 211 |
| ὁ υἱὸς δὲ τοῦ Μενοιτίου ὁ ἰσόθεος ἀνὴρ πῦρ μέγα ἀνῆπτεν· | |
| αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη, | 212 |
| ἐπεὶ δὲ κατεκάη τὸ πῦρ καὶ ἡ φλὸξ ἐξέλιπε, | |
| ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε, | 213 |
| ἄνθρακας στρώσας καὶ ὑφαπλώσας, ἐξέτεινε ὑπεράνωθεν τοὺς ὀβελούς, | |
| πάσσε δ' ἁλὸς θείοιο κρατευτάων ἐπαείρας. | 214 |
| ἔπασσε δὲ ἁλὶ θείῳ ἀνέχων ἐπὶ τῶν βάσεων, ἤτοι τῶν λίθων ἐφ᾽ ὧν οἱ ὀβελίσκοι τίθενται, ὀπτωμένων τῶν κρεῶν. | |
| αὐτὰρ ἐπεί ῥ' ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε, | 215 |
| ἐπειδὴ δὲ ὤπτησε, καὶ ἐν ταῖς μαγειρικαῖς τραπέζαις ἔχεεν, | |
| Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ | 216 |
| ὁ μὲν Πάτροκλος ἄρτον λαβὼν ἐπέθηκε μεμερισμένως τῇ τραπέζῃ | |
| καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς. | 217 |
| ἐν κανοῖς περικαλλέσιν, Ἀχιλλεὺς δὲ τὰ κρέα διεμέρισεν, | |
| αὐτὸς δ' ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο | 218 |
| αὐτὸς δὲ ἐκάθισεν ἀπαντικρὺ τοῦ θείου Ὀδυσσέως, | |
| τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει | 219 |
| τοῦ ἑτέρου τοίχου, τοῖς θεοῖς δὲ θῦσαι (ἀπάρξασθαι) ἐκέλευσε | |
| Πάτροκλον ὃν ἑταῖρον· ὃ δ' ἐν πυρὶ βάλλε θυηλάς. | 220 |
| Πάτροκλον τὸν ἑαυτοῦ φίλον, οὗτος δὲ ἔβαλεν ἐν τῷ πυρὶ τὰς ἀπαρχάς. | |
| οἳ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. | 221 |
| οὗτοι δὲ ἐπὶ τὰ προκείμενα εὐτρεπῆ βρώματα τὰς χεῖρας ἔβαλλον· | |
| αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, | 222 |
| ἐπεὶ δὲ τῆς πόσεως καὶ τῆς τροφῆς τὸν ἔρωτα ἐξεπλήρωσαν, | |
| νεῦσ' Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς, | 223 |
| ἔνευσεν ὁ Αἴας τῷ Φοίνικι, εἰ καιρός ἐστι λόγων, ἐνόησε δὲ ὁ ἔνδοξος Ὀδυσσεύς· | |
| πλησάμενος δ' οἴνοιο δέπας δείδεκτ' Ἀχιλῆα· | 224 |
| πληρώσας δὲ ποτήριον οἴνου ἐδεξιοῦτο τὸν Ἀχιλλέα, λέγων· | |
| χαῖρ' Ἀχιλεῦ· δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς | 225 |
| χαῖρε, ὦ Ἀχιλλεῦ, εὐωχίας μὲν κοινῆς οὐκ ἐνδεεῖς ἐσμεν | |
| ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο | 226 |
| ἔν τε τῇ σκηνῇ Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως, | |
| ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ | 227 |
| καὶ ἐνταῦθα νυνί· πάρεισι γὰρ πολλὰ προσηνῆ | |
| δαίνυσθ'· ἀλλ' οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν, | 228 |
| εὐωχεῖσθαι, ἀλλ᾽ οὐχ ἡμῖν διὰ φροντίδος εἰσὶν ἔργα εὐωχίας ἐπεράστου, | |
| ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες | 229 |
| ἀλλὰ πάνυ μέγα βλάβος ὁρῶντες, ὦ ἐνδοξότατε τεθραμμένε, | |
| δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι | 230 |
| δεδοίκαμεν, ἐν δυάδι δὲ τὰ ἡμέτερα ἢ σώσειν, ἢ ἀπολέσθαι | |
| νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν. | 231 |
| τὰς εὐκαθέδρους ναῦς, εἰ μὴ σύ γε ἐνδύσῃ τὴν εἰς τὸν πόλεμον ὁρμήν, | |
| ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο | 232 |
| πλησίον γὰρ τῶν νεῶν καὶ τοῦ τείχους τὴν ἔπαυλιν καὶ τὸ στρατόπεδον ἐποιήσαντο | |
| Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ' ἐπίκουροι | 233 |
| οἱ μεγαλόψυχοι Τρῷες, καὶ οἱ πόρρωθεν κεκλημένοι βοηθοί, | |
| κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδ' ἔτι φασὶ | 234 |
| ἀνάψαντες πολλὰς πυρκαϊὰς κατὰ τὸν στρατόν, οὐδὲ οἴονται ἡμᾶς ἔτι | |
| σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. | 235 |
| ἀνθέξειν, ἀλλ᾽ ἐν ταῖς μελαίναις ναυσὶ πεσεῖσθαι. | |
| Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων | 236 |
| ὁ Ζεὺς δὲ ὁ υἱὸς τοῦ Κρόνου σημεῖα δεξιὰ δεικνὺς αὐτοῖς | |
| ἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων | 237 |
| ἀστράπτει· ὁ Ἕκτωρ δὲ δυνάμει ἐπαιρόμενος, | |
| μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει | 238 |
| ἐνθουσιᾷ θαυμαστῶς, θαρρῶν τῷ Διί, οὐδὲ κατά τι τιμᾷ | |
| ἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν. | 239 |
| ἄνδρας, οὐδὲ θεούς, ἰσχυρὰ δὲ μανία αὐτὸν εἰσῄει, | |
| ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν· | 240 |
| εὔχεται δὲ πάνυ ταχέως φανῆναι τὴν ἔνδοξον ἡμέραν, | |
| στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα | 241 |
| ὑπισχνεῖται γὰρ ἀποκόψειν τὰ ἀκροστόλια τῶν νεῶν, | |
| αὐτάς τ' ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς | 242 |
| καὶ αὐτὰς κατακαύσειν πυρὶ μαραντικῷ, τοὺς Ἕλληνας δὲ | |
| δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ. | 243 |
| ἐξολοθρεύσειν παρ᾿ αὐταῖς ταραττομένους ὑπὸ καπνοῦ. | |
| ταῦτ' αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς | 244 |
| ταῦτα χαλεπῶς δέδια κατὰ λογισμόν, μήποτε τὰς ἀπειλὰς αὐτῷ | |
| ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη | 245 |
| τελειώσωσιν οἱ θεοί, ἡμῖν δὲ εἱμαρμένον ᾖ | |
| φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο. | 246 |
| ἀπολέσθαι ἐν τῇ Τροίῃ, πόρρω τοῦ ἱπποτρόφου Ἄργους. | |
| ἀλλ' ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν | 247 |
| ἀλλ' ἀνάστα, εἰ προθυμῇ, καίπερ ὀψέ, τοὺς υἱοὺς τῶν Ἑλλήνων | |
| τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ. | 248 |
| σῴζειν, καταπονουμένους ὑπὸ τοῦ θορύβου τῶν Τρῴων· | |
| αὐτῷ τοι μετόπισθ' ἄχος ἔσσεται, οὐδέ τι μῆχος | 249 |
| καὶ σοὶ γὰρ αὐτῷ μετὰ ταῦτα λύπη μεγάλη ἔσται, οὐδέ τινα μηχανὴν | |
| ῥεχθέντος κακοῦ ἔστ' ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν | 250 |
| ὥσπερ θεραπείαν ἐστὶν εὑρεῖν τοῦ κακοῦ γενομένου· ἀλλὰ πολλῷ πρότερον | |
| φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ. | 251 |
| σκόπει ὅπως ἂν ἀποσοβήσῃς τοῖς Ἕλλησι τὴν χαλεπὴν ἡμέραν. | |
| ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς | 252 |
| ὦ προσφιλέστατε, ὄντως που σοί γε Πηλεὺς ὁ πατὴρ ἐνετέλλετο | |
| ἤματι τῷ ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε· | 253 |
| τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτε σε ἐκ τῆς Φθίας ἔπεμπε τῷ Ἀγαμέμνονι οὕτως· | |
| τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη | 254 |
| ὦ τέκνον ἐμόν, ἰσχὺν μέν σοι καὶ νίκην ἡ Ἀθηνᾶ καὶ ἡ Ἥρα | |
| δώσουσ' αἴ κ' ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν | 255 |
| δωρήσονται, ἐὰν βούλωνται, σὺ δὲ τὸν μεγαλόφρονα θυμὸν | |
| ἴσχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων· | 256 |
| ἔπεχε καὶ κώλυε ἐν τῷ στήθει, τὸ γάρ τοι φίλια φρονεῖν κρεῖσσόν ἐστι, | |
| ληγέμεναι δ' ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλον | 257 |
| λῆγε δὲ φιλονεικίας κακοτρόπου, ὅπως σε μᾶλλον | |
| τίωσ' Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες. | 258 |
| τιμῶσιν καὶ οἱ νέοι καὶ οἱ γέροντες τῶν Ἑλλήνων. | |
| ὣς ἐπέτελλ' ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλ' ἔτι καὶ νῦν | 259 |
| οὕτως ἐπέταττεν ὁ γέρων, σὺ δέ ἐξελάθου· ἀλλ᾽ ἔτι κἂν τῷ παρόντι | |
| παύε', ἔα δὲ χόλον θυμαλγέα· σοὶ δ' Ἀγαμέμνων | 260 |
| λῆγε, παραιτοῦ δὲ τὴν ὀργὴν τὴν ποιοῦσαν ἀλγεῖν τὴν ψυχήν· σοὶ δὲ ᾽Ἀγαμέμνων | |
| ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο. | 261 |
| δῶρα ἄξια δίδωσι παυσαμένῳ τῆς ὀργῆς· | |
| εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω | 262 |
| εἰ δ᾽ἀμφιβάλλεις, σὺ μὲν ἄκουσόν μου, ἐγὼ δέ σοι πάντα διηκριβωμένως ἐρῶ, | |
| ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρ' Ἀγαμέμνων· | 263 |
| ὅσα σοι ἐν ταῖς σκηναῖς ὑπέσχετο δῶρα ὁ Ἀγαμέμνων· | |
| ἕπτ' ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα, | 264 |
| ἑπτὰ τρίποδας λέβητας κρατηροειδεῖς μήπω εἰς πῦρ ἐμβληθέντας, δέκα δὲ τάλαντα χρυσοῦ, | |
| αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ' ἵππους | 265 |
| λέβητας δὲ ἑξάποδας λαμπρούς, ἐμπυριβήτας, εἴκοσι, δώδεκα δὲ ἵππους | |
| πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο. | 266 |
| μέλανας, ἆθλα ἀποφέρεσθαι ἐπιτηδείους, οἵτινες ἆθλα τοῖς ποσὶν ἀπηνέγκαντο· | |
| οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο | 267 |
| οὐκ ἂν εἴη ἀκτήμων ὁ ἀνὴρ ἐκεῖνος, ᾧ τοσαῦτα γένοιντο, | |
| οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο, | 268 |
| οὐδ᾽ ἂν ἐνδεὴς πολυτίμου χρυσοῦ, | |
| ὅσσ' Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο. | 269 |
| ὅσα ἆθλα τοῖς ποσὶν ἀπηνέγκαντο οἱ τοῦ Ἀγαμέμνονος ἵπποι· | |
| δώσει δ' ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας | 270 |
| δώσει δὲ γυναῖκας ἑπτά, ἐπαινετὰ ἔργα ἐπισταμένας, | |
| Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς | 271 |
| ἐκ Λέσβου οὔσας, ἃς ὁπηνίκα τὴν καλῶς οἰκουμένην Λέσβον εἷλες αὐτός, | |
| ἐξέλεθ', αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν. | 272 |
| ἐκλεξάμενος ἔλαβεν, αἳ δὴ τότε ἐνίκων ὡραιότητι τὰ γένη τῶν γυναικῶν· | |
| τὰς μέν τοι δώσει, μετὰ δ' ἔσσεται ἣν τότ' ἀπηύρα | 273 |
| ταύτας μὲν οὖν σοι δώσει, προσέσται δὲ καὶ ἣν τότε ἀφείλετο, | |
| κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται | 274 |
| θυγατέρα τοῦ Βρισέως, καὶ ὅρκον μέγαν ἐπομόσει, | |
| μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι | 275 |
| μηδέποτε ἐπιβῆναι τῆς κοίτης αὐτῆς καὶ συμμιγῆναι, | |
| ἣ θέμις ἐστὶν ἄναξ ἤτ' ἀνδρῶν ἤτε γυναικῶν. | 276 |
| οἷα νόμος ἐστί, βασιλεῦ, ἀνδρῶν τε καὶ γυναικῶν. | |
| ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε | 277 |
| ταῦτα μὲν πάντα νῦν εὐθὺς παρέσονται· ἐὰν δὲ μετὰ ταῦτα | |
| ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ' ἀλαπάξαι, | 278 |
| παράσχωσιν οἱ θεοὶ ἐκπορθῆσαι τὴν μεγάλην πόλιν τοῦ Πριάμου, | |
| νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι | 279 |
| ναῦν πλήρη χρυσοῦ καὶ χαλκοῦ ἐπισώρευσον, | |
| εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδ' Ἀχαιοί, | 280 |
| εἰσελθὼν, ὅταν τὴν λαφυραγωγίαν ἀπομεριζώμεθα οἱ Ἕλληνες | |
| Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι, | 281 |
| γυναῖκας δὲ Τρῳάδας εἴκοσιν αὐτὸς ἑλοῦ (λάβε), | |
| αἵ κε μετ' Ἀργείην Ἑλένην κάλλισται ἔωσιν. | 282 |
| αἵτινες ἂν ὦσιν ὡραιόταται μετὰ τὴν Ἑλληνίδα Ἑλένην· | |
| εἰ δέ κεν Ἄργος ἱκοίμεθ' Ἀχαιϊκὸν οὖθαρ ἀρούρης | 283 |
| ἐὰν δὲ εἰς ῎Αργος ἀφικώμεθα τὸ Ἀχαϊκὸν τὸ τροφιμώτερον τῆς γῆς, | |
| γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ, | 284 |
| γαμβρὸς ἂν αὐτῷ γένοιο, τιμήσει δέ σε ὁμοίως τῷ Ὀρέστη, | |
| ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ. | 285 |
| ὃς αὐτῷ μονογενὴς ἀνατρέφεται ἐν πολλῇ τρυφῇ· | |
| τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ | 286 |
| τρεῖς δὲ αὐτῷ εἰσι θυγατέρες ἐν τῷ καλῶς ᾠκοδομημένῳ οἴκῳ, | |
| Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, | 287 |
| ἡ Χρυσόθεμις, καὶ ἡ Λαοδίκη, καὶ ἡ Ἰφιάνασσα. | |
| τάων ἥν κ' ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι | 288 |
| τούτων ἣν ἂν ἐθέλῃς, ἀγαπητὴν γυναῖκα ἄνευ προικὸς ἄγου | |
| πρὸς οἶκον Πηλῆος· ὃ δ' αὖτ' ἐπὶ μείλια δώσει | 289 |
| εἰς τὸν οἶκον τοῦ Πηλέως, οὗτος δὲ ἐπιδώσει σοι πράγματα προικῷα | |
| πολλὰ μάλ', ὅσσ' οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί· | 290 |
| πάνυ πολλὰ ὅσα οὐδείς πω ἐπέδωκε τῇ ἑαυτοῦ θυγατρί· | |
| ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα | 291 |
| ἑπτὰ δέ σοι δωρήσεται καλῶς οἰκούμενα πολίσματα, | |
| Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν | 292 |
| τὴν Καρδαμύλην, καὶ τὴν Ἐνόπην, καὶ τὴν εὐβότανον Ἱεράν, | |
| Φηράς τε ζαθέας ἠδ' Ἄνθειαν βαθύλειμον | 293 |
| καὶ τὰς ἄγαν θείας Φηράς, καὶ τὴν βαθὺν λειμῶνα ἔχουσαν Ἄνθειαν, | |
| καλήν τ' Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν. | 294 |
| καὶ τὴν περικαλλῆ Αἴπειαν, καὶ τὴν πολλὰς ἀμπέλους ἔχουσαν Πήδασον· | |
| πᾶσαι δ' ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος· | 295 |
| πᾶσαι δὲ πλησίον τῆς θαλάσσης τῆς ἀμμώδους Πύλου οἰκοῦνται, | |
| ἐν δ' ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται, | 296 |
| ἄνδρες δὲ ἐνοικοῦσι πολλὰ πρόβατα καὶ πολλοὺς βόας ἔχοντες, | |
| οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι | 297 |
| οἵπερ ἄν σε δώροις τιμήσουσι, καθάπερ θεόν, | |
| καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας. | 298 |
| καί σοι ὑπὸ τὴν βασιλείαν λαμπροὺς τελοῖεν φόρους. | |
| ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο. | 299 |
| ταῦτ᾽ ἄν σοι τελειώσειε τῆς ὀργῆς παυσαμένῳ· | |
| εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον | 300 |
| εἰ δέ σοι μὲν ὁ υἱὸς τοῦ Ἀτρέως μεμίσηται πάνυ ἐκ ψυχῆς, | |
| αὐτὸς καὶ τοῦ δῶρα, σὺ δ' ἄλλους περ Παναχαιοὺς | 301 |
| αὐτός τε καὶ τὰ ἑαυτοῦ δῶρα, σὺ δὲ τούς γε ἄλλους πάντας Ἕλληνας | |
| τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς | 302 |
| καταπονουμένους ἐλέει κατὰ τὸν στρατόν, οἵ σε καθάπερ θεὸν | |
| τίσουσ'· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο· | 303 |
| τιμήσουσιν, ὄντως που γὰρ ἂν αὐτοῖς πάνυ μεγάλην δόξαν ἀπενέγκαιο· | |
| νῦν γάρ χ' Ἕκτορ' ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι | 304 |
| νῦν γὰρ ἂν ἀποκτείναις τὸν Ἕκτορα, ἐπειδὰν πάνυ σοι πλησίον παραγένηται, | |
| λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον | 305 |
| μανίαν ὀλεθρίαν ἔχων· ἐπειδὴ οὐδένα οἴεται ὅμοιον | |
| οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν. | 306 |
| ἑαυτῷ εἶναι τῶν Ἑλλήνων, οὓς δεῦρο αἱ νῆες ἤνεγκαν. | |
| τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 307 |
| πρὸς τοῦτον δὲ ἀποκρινόμενος ὁ κατὰ πόδας ταχὺς Ἀχιλλεὺς εἶπεν· | |
| διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ | 308 |
| ὦ εὐγενέστατε υἱὲ τοῦ Λαέρτου πολύτροπε Ὀδυσσεῦ, | |
| χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν, | 309 |
| δεῖ δήπου τὸν λόγον διαρρήδην (συντόμως) ἀποφάναι, | |
| ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται, | 310 |
| καθάπερ δὴ καὶ τελειώσω, καὶ καθάπερ τετελειωμένον ἔσται· | |
| ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος. | 311 |
| ὅπως μὴ παρακαθήμενοι ἄλλος ἐντεῦθεν, καὶ ἄλλος ἐκεῖθεν τρύχητέ μοι τὴν ἀκοήν· | |
| ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν | 312 |
| ἐχθρὸς γάρ μοι ἐστὶν ἐκεῖνος, ὁμοίως ταῖς πύλαις τοῦ ᾅδου, | |
| ὅς χ' ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ. | 313 |
| ὃς ἂν ἕτερον μὲν κρύπτῃ ἐν τῷ λογιστικῷ, ἄλλο δὲ εἴπῃ· | |
| αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα· | 314 |
| ἐγὼ δὲ λέξω καθάπερ καὶ τετελειωμένον ἔσται· | |
| οὔτ' ἔμεγ' Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω | 315 |
| οὔτε Ἀγαμέμνονα τὸν υἱὸν τοῦ Ἀτρέως οἴομαι πείσειν ἐμέ γε, | |
| οὔτ' ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν | 316 |
| οὔτε τοὺς ἄλλους Ἕλληνας, ἐπειδὴ οὐδεμία ἀμοιβὴ κατ᾽ εὐεργεσίας | |
| μάρνασθαι δηΐοισιν ἐπ' ἀνδράσι νωλεμὲς αἰεί. | 317 |
| ἦν πολεμεῖν κατ᾽ ἀνδρῶν πολεμίων ἀδιαλείπτως ἀεί· | |
| ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι· | 318 |
| ὁμοία μοῖρα τῷ τε σχολάζοντι, καὶ εἰ πάνυ τις μάχοιτο· | |
| ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός· | 319 |
| ἐν τῷ αὐτῇ δὲ τιμῇ καὶ ὁ δειλός, καὶ ὁ ἀνδρεῖος· | |
| κάτθαν' ὁμῶς ὅ τ' ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς. | 320 |
| τέθνηκεν ὁμοίως ὅ τε ἀργὸς ἀνήρ, καὶ ὁ πολλὰ πράξας· | |
| οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ | 321 |
| οὐδέ τί μοι πλέον ὑπάρχει, ἐπειδὴ ἔπαθον καὶ ὑπέστην ἐν τῇ ψυχῇ θλίψεις καὶ ὀδύνας, | |
| αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν. | 322 |
| ἀεὶ τὴν ἐμὴν ψυχὴν πείθων παραβόλως καὶ ῥιψοκινδύνως μάχεσθαι· | |
| ὡς δ' ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι | 323 |
| ὥσπερ δὲ ὄρνις τοῖς μήπω πετομένοις νεοττοῖς προκομίζει | |
| μάστακ' ἐπεί κε λάβῃσι, κακῶς δ' ἄρα οἱ πέλει αὐτῇ, | 324 |
| τροφήν, ἐπειδὰν λάβῃ, κακῶς δὲ ἔχει αὐτῇ ἐκείνῃ διὰ τὸ ἄσιτον αὐτὴν εἶναι· | |
| ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον, | 325 |
| οὕτω δὴ καὶ ἐγὼ πολλὰς μὲν νύκτας ἄϋπνος διῆγον, | |
| ἤματα δ' αἱματόεντα διέπρησσον πολεμίζων | 326 |
| ἡμέρας δὲ πλήρεις αἱμάτων καὶ φόνων ἤνυον μαχόμενος, | |
| ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων. | 327 |
| ἀνδράσι πολεμῶν ἕνεκα τῶν ἑαυτῶν γυναικῶν· | |
| δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ' ἀνθρώπων, | 328 |
| δώδεκα δὲ πόλεις ἀνδρῶν σὺν ταῖς ναυσὶν ἐξεπόρθησα, | |
| πεζὸς δ' ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον· | 329 |
| πεζὸς δὲ ἕνδεκα διισχυρίζομαι κατὰ τὴν εὔγεων Τροίαν, ἐκ πασῶν δὲ | |
| τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ | 330 |
| τούτων χρήματα ἀπόθετα πολλὰ καὶ καλὰ | |
| ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον | 331 |
| ἔλαβον, καὶ πάντα φέρων Ἀγαμέμνονι ἐνεχείριζον | |
| Ἀτρεΐδῃ· ὃ δ' ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι | 332 |
| τῷ υἱῷ τοῦ Ἀτρέως. οὗτος δὲ ὀπίσω παρὰ ταῖς ταχείαις ναυσὶ καθήμενος, | |
| δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δ' ἔχεσκεν. | 333 |
| δεξάμενος αὐτὰ διεμέριζε καὶ ἐδίδου ὀλίγα, πολλὰ δὲ παρ᾽ ἑαυτῷ κατεῖχεν, | |
| ἄλλα δ' ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι· | 334 |
| ἄλλας δὲ τιμὰς τοῖς ἀριστεῦσι καὶ τοῖς βασιλεῦσιν ἐδίδου· | |
| τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δ' ἀπὸ μούνου Ἀχαιῶν | 335 |
| τούτοις μὲν οὖν βέβαια τὰ δοθέντα μένουσι, ἐμοῦ δὲ μόνον τῶν Ἑλλήνων | |
| εἵλετ', ἔχει δ' ἄλοχον θυμαρέα· τῇ παριαύων | 336 |
| ἀφείλετο, ἔχει δὲ τὴν εὐάρεστόν μοι γυναῖκα· ταύτῃ συγκαθεύδων | |
| τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν | 337 |
| εὐφραινέσθω. κατὰ τὶ δὲ χρὴ μάχεσθαι τοῖς Τρῳσὶ | |
| Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ' ἀγείρας | 338 |
| τοὺς Ἕλληνας; διὰ τὶ δὲ τὸν στρατὸν ἀνήγαγεν ἐνθάδε ἀθροίσας | |
| Ἀτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκ' ἠϋκόμοιο; | 339 |
| ὁ υἱὸς τοῦ Ἀτρέως; ἆρ᾽ οὐχ ἕνεκα τῆς καλλικόμου Ἑλένης; | |
| ἦ μοῦνοι φιλέουσ' ἀλόχους μερόπων ἀνθρώπων | 340 |
| ἢ μόνοι τῶν μεμερισμένην ἐχόντων τὴν φωνὴν ἀνθρώπων | |
| Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων | 341 |
| οἱ υἱοὶ τοῦ Ἀτρέως φιλοῦσι τὰς ἑαυτῶν γαμετάς, καὶ γὰρ ὅστις ἀνὴρ χρηστός τε καὶ νουνεχής ἐστι, | |
| τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν | 342 |
| τὴν ἑαυτοῦ φιλεῖ καὶ φροντίζει, ὥσπερ κἀγὼ ταύτην | |
| ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν. | 343 |
| ἐκ ψυχῆς ἐφίλουν, καίπερ δορυάλωτον οὖσαν· | |
| νῦν δ' ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μ' ἀπάτησε | 344 |
| νῦν δὲ ἐπειδή ἐκ τῶν χειρῶν μου τὴν τιμὴν ἀφείλετο, καὶ ἠπάτησέ με, | |
| μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει. | 345 |
| μή μου πεῖραν λαμβανέτω, καλῶς ἐπισταμένου, οὐδέ (γάρ) με καταπείσει. | |
| ἀλλ' Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι | 346 |
| ἀλλ᾽, ὦ Ὀδυσσεῦ, σὺν σοὶ καὶ τοῖς ἄλλοις βασιλεῦσι | |
| φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ. | 347 |
| σκοπείτω ἀποσοβήσειν ταῖς ναυσὶ τὸ ἀφανιστικὸν πῦρ. | |
| ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο, | 348 |
| ὄντως που πάνυ πολλὰ ἐξεπόνησεν ἄνευ ἐμοῦ, | |
| καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπ' αὐτῷ | 349 |
| καὶ δὴ τεῖχος ᾠκοδόμησε, καὶ τάφρον ἐξέτεινε καὶ ὤρυξεν ἐπ᾿ αὐτῷ | |
| εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν· | 350 |
| μεγάλην καὶ πλατεῖαν· ξύλα δὲ ὀρθὰ ἐγκατέπηξεν, | |
| ἀλλ' οὐδ' ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο | 351 |
| ἀλλ᾿ οὐδὲ οὕτω δύναται τὴν δύναμιν τοῦ ἀνδροκτόνου Ἕκτορος | |
| ἴσχειν· ὄφρα δ' ἐγὼ μετ' Ἀχαιοῖσιν πολέμιζον | 352 |
| ἐπέχειν καὶ κωλύειν. ἐν ὅσῳ δὲ αὐτὸς ἐν τοῖς Ἕλλησιν ἐμαχόμην, | |
| οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ, | 353 |
| οὐκ ἔθελεν ὁ Ἕκτωρ ἐξορμᾷν ἀπὸ τοῦ τείχους ἐπὶ τὸν πόλεμον, | |
| ἀλλ' ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν· | 354 |
| ἀλλὰ μόνον μέχρι τῶν Σκαιῶν πυλῶν καὶ τῆς δρυὸς ἀφικνεῖτο· | |
| ἔνθά ποτ' οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν. | 355 |
| ἐκεῖ ποτὲ μόνον ἔμενε, μόλις δέ μου τὴν ὁρμὴν ἐξέφυγε. | |
| νῦν δ' ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ | 356 |
| νυνὶ δὲ ἐπειδὴ μάχεσθαι οὐ θέλω τῷ ἐνδόξῳ Ἕκτορι, | |
| αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι | 357 |
| αὔριον θύσας τῷ Διὶ θυσίαν, καὶ πᾶσι τοῖς θεοῖς, | |
| νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω, | 358 |
| καὶ συναθροίσας καλῶς τὰς ναῦς, ἐπειδὰν εἰς τὴν θάλασσαν ἑλκύσω αὐτάς, | |
| ὄψεαι, αἴ κ' ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ, | 359 |
| θεάσῃ, ἐὰν ἐθέλῃς καὶ ἐὰν ταῦτά σοι διὰ φροντίδος ὦσι, | |
| ἦρι μάλ' Ἑλλήσποντον ἐπ' ἰχθυόεντα πλεούσας | 360 |
| ἕωθεν μάλα πλεούσας κατὰ τοῦ πλῆθος ἰχθύων ἔχοντος Ἑλλησπόντου | |
| νῆας ἐμάς, ἐν δ' ἄνδρας ἐρεσσέμεναι μεμαῶτας· | 361 |
| τὰς ἐμὰς ναῦς, ἐν αὐταῖς δὲ τοὺς ἄνδρας προθυμουμένους κωπηλατεῖν· | |
| εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος | 362 |
| ἐὰν δὲ εὔπλοιαν καὶ καιρὸν ἐπιτήδειον παράσχῃ ὁ ἔνδοξος Ποσειδῶν, | |
| ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην. | 363 |
| τῇ τρίτῃ ἡμέρᾳ καταλάβοιμ᾽ ἂν τὴν εὔγεων Φθίαν. | |
| ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων· | 364 |
| εἰσὶ δέ μοι πάνυ πολλά, ἃ κατέλιπον, δεῦρο ἐπὶ φθορᾷ ἐρχόμενος· | |
| ἄλλον δ' ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν | 365 |
| ἄλλον δὲ χρυσὸν ἐντεῦθεν καὶ χαλκὸν ἐρυθρόν, | |
| ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον | 366 |
| καὶ γυναῖκας εὐειματούσας, καὶ σίδηρον λευκὸν (τίμιον) (μέλανα κατ᾿ ἀντίφρασιν) | |
| ἄξομαι, ἅσσ' ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν, | 367 |
| ἀπάξω, ἃς κλήρῳ ἔσχον· τὸ γέρας δέ, ὅπερ μοι ἔδωκεν | |
| αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων | 368 |
| ὁ βασιλεὺς Ἀγαμέμνων | |
| Ἀτρεΐδης· τῷ πάντ' ἀγορευέμεν ὡς ἐπιτέλλω | 369 |
| ὁ υἱὸς τοῦ ᾽Ἀτρέως, ὕστερον ἀτιμάζων (ἀγνωμονῶν) ἀφείλετο, ᾧ δὴ πάντα κάτειπε ὥσπερ κελεύω | |
| ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ | 370 |
| φανερῶς, ὅπως καὶ οἱ ἄλλοι ὀργίζωνται Ἕλληνες, | |
| εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν | 371 |
| εἴγε τινὰ τῶν Ἑλλήνων ἔτι οἴεται ἀπατήσειν περὶ ἐμοῦ λέγων, | |
| αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδ' ἂν ἔμοιγε | 372 |
| ἀεὶ ἀναισχυντίαν ἐνδεδυμένος· ἔμοιγε γὰρ οὐκ ἂν | |
| τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι· | 373 |
| δυνηθείη εἰς πρόσωπον ἰδεῖν, καίπερ ὢν ἀναιδὴς, διὰ τὴν συνείδησιν τῶν μεγίστων ἀδικημάτων· | |
| οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον· | 374 |
| οὐδὲ κατά τι αὐτῷ βουλὰς συλλογίσομαι, οὐδὲ δὴ ἔργον (πρᾶξιν)· | |
| ἐκ γὰρ δή μ' ἀπάτησε καὶ ἤλιτεν· οὐδ' ἂν ἔτ' αὖτις | 375 |
| ἐξηπάτησε γάρ με καὶ ἥμαρτεν· οὐκέτι δ᾽ ἂν αὖθις | |
| ἐξαπάφοιτ' ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος | 376 |
| ἐξαπατήσειε λόγοις, ἱκανῶς γὰρ αὐτῷ ἔχει· ἀλλ᾽ ἥσυχος καὶ χωρὶς ἐμοῦ | |
| ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς. | 377 |
| φθειρέσθω· ὁ γὰρ βουλευτικὸς Ζεὺς ἐξείλετο τὴν διάνοιαν αὐτοῦ· | |
| ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ. | 378 |
| ἐχθρὰ δέ μοι καὶ μισητά εἰσι τὰ δῶρα αὐτοῦ· τιμῶμαι δὲ αὐτὸν ἐν μοίρᾳ θανατηφόρῳ· | |
| οὐδ' εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη | 379 |
| οὐδὲ ἐὰν δεκάκις καὶ εἰκοσάκις τοσαῦτα δώσῃ, | |
| ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο, | 380 |
| ὅσα ἐν τῷ παρόντι εἰσὶν αὐτῷ, καὶ εἴ ποθεν ἄλλα προσγένοιτο, | |
| οὐδ' ὅσ' ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδ' ὅσα Θήβας | 381 |
| καὶ (οὐδ᾽) ὅσα εἰς τὸν Ὀρχομενὸν εἰσέρχεται, οὐδὲ (καὶ) ὅσα εἰς τὰς Θήβας | |
| Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται, | 382 |
| τῆς Αἰγύπτου, ὅπου πλεῖστα κτήματα κεῖνται ἐν ταῖς οἰκίαις, | |
| αἵ θ' ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ' ἀν' ἑκάστας | 383 |
| αἵτινες ἑκατὸν πύλας ἔχουσι, διακόσιοι δὲ καθ᾿ ἑκάστην | |
| ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν· | 384 |
| ἄνδρες ἐξέρχονται σὺν ἵπποις καὶ ὀχήμασι· | |
| οὐδ' εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε, | 385 |
| οὐδὲ εἰ τοσαῦτά μοι δώσει, ὅσα ἡ ἄμμος τε καὶ ὁ χοῦς εἰσιν, | |
| οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσει' Ἀγαμέμνων | 386 |
| οὐδ᾽ ἂν οὕτως ἔτι τὴν ἐμὴν ψυχὴν καταπείσει ὁ Ἀγαμέμνων, | |
| πρίν γ' ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην. | 387 |
| πρὶν ἀποδοῦναί μοι πᾶσαν τὴν ὕβριν τὴν ψυχὴν ποιοῦσαν ἀλγεῖν· | |
| κούρην δ' οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο, | 388 |
| τὴν θυγατέρα δὲ τοῦ Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως | |
| οὐδ' εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι, | 389 |
| οὐ βούλομαι γῆμαι, οὐδὲ εἰ τῇ χρυσῇ Ἀφροδίτῃ κατὰ τὸ κάλλος ἁμιλλῷτο, | |
| ἔργα δ' Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι· | 390 |
| τῇ εὐοφθάλμῳ δὲ Ἀθηνᾷ κατὰ τὰ ἔργα ἐξισοῖτο, | |
| οὐδέ μιν ὧς γαμέω· ὃ δ' Ἀχαιῶν ἄλλον ἑλέσθω, | 391 |
| οὐδ᾽ οὕτως αὐτὴν γῆμαι βούλομαι· οὗτος ἄλλον τίν᾽ ἀπὸ τῶν Ἑλλήνων λαβέτω, | |
| ὅς τις οἷ τ' ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν. | 392 |
| ὅστις ἄξιος αὐτοῦ ἐστι, καὶ ὃς βασιλικώτερος ὑπάρχει. | |
| ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδ' ἵκωμαι, | 393 |
| ἐὰν γάρ με σώζωσιν οἱ θεοὶ καὶ εἰς τὸν οἶκον ἀφίκωμαι, | |
| Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός. | 394 |
| ὁ Πηλεὺς δή μοι μετὰ ταῦτα αὐτὸς γυναῖκα κατεγγυήσει· | |
| πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀν' Ἑλλάδα τε Φθίην τε | 395 |
| πολλαὶ Ἑλληνίδες εἰσὶν ἀνὰ τὴν Ἑλλάδα καὶ τὴν Φθίαν | |
| κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται, | 396 |
| θυγατέρες ἀριστέων, οἵπερ τὰς πόλεις σώζουσι· | |
| τάων ἥν κ' ἐθέλωμι φίλην ποιήσομ' ἄκοιτιν. | 397 |
| τούτων ἣν ἂν βουλοίμην ἀγαπητὴν γυναῖκα ποιήσομαι, | |
| ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ | 398 |
| ἐκεῖ δέ μοι πολλῷ μᾶλλον ἐφίεται ἡ ἀνδρεία ψυχή λαβόντι | |
| γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν | 399 |
| γυναῖκα κατὰ μνηστείαν, ὁμοίαν γαμετὴν, εὐφραίνεσθαι | |
| κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς· | 400 |
| τοῖς κτήμασιν, ἃ Πηλεὺς ὁ γέρων ἐκτήσατο· | |
| οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδ' ὅσα φασὶν | 401 |
| οὐδὲν γὰρ ἀντάξιον τῆς ἐμῆς ψυχῆς, οὐδὲ ὅσα λέγουσιν | |
| Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον | 402 |
| ἔχειν τὴν Ἴλιον τὴν καλῶς οἰκουμένην πόλιν τὸ πρότερον, | |
| τὸ πρὶν ἐπ' εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν, | 403 |
| ἐπὶ τῆς εἰρήνης, πρὸ τοῦ ἐλθεῖν τοὺς υἱοὺς τῶν Ἑλλήνων· | |
| οὐδ' ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει | 404 |
| οὐδὲ ὅσα ὁ λίθινος τῶν θυρῶν βατὴρ ἐναποκλείει | |
| Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ. | 405 |
| τοῦ τοξικοῦ καθαροῦ Ἀπόλλωνος ἐν τῇ πετρώδει Πυθοῖ· | |
| ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα, | 406 |
| βόες μὲν γὰρ καὶ πρόβατα εὐτραφῆ κτητά εἰσι, | |
| κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα, | 407 |
| κτητοὶ δὲ οἱ λέβητες, καὶ αἱ τῶν ἵππων ξανθαὶ κεφαλαί· | |
| ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ | 408 |
| ἀνδρὸς δὲ ψυχὴ ἐπανελθεῖν εἰς τὸ σῶμα, οὔτε κτητή, | |
| οὔθ' ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων. | 409 |
| οὔτε ληπτή ἐστιν, ἐπειδὰν παραλλάξῃ τὸ περίφραγμα τῶν ὀδόντων. | |
| μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα | 410 |
| ἡ γάρ με μήτηρ ἡ θεὰ ἡ Θέτις ἡ λευκόπους φησὶ | |
| διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ. | 411 |
| διττὰς μοίρας φέρειν εἰς τὸ τοῦ θανάτου τέλος· | |
| εἰ μέν κ' αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι, | 412 |
| ἂν μὲν γὰρ ἐνταῦθα μένων πολεμῷ περὶ τὴν πόλιν τῶν Τρῴων, | |
| ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται· | 413 |
| ἀπώλετο μέν μοι ἡ ὑποστροφή, ἡ ἔνδοξος δὲ φήμη ἄφθαρτος ἔσται· | |
| εἰ δέ κεν οἴκαδ' ἵκωμι φίλην ἐς πατρίδα γαῖαν, | 414 |
| ἐὰν δὲ εἰς τὸν οἶκον ἀφίκωμαι εἰς τὴν ἀγαπητὴν γῆν τὴν πατρίδα, | |
| ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν | 415 |
| ἀπώλετό μοι ἡ ἀγαθὴ φήμη, ἐπὶ πολύ δέ μοι ἡ ζωὴ | |
| ἔσσεται, οὐδέ κέ μ' ὦκα τέλος θανάτοιο κιχείη. | 416 |
| ἔσται, οὐδ᾽ ἂν ταχέως με καταλάβοι τὸ τοῦ θανάτου τέλος. | |
| καὶ δ' ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην | 417 |
| καὶ δὴ ἂν τοῖς ἄλλοις ἐγὼ παραινέσαιμι | |
| οἴκαδ' ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ | 418 |
| εἰς τὸν οἶκον ἀποπλέειν· ἐπειδὴ οὐκέτι εὑρήσετε τὸ τέλος | |
| Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς | 419 |
| τῆς ὑψηλῆς Ἰλίου· πάνυ γὰρ αὐτῆς ὁ μεγαλόφωνος Ζεὺς | |
| χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί. | 420 |
| ὑπερέσχε τὴν ἑαυτοῦ χεῖρα, εὔτολμοι δὲ γεγόνασιν οἱ λαοί. | |
| ἀλλ' ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν | 421 |
| ἀλλ᾽ ὑμεῖς μὲν ἀπελθόντες τοῖς τῶν Ἑλλήνων ἀριστεῦσιν | |
| ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων· | 422 |
| ἀπαγγείλατε τὴν πρεσβείαν μηδὲν ἀνύσαι, τοῦτο γὰρ τιμή ἐστι τῶν γερόντων. | |
| ὄφρ' ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω, | 423 |
| ὅπως ἄλλην βελτίονα βουλὴν βουλεύωνται λογιζόμενοι, | |
| ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν | 424 |
| ἣ ἂν αὐτοῖς τὰς ναῦς σῴσῃ καὶ τὸν στρατὸν τῶν Ἑλλήνων | |
| νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γ' ἑτοίμη | 425 |
| ἐπὶ ταῖς βαθείαις ναυσίν· ἐπειδὴ αὕτη οὐκ ἔστιν αὐτοῖς πρόχειρος, | |
| ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος· | 426 |
| ἣν ἐν τῷ παρόντι ἐνόησαν, ἐμοῦ ὀργισθέντος· | |
| Φοῖνιξ δ' αὖθι παρ' ἄμμι μένων κατακοιμηθήτω, | 427 |
| ὁ Φοῖνιξ δὲ ἐνταῦθα παρ᾽ ἡμῖν μένων κοιμηθήτω, | |
| ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδ' ἕπηται | 428 |
| ὅπως μοι ἐν ταῖς ναυσὶν ἀκολουθήσῃ εἰς τὴν πατρίδα τὴν προσφιλῆ | |
| αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δ' οὔ τί μιν ἄξω. | 429 |
| αὔριον, ἐὰν βούληται· βίᾳ δὲ αὐτὸν οὐδαμῶς ἀπάξω. | |
| ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ | 430 |
| οὕτως εἶπεν· οὗτοι δὲ ἅπαντες ἄφωνοι ἐγένοντο σιωπῇ | |
| μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν· | 431 |
| τὸν λόγον θαυμάσαντες, πάνυ γὰρ ἰσχυρῶς καὶ ἀποτόμως ἀπείπατο· | |
| ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ | 432 |
| μετὰ χρόνον δὲ ἱκανὸν εἶπεν ὁ γέρων ἱππικὸς Φοῖνιξ, | |
| δάκρυ' ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν· | 433 |
| δάκρυα ἀναπλήσας· ἐφοβεῖτο γὰρ περὶ τῶν νεῶν τῶν Ἑλλήνων· | |
| εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμ' Ἀχιλλεῦ | 434 |
| εἰ μὲν ὑποστροφὴν ἐν νῷ, λαμπρότατε Ἀχιλλεῦ, | |
| βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι | 435 |
| ἐμβάλλεις, παντελῶς δὲ οὐκ ἀποσοβεῖν ταῖς ταχείαις ναυσὶ τὸ ἀφανιστικὸν | |
| πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ, | 436 |
| πῦρ ἐθέλεις, ἐπειδὴ ὀργὴ ἐνέπεσεν εἰς τὴν σὴν ψυχήν, | |
| πῶς ἂν ἔπειτ' ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην | 437 |
| πῶς ἂν μετὰ ταῦτ᾽ ἀπὸ σοῦ, ὦ τέκνον ἀγαπητόν, ἐνταῦθα καταλειφθείην μόνος; | |
| οἶος; σοὶ δέ μ' ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς | 438 |
| σοῦ γὰρ ἕνεκεν ἔπεμψέ με ὁ γέρων ἱππικὸς Πηλεὺς | |
| ἤματι τῷ ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε | 439 |
| τῇ ἡμέρᾳ ἐκείνῃ, ὁπηνίκα σε ἐκ τῆς Φθίας ἔπεμπε | |
| νήπιον οὔ πω εἰδόθ' ὁμοιΐου πολέμοιο | 440 |
| νέον κομιδῆ, οὔπω ἔμπειρον τοῦ δεινοῦ πολέμου, | |
| οὐδ' ἀγορέων, ἵνα τ' ἄνδρες ἀριπρεπέες τελέθουσι. | 441 |
| οὐδὲ τῶν ἐκκλησιῶν, ὅπου οἱ ἄνδρες διάδηλοι καὶ ἐπίσημοι τυγχάνουσι· | |
| τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα, | 442 |
| τούτου ἕνεκεν ἔπεμψέ με διδάσκειν σε ταῦτα πάντα, | |
| μύθων τε ῥητῆρ' ἔμεναι πρηκτῆρά τε ἔργων. | 443 |
| λόγων τε δημηγόρον εἶναι καὶ ποιητὴν πράξεων. | |
| ὡς ἂν ἔπειτ' ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι | 444 |
| οὕτως ἂν μετὰ ταῦτα ἀπὸ σοῦ, τέκνον ἀγαπητόν, οὐ βουλοίμην | |
| λείπεσθ', οὐδ' εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς | 445 |
| ἀπολιπέσθαι, οὐδ᾽ ἐὰν αὐτὸς ὁ θεὸς ὑπόσχηταί μοι | |
| γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα, | 446 |
| ποιήσειν νέον ἀκμάζοντα, ἀφελόμενος τὸ γῆρας, | |
| οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα | 447 |
| ὁποῖον ἡνίκα τὸ πρῶτον κατέλιπον τὴν ὡραίας γυναῖκας ἔχουσαν Ἑλλάδα, | |
| φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο, | 448 |
| φεύγων τὰ ὀνείδη τοῦ πατρὸς τοῦ Ἀμύντορος τοῦ υἱοῦ τοῦ Ὀρμενίδου, | |
| ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο, | 449 |
| ὅστις χαλεπῶς μοι ὠργίσθη περὶ τῆς παλλακίδος τῆς ὡραιοκόμου, | |
| τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δ' ἄκοιτιν | 450 |
| ἣν αὐτὸς ἐφίλει· ἠτίμαζε δὲ τὴν ἑαυτοῦ γαμετὴν | |
| μητέρ' ἐμήν· ἣ δ' αἰὲν ἐμὲ λισσέσκετο γούνων | 451 |
| τὴν ἐμὴν μητέρα, αὕτη δὲ ἀεὶ τῶν ἐμῶν ἁπτομένη γονάτων παρεκάλει | |
| παλλακίδι προμιγῆναι, ἵν' ἐχθήρειε γέροντα. | 452 |
| τῇ παλλακίδι συγ(προ)γενέσθαι, ὅπως μισήσῃ τὸν γέροντα· | |
| τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δ' ἐμὸς αὐτίκ' ὀϊσθεὶς | 453 |
| ταύτῃ ἐπείσθην, καὶ ἐποίησα· ὁ ἐμὸς δὲ πατὴρ εὐθὺς αἰσθόμενος, | |
| πολλὰ κατηρᾶτο, στυγερὰς δ' ἐπεκέκλετ' Ἐρινῦς, | 454 |
| πολλά μοι ἐπηρᾶτο, τὰς μισητὰς δὲ Ἐριννῦς ἐπεκαλεῖτο, | |
| μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν | 455 |
| μηδέποτε ἐν τοῖς ἑαυτοῦ γόνασιν καθίσαι υἱὸν ἀγαπητὸν | |
| ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δ' ἐτέλειον ἐπαρὰς | 456 |
| ἐξ ἐμοῦ γεννηθέντα· οἱ θεοὶ δὲ ἐτελείουν τὰς κάταρας, | |
| Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια. | 457 |
| ὅ τε Ἅιδης, καὶ ἡ ἐπαινετὴ Περσεφόνη· | |
| <τὸν μὲν ἐγὼ βούλευσα κατακτάμεν ὀξέι χαλκῷ· | 458 |
| - | |
| ἀλλά τις ἀθανάτων παῦσεν χόλον, ὅς ῥ' ἐνὶ θυμῷ | 459 |
| - | |
| δήμου θῆκε φάτιν καὶ ὀνείδεια πόλλ' ἀνθρώπων, | 460 |
| - | |
| ὡς μὴ πατροφόνος μετ' Ἀχαιοῖσιν καλεοίμην.> | 461 |
| - | |
| ἔνθ' ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετ' ἐν φρεσὶ θυμὸς | 462 |
| τότε μοι οὐδόλως κατείχετο καὶ ἠρέμει ἐν τῷ λογιστικῷ ὁ θυμός, | |
| πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι. | 463 |
| ὥστε ἀναστρέφεσθαι ἐν τοῖς οἴκοις τοῦ πατρὸς πάνυ ὀργιζομένου· | |
| ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες | 464 |
| ὄντως πολλὰ μὲν συγγενεῖς τε καὶ ἐξάδελφοι περὶ ἐμὲ ὄντες, | |
| αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι, | 465 |
| παρακαλοῦντες αὐτοῦ κατεῖχον, καὶ ἐκώλυον ἐν τοῖς οἴκοις, | |
| πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς | 466 |
| πολλὰ δὲ εὐτραφῆ πρόβατα, καὶ βόας συστρέφοντας τοὺς πόδας κατὰ πορείαν | |
| ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ | 467 |
| ἔσφαζον, πολλοὶ δὲ χοῖροι θάλλοντες λίπει, | |
| εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο, | 468 |
| ἤτοι πιμελεῖς ὄντες, ὀπτώμενοι ἐξετείνοντο (ἐτήκοντο) διὰ τῆς φλογὸς τοῦ πυρός, | |
| πολλὸν δ' ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος. | 469 |
| πολὺς δὲ οἶνος ἐκ τῶν πίθων ἐπίνετο τοῦ γέροντος, | |
| εἰνάνυχες δέ μοι ἀμφ' αὐτῷ παρὰ νύκτας ἴαυον· | 470 |
| ἐπὶ ἐννέα δὲ νύκτας περὶ ἐμὲ αὐτὸν παρεκοιμῶντο· | |
| οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτ' ἔσβη | 471 |
| τούτων οἱ μὲν οὖν ἐκ διαδοχῆς ἐφύλαττον· οὐδέποτε ἐσβέσθη | |
| πῦρ, ἕτερον μὲν ὑπ' αἰθούσῃ εὐερκέος αὐλῆς, | 472 |
| τὸ πῦρ, ἓν μὲν ὑπὸ στοᾷ τῆς εὐπεριβόλου αὐλῆς, | |
| ἄλλο δ' ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων. | 473 |
| ἕτερον δὲ ἐν τῷ προδόμῳ, ἔμπροσθεν τῶν θυρῶν τοῦ θαλάμου· | |
| ἀλλ' ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή, | 474 |
| ἀλλ᾿ ὁπηνίκα δὴ ἡ δεκάτη μοι ἐπῆλθε σκοτεινὴ νύξ, | |
| καὶ τότ' ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας | 475 |
| τηνικαῦτ’ ἐγὼ τὰς πυκνῶς ἡρμοσμένας θύρας τοῦ θαλάμου | |
| ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς | 476 |
| συντρίψας, ἐξῆλθον, καὶ ἐπήδησα ὑπὲρ τοῦ περιφράγματος τῆς αὐλῆς | |
| ῥεῖα, λαθὼν φύλακάς τ' ἄνδρας δμῳάς τε γυναῖκας. | 477 |
| ῥᾳδίως, λαθὼν τοὺς φυλάσσοντας, καὶ τὰς δούλας γυναῖκας· | |
| φεῦγον ἔπειτ' ἀπάνευθε δι' Ἑλλάδος εὐρυχόροιο, | 478 |
| ἔφευγον μετὰ ταῦτα πόρρωθεν διὰ τῆς πλατείας Ἑλλάδος, | |
| Φθίην δ' ἐξικόμην ἐριβώλακα μητέρα μήλων | 479 |
| ἀφικόμην δὲ εἰς τὴν Φθίαν τὴν εὔγεων τὴν τῶν προβάτων τροφόν, | |
| ἐς Πηλῆα ἄναχθ'· ὃ δέ με πρόφρων ὑπέδεκτο, | 480 |
| πρὸς τὸν βασιλέα Πηλέα· οὗτος δέ με προθύμως ὑπεδέξατο, | |
| καί μ' ἐφίλησ' ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ | 481 |
| καὶ ἐφίλησέ με, καθάπερ πατὴρ τὸν ἑαυτοῦ παῖδα φιλεῖ | |
| μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι, | 482 |
| τὸν μονογενῆ, μεθ᾿ ὃν ἄλλον οὐκ ἐγέννησε, τεχθέντα ἐν γήρᾳ ἐπὶ κτήμασι πολλοῖς· | |
| καί μ' ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν· | 483 |
| καί με πλούσιον ἐποίησε, πολὺν δέ μοι λαὸν παρέσχετο· | |
| ναῖον δ' ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων. | 484 |
| ᾤκουν δὲ τὸ τελευταῖον μέρος τῆς Φθίας, βασιλεύων τῶν Δολόπων. | |
| καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ, | 485 |
| καὶ σε τοσοῦτον ἐποίησα, ὦ ὅμοιε τοῖς θεοῖς Ἀχιλλεῦ, | |
| ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμ' ἄλλῳ | 486 |
| ἐκ ψυχῆς φιλῶν, ἐπειδὴ οὐκ ἔθελες σὺν ἄλλῳ | |
| οὔτ' ἐς δαῖτ' ἰέναι οὔτ' ἐν μεγάροισι πάσασθαι, | 487 |
| οὔτε εἰς εὐωχίαν πορεύεσθαι, οὔτε ἐν τοῖς οἴκοις φαγεῖν, | |
| πρίν γ' ὅτε δή σ' ἐπ' ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας | 488 |
| πρὶν ὁπότε δέ σε καθίσας ἐγὼ ἐπὶ τοῖς ἐμοῖς γόνασι, | |
| ὄψου τ' ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών. | 489 |
| κορέσαιμι ὄψου (τροφῆς), τὸ σκληρὸν τῆς τροφῆς προκατεργασάμενος, καὶ οἶνον ποτίσας· | |
| πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα | 490 |
| πολλάκις μοι διάβροχον ἐποίησας ἐν τῷ στήθει τὸν χιτῶνα, | |
| οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ. | 491 |
| οἶνον ἀναφλύων καὶ ἀναβάλλων ἐν τῇ χαλεπῇ ἡλικίᾳ τῶν νηπίων. | |
| ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα, | 492 |
| οὕτως ἐπὶ σοὶ πάνυ πολλὰ ἔπαθον, καὶ πολλὰ ἐπόνησα, | |
| τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον | 493 |
| ταῦτα φρονῶν, διότι μοι οὐδαμῶς οἱ θεοὶ ἀπετέλουν γέννημα | |
| ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ | 494 |
| ἐξ ἐμοῦ, ἀλλὰ σὲ υἱὸν, ὦ ὅμοιε τοῖς θεοῖς Ἀχιλλεῦ, | |
| ποιεύμην, ἵνα μοί ποτ' ἀεικέα λοιγὸν ἀμύνῃς. | 495 |
| ἐποιούμην, ὅπως μοι ἀποσοβήσῃ ποτὲ ὄλεθρον ἀπρεπῆ. | |
| ἀλλ' Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴ | 496 |
| ἀλλ᾽, ὦ Ἀχιλλεῦ, δουλαγώγησον τὸν μέγαν θυμόν, οὐ γάρ σε δεῖ ἔχειν | |
| νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί, | 497 |
| ἀνηλεῆ καὶ ἀπηνῆ ψυχήν. τρεπτοὶ δέ εἰσι καὶ αὐτοὶ οἱ θεοί, | |
| τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε. | 498 |
| ὧν δὴ καὶ μείζων ἐστὶν ἡ ἀρετή, καὶ ἡ τιμή, καὶ ἡ δύναμις· | |
| καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι | 499 |
| καὶ τούτους μὲν γὰρ θυσίαις (θυμιάμασι) καὶ εὐχαῖς προσηνέσι, | |
| λοιβῇ τε κνίσῃ τε παρατρωπῶσ' ἄνθρωποι | 500 |
| καὶ σπονδῇ, καὶ ἀτμῷ κρεῶν παρατρέπουσι, καὶ πείθουσιν οἱ ἄνθρωποι | |
| λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ. | 501 |
| παρακαλοῦντες, ὅταν τις παραβῇ καὶ ἁμάρτῃ. | |
| καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο | 502 |
| καὶ γὰρ αἱ Παρακλήσεις, αἱ θυγατέρες τοῦ μεγάλου Διός, | |
| χωλαί τε ῥυσαί τε παραβλῶπές τ' ὀφθαλμώ, | 503 |
| χωλαί εἰσι καὶ ῥυτίδας ἔχουσαι, καὶ διάστροφοι τὰς ὄψεις, | |
| αἵ ῥά τε καὶ μετόπισθ' ἄτης ἀλέγουσι κιοῦσαι. | 504 |
| αἳ δὴ καὶ μετὰ τὴν Βλάβην παραγινόμεναι φροντίζουσιν· | |
| ἣ δ' ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας | 505 |
| ἡ Βλάβη δὲ ἰσχυρά τε ἐστὶ καὶ ὑγιὴς τοὺς πόδας, οὗ ἕνεκα πάσας | |
| πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπ' αἶαν | 506 |
| πολλῷ ὑπεκτρέχουσα νικᾷ, προκαταλαμβάνει δὲ ἐπὶ πᾶσαν τὴν γῆν | |
| βλάπτουσ' ἀνθρώπους· αἳ δ' ἐξακέονται ὀπίσσω. | 507 |
| βλάπτουσα τοὺς ἀνθρώπους αὗται δὲ μετὰ ταῦτα ἰῶνται καὶ θεραπεύουσι. | |
| ὃς μέν τ' αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας, | 508 |
| ὃς μὲν οὖν αἰδεσθήσεται τὰς θυγατέρας τοῦ Διὸς πλησίον παραγενομένας, | |
| τὸν δὲ μέγ' ὤνησαν καί τ' ἔκλυον εὐχομένοιο· | 509 |
| τοῦτον μεγάλως ὠφέλησαν καὶ ἐπήκουσαν εὐξαμένου· | |
| ὃς δέ κ' ἀνήνηται καί τε στερεῶς ἀποείπῃ, | 510 |
| ὃς δ᾽ ἂν ἀνανεύσῃ, καὶ καρτερῶς ἀρνήσηται, | |
| λίσσονται δ' ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι | 511 |
| αὗταί γε δὴ ἀφικόμεναι παρακαλοῦσι τὸν Δία τὸν υἱὸν τοῦ Κρόνου, | |
| τῷ ἄτην ἅμ' ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ. | 512 |
| τὴν Βλάβην αὐτῷ ἐπακολουθεῖν, ὅπως κακὰ παθὼν ἀποδώσῃ. | |
| ἀλλ' Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι | 513 |
| ἀλλ᾽, ὦ Ἀχιλλεῦ, δίδου καὶ σὺ ἕπεσθαι τιμὴν ταῖς θυγατράσι τοῦ Διός, | |
| τιμήν, ἥ τ' ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν. | 514 |
| ἣ καὶ τῶν ἄλλων ἀγαθῶν ἀνδρῶν τὸν νοῦν καταπείθει. | |
| εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δ' ὄπισθ' ὀνομάζοι | 515 |
| εἰ μὲν γὰρ μὴ δῶρα τὰ μὲν νῦν ἐδίδου, τὰ δὲ μετὰ ταῦτα δώσειν ὑπισχνεῖτο | |
| Ἀτρεΐδης, ἀλλ' αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι, | 516 |
| ὁ υἱὸς τοῦ Ἀτρέως, ἀλλ᾽ ἀεὶ μεγάλως ὠργίζετο, | |
| οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην | 517 |
| οὐκ ἂν ἔγωγε κελεύοιμι καταλιπόντα σε τὴν ἔμμονον ὀργήν, | |
| Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης· | 518 |
| βοηθεῖν τοῖς Ἕλλησι, καίπερ δεομένοις καὶ χρήζουσι βοηθείας· | |
| νῦν δ' ἅμα τ' αὐτίκα πολλὰ διδοῖ τὰ δ' ὄπισθεν ὑπέστη, | 519 |
| νῦν δὲ ὁμοῦ ἄλλα εὐθὺς δίδωσι, καὶ ἄλλα μετὰ ταῦτα δώσειν ὑπέσχετο· | |
| ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους | 520 |
| ἄνδρας δὲ ἀρίστους ἔπεμψε παρακαλέσοντας, | |
| κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ | 521 |
| ἐκλεξάμενος αὐτοὺς κατὰ τὸν Ἑλληνικὸν στρατόν, οἵπερ σοὶ | |
| φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς | 522 |
| μάλιστα τῶν Ἑλλήνων ἠγαπημένοι εἰσί. τούτων τὸν λόγον μὴ σύ γε ἀτιμάσῃς, | |
| μηδὲ πόδας· πρὶν δ' οὔ τι νεμεσσητὸν κεχολῶσθαι. | 523 |
| μηδὲ τὴν ἐνθάδε πορείαν, τὸ πρότερον δὲ οὐκ ἦν μεμπτέον τὸ ὀργίζεσθαι. | |
| οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν | 524 |
| οὕτω καὶ τῶν προγενεστέρων ἀνδρῶν | |
| ἡρώων, ὅτε κέν τιν' ἐπιζάφελος χόλος ἵκοι· | 525 |
| ἡρώων τὴν φήμην ἠκούσαμεν, ὅταν τινὰ κατελάμβανεν ὀργὴ μεγάλη, | |
| δωρητοί τε πέλοντο παράρρητοί τ' ἐπέεσσι. | 526 |
| δώροις πειθόμενοι ἦσαν, καὶ λόγοις ὑπείκοντες. | |
| μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε | 527 |
| μέμνημαι ἐγὼ τοῦτο τὸ ἔργον παλαιὸν (πάλαι), οὐδαμῶς νέον (νεωστὶ) γενόμενον, | |
| ὡς ἦν· ἐν δ' ὑμῖν ἐρέω πάντεσσι φίλοισι. | 528 |
| λέξω δὲ ἐν ὑμῖν ἅπασι φίλοις οὖσι. | |
| Κουρῆτές τ' ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι | 529 |
| οἱ Κουρῆτες (Πλευρώνιοι) καὶ οἱ πολεμικοὶ Καλυδώνιοι ἐπολέμουν | |
| ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον, | 530 |
| περὶ τὴν πόλιν τὴν Καλυδῶνα, καὶ ἀπέκτεινον ἀλλήλους, | |
| Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς, | 531 |
| Καλυδώνιοι μὲν μαχόμενοι ὑπὲρ τῆς ἑαυτῶν ἐπεράστου πόλεως τῆς Καλυδῶνος, | |
| Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ. | 532 |
| οἱ Κουρῆτες (Πλευρώνιοι) δὲ προθυμούμενοι ἐκπορθῆσαι πολέμῳ τὴν πόλιν. | |
| καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε | 533 |
| τούτοις γὰρ κακὸν ἤγειρεν ἡ χρυσὸν θρόνον ἔχουσα Ἄρτεμις | |
| χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς | 534 |
| ὀργισθεῖσα, διότι αὐτῇ οὐκ ἔθυσεν ἐν τῷ γονίμῳ τόπῳ τῆς Ἀλωνίας τὰς ὑπὲρ εὐθαλίας καὶ εὐφορίας τῶν καρπῶν διδομένας θυσίας τοῖς θεοῖς | |
| Οἰνεὺς ῥέξ'· ἄλλοι δὲ θεοὶ δαίνυνθ' ἑκατόμβας, | 535 |
| ὁ Οἰνεύς, οἱ ἄλλοι δὲ θεοὶ εὐωχοῦντο θυσίας μεγάλας, | |
| οἴῃ δ' οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο. | 536 |
| μόνῃ δὲ τῇ θυγατρὶ τοῦ μεγάλου Διὸς οὐκ ἐθυσίασεν, | |
| ἢ λάθετ' ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ. | 537 |
| ἢ ὅτι ἐπελάθετο, ἢ ἑκὼν παρεπέμψατο· ἐβλάβη δὲ τὰ μέγιστα κατὰ ψυχήν· | |
| ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα | 538 |
| αὕτη δὲ ὀργισθεῖσα ἡ ἐνδοξοτάτη τὸ γένος Ἄρτεμις, | |
| ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα, | 539 |
| ἐφώρμησεν ἄγριον χοῖρον λευκόδοντα ἐν χλοῇ διατρίβοντα, | |
| ὃς κακὰ πόλλ' ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν· | 540 |
| ὃς πολλὰ κακὰ εἰργάζετο, ἐξ ἔθους ἐπιφοιτῶν εἰς τὰ σύμφυτα χωρία τοῦ Οἰνέως· | |
| πολλὰ δ' ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ | 541 |
| πολλὰ δ᾽οὗτος ἄλλα ἐπ᾽ ἄλλοις τιθέμενα, ὅ ἐστι συνεχῆ, δένδρα μεγάλα κατέβαλεν | |
| αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων. | 542 |
| σὺν ταῖς ῥίζαις, καὶ σὺν τοῖς ἄνθεσι τῶν μήλων. | |
| τὸν δ' υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος | 543 |
| τοῦτον δὲ ἀνεῖλεν ὁ Μελέαγρος ὁ υἱὸς τοῦ Οἰνέως, | |
| πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας | 544 |
| συναθροίσας ἐκ πολλῶν πόλεων ἄνδρας κυνηγούς, | |
| καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι· | 545 |
| καὶ κύνας· οὐ γὰρ ἂν ἀνῃρέθη ἀνδράσιν ὀλίγοις· | |
| τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησ' ἀλεγεινῆς. | 546 |
| τοσοῦτος (τηλικοῦτος) ἦν· πολλοὺς δὲ ἐπεβίβασε τῆς λυπηρᾶς πυρᾶς· | |
| ἣ δ' ἀμφ' αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν | 547 |
| αὕτη δὲ περὶ αὐτὸν ἐποίησε θόρυβον μέγαν καὶ κραυγήν, | |
| ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι, | 548 |
| ὑπὲρ τῆς κεφαλῆς τοῦ χοίρου, καὶ τοῦ δασέως τετριχωμένου δέρματος, | |
| Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων. | 549 |
| μεταξὺ τῶν Πλευρωνίων καὶ τῶν μεγαλοψύχων Καλυδωνίων, | |
| ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε, | 550 |
| ἐν ὅσῳ μὲν οὖν ὁ πολεμικὸς Μελέαγρος ἐπολέμει, | |
| τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο | 551 |
| ἐν τοσούτῳ τοῖς Πλευρωνίοις κακῶς εἶχεν, οὐδὲ ἐδύναντο | |
| τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες· | 552 |
| μένειν ἐκτὸς τοῦ τείχους, καίπερ ὄντες πολλοί· | |
| ἀλλ' ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων | 553 |
| ἀλλ᾿ὁπηνίκα δὴ τὸν Μελέαγρον εἰσῆλθεν ὀργή, ἥτις καὶ ἄλλων | |
| οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων, | 554 |
| οἰδαίνεσθαι καὶ ἐξογκοῦσθαι ποιεῖ τὸν νοῦν ἐν τῷ στήθει, καίπερ καλῶς φρονούντων· | |
| ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ | 555 |
| οὗτος μὲν, τῇ ἀγαπητῇ μητρὶ τῇ Ἀλθαίῃ ὀργιζόμενος κατὰ ψυχήν, | |
| κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ | 556 |
| ἐκάθητο παρὰ τῇ μεμνηστευμένῃ περικαλλεῖ γυναικὶ τῇ Κλεοπάτρᾳ, | |
| κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης | 557 |
| τῇ θυγατρὶ τῆς εὐειδοῦς Μαρπίσσης τῆς θυγατρὸς τοῦ Εὐήνου, | |
| Ἴδεώ θ', ὃς κάρτιστος ἐπιχθονίων γένετ' ἀνδρῶν | 558 |
| καὶ τοῦ Ἴδα, ὃς ἰσχυρότατος τῶν ἐπιγείων ἀνδρῶν ἦν | |
| τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον | 559 |
| τῶν κατ᾽ ἐκείνου τοῦ χρόνου· καὶ δὴ καὶ κατὰ τοῦ βασιλέως ἀνελάβετο τὸ τόξον | |
| Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης, | 560 |
| τοῦ καθαροῦ Ἀπόλλωνος, ἕνεκα τῆς εὐειδοῦς νύμφης· | |
| τὴν δὲ τότ' ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ | 561 |
| ταύτην δὲ τότε ἐν τοῖς οἴκοις ὅ τε πατήρ, καὶ ἡ σεβαστὴ μήτηρ | |
| Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκ' ἄρ' αὐτῆς | 562 |
| Ἀλκυόνην ὠνόμαζον φερωνύμως, διότι | |
| μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα | 563 |
| ἡ μήτηρ αὐτῆς θρῆνον ἔχουσα Ἀλκυόνος τῆς πολλὰ πενθούσης | |
| κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων· | 564 |
| ἔκλαιεν, ὅτε αὐτὴν ἀφῄρητο ὁ πόρρωθεν ἐργαζόμενος καθαρὸς Ἀπόλλων· | |
| τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων | 565 |
| παρ᾿ αὐτῇ δὴ οὗτος κατέκειτο, τὴν ψυχὴν λυποῦσαν ὀργὴν πεπαίνων, | |
| ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι | 566 |
| ἐκ τῶν καταρῶν τῆς μητρὸς ὀργισθείς, ἣ δὴ τοῖς θεοῖς λυπουμένη | |
| πόλλ' ἀχέουσ' ἠρᾶτο κασιγνήτοιο φόνοιο, | 567 |
| πάνυ ηὔχετο ἕνεκα τοῦ φόνου τοῦ ἀδελφοῦ αὐτῆς (τοῦ ἀδελφικοῦ), | |
| πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία | 568 |
| πάνυ δὲ καὶ τὴν πολλοὺς τρέφουσαν γῆν ἔπληττεν ταῖς χερσὶν | |
| κικλήσκουσ' Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν | 569 |
| ἐπικαλουμένη τὸν Ἅιδην καὶ τὴν ἐπαινετὴν Περσεφόνην | |
| πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι, | 570 |
| ἐπὶ γόνατα καθεζομένη· διάβροχοι δὲ ἐγίνοντο τοῖς δάκρυσιν οἱ κόλποι αὐτῆς | |
| παιδὶ δόμεν θάνατον· τῆς δ' ἠεροφοῖτις Ἐρινὺς | 571 |
| δοῦναι θάνατον τῷ υἱῷ· ταύτης δὲ ἤκουσεν ἡ ἐν τῷ σκότει φοιτῶσα Ἐριννὺς | |
| ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα. | 572 |
| ἐκ τοῦ ζόφου, ἀπηνῆ καὶ ἀπαραίτητον ψυχὴν ἔχουσα. | |
| τῶν δὲ τάχ' ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει | 573 |
| ταχέως δὲ περὶ τὰς πύλας αὐτῶν θόρυβος καὶ κτύπος ἠγέρθη, | |
| πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες | 574 |
| τυπτομένων τῶν πύργων. τοῦτον παρεκάλουν οἱ γέροντες | |
| Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους, | 575 |
| τῶν Καλυδωνίων, ἔπεμπον δὲ ἱερεῖς ἀρίστους τῶν θεῶν παρακλήτορας, | |
| ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον· | 576 |
| ὥστ᾽ ἐξελθεῖν καὶ βοηθῆσαι, ἐπαγγειλάμενοι χάριν μεγάλην, | |
| ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς, | 577 |
| ὅπου τὸ εὔγεων πεδίον ἐστὶ τῆς ἐπεράστου Καλυδῶνος· | |
| ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι | 578 |
| ἐκεῖ αὐτὸν λαβεῖν τόπον (χωρίον) ὡραῖον ἐκέλευον | |
| πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο, | 579 |
| πεντήκοντα ζευγῶν, τὸ μὲν ἥμισυ γῆς ἀμπελοφύτου, | |
| ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι. | 580 |
| τὸ ἥμισυ δὲ γῆν γυμνὴν φυτῶν πρὸς ἄροσιν τοῦ πεδίου ἀποτεμόντα λαβεῖν· | |
| πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς | 581 |
| πάνυ δὲ αὐτὸν παρεκάλει ὁ γέρων ἱππικὸς Οἰνεὺς | |
| οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο | 582 |
| τοῦ βατῆρος τῶν θυρῶν ἐπιβεβηκὼς τοῦ ὑψηλοῦ δώματος, | |
| σείων κολλητὰς σανίδας γουνούμενος υἱόν· | 583 |
| πρᾴως κινῶν τὰς κεκολλημένας σανίδας, ἱκετεύων τὸν υἱόν· | |
| πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ | 584 |
| πάνυ δὲ αὐτὸν αἱ ἀδελφαὶ καὶ ἡ σεβαστὴ μήτηρ | |
| ἐλλίσσονθ'· ὃ δὲ μᾶλλον ἀναίνετο· πολλὰ δ' ἑταῖροι, | 585 |
| παρεκάλουν, οὗτος δὲ μᾶλλον ἀνένευε καὶ παρῃτεῖτο· πάνυ δὲ οἱ φίλοι | |
| οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων· | 586 |
| οἵτινες αὐτῷ νουνεχέστατοι καὶ φίλτατοι πάντων ἦσαν, | |
| ἀλλ' οὐδ' ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον, | 587 |
| ἀλλ᾽ οὐδ᾽ οὕτω τὴν αὐτοῦ ψυχὴν ἐν τῷ στήθει κατέπειθον, | |
| πρίν γ' ὅτε δὴ θάλαμος πύκ' ἐβάλλετο, τοὶ δ' ἐπὶ πύργων | 588 |
| πρίν, ὅτε δὴ τὸ δῶμα ἐπιμόνως ἐπλήττετο, οἱ δὲ Πλευρώνιοι ἐπέβαινον τῶν πύργων, | |
| βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ. | 589 |
| καὶ ἐπυρπόλουν τὴν μεγάλην πόλιν. | |
| καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις | 590 |
| καὶ τηνικαῦτα δὴ ἡ εὐειματοῦσα γαμετὴ τὸν Μελέαγρον | |
| λίσσετ' ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα | 591 |
| παρεκάλει ὀδυρομένη καὶ κλαίουσα, καὶ διεξῆλθεν αὐτῷ πάντα τὰ δεινά, | |
| κήδε', ὅσ' ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ· | 592 |
| ὅσα τοῖς ἀνθρώποις συμβαίνουσιν, ὧν ἂν ἡ πόλις ἐκπορθηθείη· | |
| ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, | 593 |
| τοὺς μὲν ἀνδρὰς ἀποκτείνουσι, τὴν πόλιν δὲ τὸ πῦρ σποδὸν καὶ κόνιν ἐργάζεται, | |
| τέκνα δέ τ' ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας. | 594 |
| τὰ τέκνα δὲ ἄλλοι ἀπάγουσι, καὶ τὰς ἐν βάθει ζωννυμένας γυναῖκας. | |
| τοῦ δ' ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα, | 595 |
| τούτου δὲ διηγείρετο ἡ ψυχή, ἀκούσαντος ἔργα χαλεπά, | |
| βῆ δ' ἰέναι, χροῒ δ' ἔντε' ἐδύσετο παμφανόωντα. | 596 |
| ὥρμησε δὲ πορεύεσθαι, ἐν τῷ σώματι δὲ τὰ ἔκλαμπρα ὅπλα ἐνεδύσατο. | |
| ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ | 597 |
| οὕτως αὐτὸς μὲν ἀπεσόβησε τὴν δεινὴν ἡμέραν τοῖς Αἰτωλοῖς | |
| εἴξας ᾧ θυμῷ· τῷ δ' οὐκέτι δῶρα τέλεσσαν | 598 |
| ὑπακούσας τῷ ἑαυτοῦ ἐπιλογισμῷ· τούτῳ δὲ οὐκέτι τὴν χάριν ἐτελείωσαν | |
| πολλά τε καὶ χαρίεντα, κακὸν δ' ἤμυνε καὶ αὔτως. | 599 |
| τὴν μεγάλην τε καὶ κεχαριτωμένην, τὸ δεινὸν δὲ ἀπεσόβησε καὶ οὕτως· | |
| ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων | 600 |
| ἀλλὰ σὺ μὴ διανοοῦ ταῦτα ἐν τῷ λογιστικῷ, μηδὲ θεός σε | |
| ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη | 601 |
| ἐνθάδε κινήσειεν, ὦ φίλε, χεῖρον δ᾽ ἂν εἴη καιομέναις | |
| νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλ' ἐπὶ δώρων | 602 |
| ταῖς ναυσὶν ἐπιβοηθεῖν. ἀλλ᾽ ἕνεκα δώρων | |
| ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί. | 603 |
| πορεύου, οἱ γὰρ Ἕλληνες ὁμοίως θεῷ σε τιμήσουσιν· | |
| εἰ δέ κ' ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς | 604 |
| εἰ δ᾽ ἄνευ δώρων εἰσέλθοις εἰς τὸν τοὺς ἄνδρας φθείροντα πόλεμον, | |
| οὐκέθ' ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών, | 605 |
| οὐκέτι ὁμοίως τῆς τιμῆς ἔσῃ, καίπερ ἀποσοβῶν τὸν πόλεμον. | |
| τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 606 |
| πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ τοὺς πόδας ταχὺς Ἀχιλλεύς· | |
| Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης | 607 |
| ὦ Φοῖνιξ τροφεῦ, γηραιὲ ἐνδοξότατε τεθραμμένε, οὐδαμῶς μοι | |
| χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ, | 608 |
| χρεία ταυτησὶ τῆς τιμῆς, δοκῶ δὲ τετιμῆσθαι πεπρωμένῃ Διός, | |
| ἥ μ' ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κ' ἀϋτμὴ | 609 |
| ἥτις με ἕξει παρὰ ταῖς ναυσὶ ταῖς καμπυλοπρύμνοις, ἕως ἂν ἡ ἀναπνοὴ | |
| ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ' ὀρώρῃ. | 610 |
| ἐν τῷ στήθει μένῃ, καὶ τὰ ἀγαπητὰ γόνατά μοι κινῆται. | |
| ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσι· | 611 |
| ἄλλο δέ σοι λέξω, σὺ δὲ ἐν τῷ σῷ λογιστικῷ ἔμβαλλε αὐτό· | |
| μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων | 612 |
| μή μοι τάραττε τὴν ψυχὴν ἐν τῷ στήθει λυπούμενος, | |
| Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ | 613 |
| τῷ υἱῷ τοῦ Ἀτρέως τῷ ἥρωι χαριζόμενος, οὐδὲ δεῖ σε κατά τι | |
| τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι. | 614 |
| φιλεῖν αὐτόν, ὅπως μὴ ἀπεχθὴς καὶ μισητὸς ὑπάρχῃς ἐμοὶ τῷ φιλοῦντί σε· | |
| καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κ' ἐμὲ κήδῃ· | 615 |
| καλόν σοι μετ' ἐμοῦ τοῦτον ἀνιᾷν, ὃς ἂν ἐμὲ ἀνιᾷ· | |
| ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς. | 616 |
| ὁμοίως ἐμοὶ βασίλευε, καὶ τὸ ἥμισυ ἀπομερίζου καὶ λάμβανε τῆς τιμῆς. | |
| οὗτοι δ' ἀγγελέουσι, σὺ δ' αὐτόθι λέξεο μίμνων | 617 |
| οὗτοι δὲ ἀπαγγελοῦσι τὴν πρεσβείαν, σὺ δὲ ἐνταῦθα μένων | |
| εὐνῇ ἔνι μαλακῇ· ἅμα δ' ἠοῖ φαινομένηφι | 618 |
| κοιμήθητι ἐν τῇ μαλακῇ κοίτῃ (στρωμνῇ)· ἅμα δὲ τῇ ἡμέρᾳ φαινομένῃ | |
| φρασσόμεθ' ἤ κε νεώμεθ' ἐφ' ἡμέτερ' ἦ κε μένωμεν. | 619 |
| σκοπήσομεν, ἢ ὅπως πορευώμεθα ἐπὶ τὰ ἡμέτερα, ἢ ὅπως μένωμεν. | |
| ἦ καὶ Πατρόκλῳ ὅ γ' ἐπ' ὀφρύσι νεῦσε σιωπῇ | 620 |
| εἶπε, καὶ τῷ Πατρόκλῳ ἐπένευσεν οὗτός γε σιωπῶν, | |
| Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα | 621 |
| στρῶσαι τῷ Φοίνικι πυκνὴν καὶ συνεχῆ στρωμνήν, ὅπως ὡς τάχος | |
| ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δ' ἄρ' Αἴας | 622 |
| ἐκ τῆς σκηνῆς ὑποστροφῆς φροντίσειεν. ἐν τούτοις δὲ Αἴας | |
| ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε· | 623 |
| ὁ ἰσόθεος ὁ υἱὸς τοῦ Τελαμῶνος, εἶπε λόγον. | |
| διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ | 624 |
| ὦ εὐγενέστατε υἱὲ τοῦ Λαέρτου, πολύτροπε Ὀδυσσεῦ, | |
| ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ | 625 |
| ἴωμεν, οὐ γάρ μοι δοκεῖ τέλος τῶν λόγων | |
| τῇδέ γ' ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα | 626 |
| τῷδε τῷ τρόπῳ συμπεραθήσεσθαι· δεῖ δὲ ὡς τάχος ἀπαγγεῖλαι | |
| χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα | 627 |
| τὸν λόγον τοῖς Ἕλλησι, καίπερ οὐκ ὄντα χρηστόν, | |
| οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς | 628 |
| οἳ δήπου νῦν κάθηνται προσδεχόμενοι· Ἀχιλλεὺς δὲ | |
| ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν | 629 |
| ἄγριον ἐν τῷ στήθει ἔθηκε μεγαλόφρονα θυμόν, | |
| σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων | 630 |
| ὁ χαλεπὸς καὶ ἄδικος, οὐδὲ ἐπιστρέφεται καὶ λόγον ποιεῖται τῆς τῶν συνήθων φιλίας ταυτησίν, | |
| τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων | 631 |
| ᾗτινι αὐτὸν ἐτιμῶμεν παρὰ ταῖς ναυσὶν ὑπὲρ τοὺς ἄλλους, | |
| νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος | 632 |
| ὁ σκληρός τε καὶ ἀπηνής· καὶ μὴν καί τις φόνου ἀδελφικοῦ, | |
| ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος· | 633 |
| ἢ παιδὸς ἰδίου τιμωρίαν (δίκην) ἔλαβεν ἀποθανόντος· | |
| καί ῥ' ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ' ἀποτίσας, | 634 |
| καὶ δὴ ὁ μὲν φονεύσας, αὐτοῦ ἐν τῇ πόλει μένει, πολλὰ ἀποδούς, | |
| τοῦ δέ τ' ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ | 635 |
| τοῦ παθόντος δὲ ἡ καρδία, καὶ ὁ αὐθάδης θυμὸς | |
| ποινὴν δεξαμένῳ· σοὶ δ' ἄληκτόν τε κακόν τε | 636 |
| ἐπέχεται καὶ κωλύεται, δίκην λαβόντος· σοὶ δὲ ἄπαυστόν τε καὶ χαλεπὸν | |
| θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης | 637 |
| θυμὸν ἐν τῷ στήθει ἔθηκαν οἱ θεοί, ἕνεκα γυναικὸς νέας | |
| οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχ' ἀρίστας, | 638 |
| μόνης· νυνὶ δέ σοι ἑπτὰ παρέχομεν ἐξόχως ἀρίστας, | |
| ἄλλά τε πόλλ' ἐπὶ τῇσι· σὺ δ' ἵλαον ἔνθεο θυμόν, | 639 |
| καὶ ἄλλα πολλὰ πρὸς ταύταις· σὺ δὲ ἵλεων ἀπέργασαι τὴν σὴν ψυχήν, | |
| αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν | 640 |
| αἰδέσθητι δὲ τὸ οἴκημα, ὁμόστεγοι δέ σοί ἐσμεν | |
| πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων | 641 |
| ἐκ τοῦ πλήθους τῶν Ἑλλήνων, πεποίθαμεν δέ σοι μᾶλλον τῶν ἄλλων | |
| κήδιστοί τ' ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί. | 642 |
| ἀναγκαιότατοι εἶναι καὶ φίλτατοι, ὅσοι Ἕλληνές εἰσι. | |
| τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 643 |
| πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ τοὺς πόδας ταχὺς Ἀχιλλεύς· | |
| Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν | 644 |
| ὦ εὐγενέστατε Αἶαν υἱὲ Τελαμῶνος, ἡγεμὼν τῶν λαῶν, | |
| πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι· | 645 |
| πάντα μοι ἀρέσκοντα τῇ ψυχῇ ἔδοξας εἰπεῖν, | |
| ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων | 646 |
| ἀλλά μοι ἡ καρδία φλεγμαίνει τῷ θυμῷ, ὅταν ἐκείνων | |
| μνήσομαι ὥς μ' ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν | 647 |
| μνησθῶ, ὅπως με παραλογισάμενος ἐπιβλαβῶς διέθηκεν ἐν τοῖς Ἕλλησιν | |
| Ἀτρεΐδης ὡς εἴ τιν' ἀτίμητον μετανάστην. | 648 |
| ὁ υἱὸς τοῦ Ἀτρέως, καθάπερ τινὰ ἄτιμον μέτοικον. | |
| ἀλλ' ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε· | 649 |
| ἀλλ᾽ ὑμεῖς πορεύεσθε, καὶ τὴν πρεσβείαν ἀπαγγείλατε, | |
| οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος | 650 |
| οὐ γὰρ πρότερον τοῦ γέμοντος αἱμάτων πολέμου φροντίσω, | |
| πρίν γ' υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον | 651 |
| πρὶν τὸν υἱὸν τοῦ συνετοῦ Πριάμου, τὸν ἔνδοξον Ἕκτορα | |
| Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι | 652 |
| ἐπὶ τὰς σκηνάς, καὶ τὰς ναῦς τῶν Μυρμιδόνων ἀφικέσθαι, | |
| κτείνοντ' Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας. | 653 |
| ἀναιροῦντα τοὺς Ἕλληνας, καὶ τὰς ναῦς πυρὶ κατακαῦσαι· | |
| ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ | 654 |
| περὶ δὲ τὴν ἐμὴν σκηνήν, καὶ τὴν μέλαιναν ναῦν | |
| Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω. | 655 |
| τὸν Ἕκτορα, καὶ προθύμως ὁρμῶντα, κωλύσειν καὶ ἀποστήσειν τοῦ πολέμου ὑπολαμβάνω. | |
| ὣς ἔφαθ', οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον | 656 |
| οὕτως εἶπεν. οὗτοι δὲ πάντες λαβόντες ποτήρια περιφερῆ | |
| σπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δ' Ὀδυσσεύς. | 657 |
| καὶ χοὰς ποιησάμενοι ἐπορεύοντο ὀπίσω εἰς τὰς ναῦς, προηγεῖτο δὲ Ὀδυσσεύς. | |
| Πάτροκλος δ' ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε | 658 |
| ὁ Πάτροκλος δὲ τοῖς φίλοις καὶ ταῖς δούλαις ἐπέταξε, | |
| Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα. | 659 |
| στρῶσαι τῷ Φοίνικι πυκνὴν καὶ συνεχῆ στρωμνὴν πάνυ ταχέως· | |
| αἳ δ' ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε | 660 |
| αὗται δὲ ὑπακούουσαι ἔστρωσαν τὴν στρωμνήν, ὡς προσέταξε· | |
| κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον. | 661 |
| κώεά τε, καὶ τάπητα, καὶ τὸ λεπτὸν ἀπάνθισμα, ἤτοι τὸ ἔκκριτον τοῦ λίνου, σινδόνα δηλονότι· | |
| ἔνθ' ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν. | 662 |
| ἐκεῖ ὁ γέρων ἐκοιμήθη, καὶ τὴν ἔνδοξον ἡμέραν ἀνέμενε. | |
| αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου· | 663 |
| ὁ Ἀχιλλεὺς δὲ ἐκάθευδεν ἐν τῷ ἐνδοτάτῳ τῆς καλῶς κατεσκευασμένης σκηνῆς, | |
| τῷ δ' ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε, | 664 |
| παρ᾿ αὐτῷ δὲ ἐκοιμήθη καὶ γυνή, ἣν ἀπὸ τῆς Λέσβου ἤγαγεν, | |
| Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος. | 665 |
| ἡ θυγάτηρ τοῦ Φόρβαντος, ἡ εὐειδὴς Διομήδη. | |
| Πάτροκλος δ' ἑτέρωθεν ἐλέξατο· πὰρ δ' ἄρα καὶ τῷ | 666 |
| ὁ Πάτροκλος δὲ ἀφ᾽ ἑτέρου μέρους ἐκοιμήθη, παρ᾽ αὐτῷ δὲ | |
| Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς | 667 |
| ἡ Ἶφις ἡ καλλίζωνος, ἣν αὐτῷ παρέσχετο ὁ ἔνδοξος Ἀχιλλεύς, | |
| Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον. | 668 |
| τὴν ὑψηλὴν Σκῦρον πορθήσας, τὴν πόλιν τοῦ Ἐνυέως. | |
| οἳ δ' ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο. | 669 |
| οὗτοι δὲ ὁπηνίκα εἰς τὰς σκηνὰς τοῦ υἱοῦ τοῦ Ἀτρέως παρεγένοντο, | |
| τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν | 670 |
| τούτους μὲν οὖν υἱοὶ τῶν Ἑλλήνων χρυσοῖς ποτηρίοις | |
| δειδέχατ' ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τ' ἐρέοντο· | 671 |
| διεδέχοντο καὶ ἐδεξιοῦντο, ἄλλοθεν ἄλλος ἀνιστάμενοι, καὶ ἐξηρώτων· | |
| πρῶτος δ' ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 672 |
| πρῶτον δὲ ἐξηρώτησεν ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων λέγων· | |
| εἴπ' ἄγε μ' ὦ πολύαιν' Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν | 673 |
| ἄγε εἰπέ μοι, ὦ πολύμνητε Ὀδυσσεῦ, δόξα μεγάλη τῶν Ἑλλήνων, | |
| ἤ ῥ' ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ, | 674 |
| ἆρ᾽ ἐθέλει ἀποσοβῆσαι ταῖς ναυσὶ τὸ ἀφανιστικὸν πῦρ, | |
| ἦ ἀπέειπε, χόλος δ' ἔτ' ἔχει μεγαλήτορα θυμόν; | 675 |
| ἢ μὴ ἐθέλειν εἶπε, θυμὸς δὲ ἔτι κατέχει τὴν μεγαλόφρονα αὐτοῦ ψυχήν; | |
| τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· | 676 |
| πρὸς τοῦτον δὲ εἶπεν ὁ πολλὰ ὑπομείνας ἔνδοξος Ὀδυσσεύς· | |
| Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον | 677 |
| ὦ υἱὲ τοῦ Ἀτρέως, ἐνδοξότατε βασιλεῦ τῶν ἀνδρῶν Ἀγάμεμνον, | |
| κεῖνός γ' οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλ' ἔτι μᾶλλον | 678 |
| ἐκεῖνός γε οὐκ ἐθέλει καταπαῦσαι τὸν θυμόν, ἀλλ᾽ ἔτι μᾶλλον | |
| πιμπλάνεται μένεος, σὲ δ' ἀναίνεται ἠδὲ σὰ δῶρα. | 679 |
| πληροῦται ὀργῆς, σὲ δὲ ἀποστρέφεται καὶ τὰ σὰ δῶρα· | |
| αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν | 680 |
| σὲ αὐτὸν σκοπεῖν ἐν τοῖς Ἕλλησιν ἐκέλευσεν, | |
| ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν· | 681 |
| ὅπως ἂν τὰς ναῦς σώσῃς καὶ τὸν στρατὸν τῶν Ἑλλήνων· | |
| αὐτὸς δ' ἠπείλησεν ἅμ' ἠοῖ φαινομένηφι | 682 |
| αὐτὸς δὲ διετείνατο ἅμα τῇ ἡμέρᾳ φαινομένῃ | |
| νῆας ἐϋσσέλμους ἅλαδ' ἑλκέμεν ἀμφιελίσσας. | 683 |
| τὰς εὐκαθέδρους ἀμφοτέρωθεν ἐλαυνομένας ναῦς εἰς τὴν θάλασσαν ἑλκύσειν· | |
| καὶ δ' ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι | 684 |
| καὶ δὴ καὶ τοῖς ἄλλοις παραινέσαι ἂν, εἶπεν, | |
| οἴκαδ' ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ | 685 |
| ἀποπλεῖν εἰς τὸν οἶκον, ἐπειδὴ οὐκέτι εὑρήσετε το τέλος | |
| Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς | 686 |
| τῆς ὑψηλῆς Ἰλίου· πάνυ γὰρ ἑαυτῆς ὁ μεγαλόφωνος Ζεὺς | |
| χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί. | 687 |
| ὑπερέσχε τὴν ἑαυτοῦ χεῖρα, εὔτολμοι δὲ γεγόνασιν οἱ λαοί. | |
| ὣς ἔφατ'· εἰσὶ καὶ οἵδε τάδ' εἰπέμεν, οἵ μοι ἕποντο, | 688 |
| οὕτως εἶπεν. εἰσὶ καὶ οὗτοι ταῦτα εἰπεῖν, οἵ μοι εἵποντο, | |
| Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω. | 689 |
| ὁ Αἴας, καὶ οἱ δύο κήρυκες, ἀμφότεροι συνετοί. | |
| Φοῖνιξ δ' αὖθ' ὃ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει, | 690 |
| Φοῖνιξ δὲ ὁ γέρων ἐκεῖ κατεκοιμήθη, οὕτω γὰρ ἐκέλευσεν, | |
| ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδ' ἕπηται | 691 |
| ὅπως αὐτῷ ἐν ταῖς ναυσὶν ἀκολουθήσῃ εἰς τὴν ἀγαπητὴν πατρίδα | |
| αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δ' οὔ τί μιν ἄξει. | 692 |
| αὔριον, ἐὰν βούληται, βίᾳ δ᾽ αὐτὸν οὐδαμῶς ἀπάξει. | |
| ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ | 693 |
| οὕτως εἶπεν. οὗτοι δὲ ἅπαντες ἄφωνοι ( ἐννεοὶ) ἐγένοντο σιωπῇ, | |
| μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε. | 694 |
| θαυμάσαντες τὸν λόγον πάνυ γὰρ ἰσχυρῶς καὶ ἀποτόμως ἔλεξεν· | |
| δὴν δ' ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν· | 695 |
| ἐπὶ πολὺ δὲ ἐκπλήξει ἥσυχοι ἦσαν λυπούμενοι οἱ υἱοὶ τῶν Ἑλλήνων· | |
| ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· | 696 |
| μετὰ χρόνον δὲ ἱκανὸν εἶπεν ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης. | |
| Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον | 697 |
| ὦ υἱὲ τοῦ Ἀτρέως, ἐνδοξότατε, βασιλεῦ τῶν ἀνδρῶν Ἀγάμεμνον, | |
| μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα | 698 |
| εἴθε μὴ παρεκάλεσας τὸν ἄμεμπτον υἱὸν τοῦ Πηλέως, | |
| μυρία δῶρα διδούς· ὃ δ' ἀγήνωρ ἐστὶ καὶ ἄλλως· | 699 |
| πλεῖστα δῶρα παρέχων. οὗτος καὶ ἄλλως ὑπερήφανός ἐστι, | |
| νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας. | 700 |
| νῦν δὲ αὐτὸν πολλῷ μᾶλλον εἰς ὑπερηφανείας ἐνέβαλες· | |
| ἀλλ' ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν | 701 |
| ἀλλ᾽ ἐκεῖνον μὲν ἐάσωμεν, ἢ ἂν ἀπέρχηται, | |
| ἦ κε μένῃ· τότε δ' αὖτε μαχήσεται ὁππότε κέν μιν | 702 |
| ἢ ἂν μένῃ· τότε δὲ πολεμήσει, ὅταν αὐτὸν | |
| θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ. | 703 |
| ἡ ψυχὴ ἐν τῷ στήθει προτρέψῃ, καὶ ὁ θεὸς παροξύνῃ. | |
| ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· | 704 |
| ἀλλ᾿ ἄγετε, ὥσπερ ἂν αὐτὸς εἴπω, πεισθῶμεν ἅπαντες, | |
| νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ | 705 |
| νυνὶ μὲν κοιμήθητε ἐμπλησθέντες κατὰ τὴν ἀγαπητὴν ψυχὴν | |
| σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή· | 706 |
| ἄρτου καὶ οἴνου, τοῦτο γάρ ἐστι προθυμία τε καὶ ἰσχύς. | |
| αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς, | 707 |
| ἐπειδὰν δὲ φανῇ ἡ περικαλλὴς ῥοδόχρους ἡμέρα, | |
| καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους | 708 |
| ταχέως ἔμπροσθεν τῶν νεῶν ἔλαυνε, τὸν λαὸν καὶ τοὺς ἵππους | |
| ὀτρύνων, καὶ δ' αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι. | 709 |
| διεγείρων, καὶ σὺ ἐν τοῖς πρώτοις μάχου, Ἀγάμεμνον. | |
| ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπῄνησαν βασιλῆες | 710 |
| οὕτως εἶπεν. ἅπαντες δὲ οἱ βασιλεῖς ἐπῄνεσαν, | |
| μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο. | 711 |
| θαυμάσαντες τὸν λόγον τοῦ ἱππικοῦ Διομήδους· | |
| καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος, | 712 |
| καὶ δὴ τότε χοὰς ποιησάμενοι ἐπορεύθησαν ἅπαντες ἐπὶ τὰς σκηνάς, | |
| ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο. | 713 |
| ἐκεῖ δὲ ἐκοιμήθησαν (ἀνεκλίθησαν), καὶ ὕπνου ἔλαβον δῶρον, ἤτοι αὐτὸ τὸ κοίμημα, ὅπερ ἡμῖν ὁ σωματοειδὴς ὕπνος δωρεῖται. | |